bannerbanner
Сочинения. Том 5
Сочинения. Том 5полная версия

Полная версия

Настройки чтения
Размер шрифта
Высота строк
Поля
На страницу:
37 из 47

4. Αὗται µὲν οὖν αἱ ῥήσεις τοῦ λαµπροτάτου σοφιστοῦ Ζήνωνι καὶ ᾿Αριστοτέλει καὶ Πλάτωνι τοὺς Μεθοδικοὺς ἰατροὺς ἕπεσθαι φάσκοντος. ἡµεῖς δ’ αὖθις ἀναµνήσοµεν αὐτὸν ὡς ἕκαστος τούτων τῶν φιλοσόφων ἅµα πολλοῖς τοῖς µετ’ αὐτὸν εὐκρασίαν µὲν ἡγεῖται τὴν ὑγείαν εἶναι θερµοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, νοσήµατα δὲ γίνεσθαι τὰ γοῦν κατὰ δίαιταν ὑπερβάλλοντος ἑκάστου τῶν εἰρηµένων ἢ ἐλλείποντος, εἶναι δὲ καὶ χυµοὺς ἐν τῷ σώµατι, τοὺς µὲν ὑγροὺς καὶ ξηροὺς κατὰ δύναµιν, ἐνίους δὲ θερµοὺς ἢ ψυχροὺς ἀναλογίζοντας νοσήµασιν. οὕτως Πλάτων ἅµα τοῖς ἀπ’ αὐτοῦ πᾶσιν, οὕτως ᾿Αριστοτέλης ἅµα τοῖς ἐκ τοῦ Περιπάτου, οὕτως Ζήνων καὶ Χρύσιππος ἅµα τοῖς ἄλλοις Στωϊκοῖς ἐγίγνωσκον. ᾿Ιουλιανὸς δ’ οὔδ’ ἀνέγνω τι βιβλίον ὧν εἶπον ἀνδρῶν οὐδ’ ὅλως ἀκολούθου καὶ µαχοµένου σύνεσιν ἔχει, πάντως γὰρ ἂν ᾔσθετο τῇ µὲν ἀναιρούσῃ τὸ κενὸν αἱρέσει ταῦθ’ ἑπόµενα, τῇ δ’ ὑπάρχειν εἰπούσῃ συµµετρίαν µέν τινα πόρων εἶναι τὴν ὑγείαν, ἐν στεγνώσει δὲ καὶ ῥύσει τῶν δι’ αὐτῶν φεροµένων συνίστασθαι τὰ κατὰ δίαιταν νοσήµατα. Πότερον οὖν ᾿Αριστοτέλους καὶ Χρυσίππου καὶ τῶν ἄλλων ἁπάντων Περιπατητικῶν τε καὶ Στωϊκῶν ἑξῆς παραγράψω τὰς ῥήσεις, ἐν αἷς φλέγµα καὶ χολὴν αἰτιῶνται καὶ τὰ πρῶτα νοσηµάτων τέτταρα ὑπάρχειν φασίν, ὥσπερ καὶ τὰ στοιχεῖα τὸ θερµὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, ἢ τοῦτο µὲν ὡς ἂν οὐχ ἓν ἢ δύο βιβλία πληρῶσαι δυνάµενον, ἀλλὰ καὶ τρία καὶ τέτταρα καὶ πλείω παραλιπεῖν ἄµεινον, ἀρκεσθῆναι δὲ µόνοις τοῖς ὑπὸ Πλάτωνος εἰρηµένοις; ἴσως ἄµεινον οὕτω πρᾶξαι καὶ µὴ συναδολεσχεῖν τὰ πάντα ληρώδει σοφιστῇ. τοσοῦτον µόνον εἰπόντες ὑπὲρ τῶν ἐκ τοῦ Περιπάτου τε καὶ τῆς Στοᾶς τῶν φιλοσόφων ἀπαλλάξοµεν. οὐδὲν <γὰρ> ἂν εὕροις οὔτ’ ᾿Αριστοτέλους οὔτε Θεοφράστου βιβλίον, ἐν ᾧ περὶ νοσηµάτων ἀναγκασθέντες εἰπεῖν τι <χωρὶς τοῦ> θερµοῦ καὶ ξηροῦ καὶ ψυχροῦ καὶ ὑγροῦ µνηµονεῦσαι διῆλθον τὸν λόγον, ἀλλὰ καὶ τούτων ἀεὶ µέµνηνται καὶ σὺν αὐτοῖς πολλάκις ἑκατέρας τῆς χολῆς, µελαίνης καὶ ξανθῆς, οὐκ ὀλιγάκις δὲ καὶ φλέγµατος, οἵ γε καὶ τὰς διαφορὰς αὐτοῦ διέρχονται, τὸ µὲν ὀξύ, τὸ δ’ ἁλµυρὸν ἢ ἁλυκόν, ἄλλο δὲ γλυκὺ προσαγορεύοντες. οὐ µὴν οὐδὲ Χρύσιππος ἑτέρως, ἀλλ’ οὕτως ἀεὶ καὶ περὶ νοσηµάτων καὶ χυµῶν διαλέγεται. <κἂν> εἴ τις ἐθέλοι µόνων τῶν εἰρηµένων τριῶν ἀνδρῶν ἐκλέγειν τὰς ῥήσεις, οὐκ ὀλίγα πληρώσει βιβλία, σχολάζων δ’ οὕτως τις, ὥσπερ ᾿Ιουλιανὸς ἐπὶ τῆς ᾿Αλεξανδρείας ἐσχόλαζεν, ἐὰν ἐθέ<λῃ> καὶ τῶν ἄλλων ἁπάντων Στωϊκῶν ἢ Περιπατητικῶν ἑκάστου τὰς ῥήσεις ἐκλέγειν, ὅλην βιβλιοθήκην πληρώσει.

ἀλλ’ ὅπερ ἔφην ἐάσας τούτους ἀρκεσθήσοµαι µόνου <τοῦ> Πλάτωνος ῥήσεσιν ἑποµένου κατὰ πάντα τοῖς ῾Ιπποκράτους δόγµασιν. οὐ µὴν οὐδὲ παρὰ τούτου τῶν ἄλλων ἐκλέξας βιβλίων ὄντων πολλῶν, ἀλλ’ ἐξ ἑνὸς ἀρκεσθήσοµαι µόνου τοῦ Τιµαίου παραγράψαι ταῦτα· “τὸ δὲ τῶν νόσων πόθεν συνίσταται, δῆλόν που καὶ παντί. τεττάρων γὰρ ὄντων γενῶν ἐξ ὧν συµπέπηγε τὸ σῶµα, γῆς ὕδατος πυρός τε καὶ ἀέρος, τούτων ἡ παρὰ φύσιν πλεονεξία καὶ ἔνδεια καὶ τῆς χώρας µετάστασις ἐξ οἰκείας ἐπ’ ἀλλοτρίαν γενοµένη πυρός τε αὖ καὶ τῶν ἑτέρων, ἐπειδὴ πλέονα γένη ἑνὸς ὄντα τυγχάνει, τὸ µὴ προσῆκον ἕκαστον ἑαυτῷ προσλαµβάνον καὶ πάνθ’ ὅσα τοιαῦτα τάσεις καὶ νόσους παρέχει. παρὰ φύσιν γὰρ ἑκάστου γιγνοµένου καὶ µεθισταµένου θερµαίνεται µὲν ὅσα ἂν πρότερον ψύχηται. ξηρὰ δ’ ὄντα εἰς ὕστερον γίνεται <νοτερὰ> καὶ κοῦφα δὴ καὶ βαρέα καὶ πάσας πάντη µεταβολὰς δέχεται.” ἐν ταύτῃ µὲν οὖν τῇ ῥήσει σαφῶς ὁ Πλάτων ἀκολουθεῖ τῷ ῾Ιπποκράτει κατὰ τὰ πρῶτα στοιχεῖα καὶ τὰς ποιότητας αὐτῶν. ἐν δὲ τοῖς µετὰ ταῦτα καὶ τοὺς χυµούς πως αἰτιώµενος τῶν νοσηµάτων ὡδίπως φησί· “τὸ δὲ λευκὸν φλέγµα διὰ <τὸ> τῶν ποµφολύγων πνεῦµα χαλεπὸν ἀποληφθὲν, ἔξω δὲ τοῦ σώµατος ἀναπνοὰς ἴσχον ἠπιώτερον µέν, καταποικίλλει δὲ τὸ σῶµα λεύκας ἀλφούς τε καὶ τὰ τούτων συγγενῆ νοσήµατα ἀποτίκτον. µετὰ δὲ χολῆς µελαίνης κερασθὲν ἐπὶ τὰς περιόδους τὰς ἐν τῇ κεφαλῇ θειοτάτας οὔσας ἐπισκεδαννύµενον καὶ ξυνταράττον αὐτὰς καθ’ ὕπνον µὲν ἰὸν πρᾳύτερον, ἐγρηγορόσι δὲ ἐπιτιθέµενον δυσαπαλλακτότερον· νόσηµα δ’ ἱερᾶς ὂν φύσεως ἐνδικώτατα ἱερὸν λέγεται.” καὶ ταύτῃ γε τῇ ῥήσει πάλιν ἐπιφέρων ἑτέραν φησί· “φλέγµα δ’ ὀξὺ καὶ ἁλµυρὸν πηγὴ πάντων νοσηµάτων ὅσα γίνεται καταρροικά, διὰ δὲ τοὺς τόπους εἰς οὓς ῥεῖ παντοδαποὺς ὄντας παντοῖα ὀνόµατα εἴληφεν.” οὕτω µὲν ὁ Πλάτων περὶ φλέγµατος ἀπεφήνατο καὶ σὺν αὐτῷ µελαίνης χολῆς. ἐφεξῆς δ’ ἄκουσον ἃ λέγει περὶ τῆς ξανθῆς· “ὅσα δὲ φλεγµαίνειν λέγεται τοῦ σώµατος ἀπὸ τοῦ κάεσθαί τε καὶ φλέγεσθαι διὰ χολὴν γέγονε πάντα. λαµβάνουσα µὲν <οὖν> ἀναπνοὴν ἔξω παντοῖα ἀναπέµπει φύµατα ζέουσα, καθειργνυµένη δὲ ἐντὸς πυρίκαυτα νοσήµατα πολλὰ ἐµποιεῖ, µέγιστον δ’, ὅταν αἵµατι καθαρῷ συγκερασθεῖσα τὸ τῶν ἰνῶν γένος ἐκ τῆς ἑαυτῶν διαφορῇ τάξεως, αἳ διεσπάρησαν µὲν εἰς αἷµα, ἵνα συµµέτρως λεπτότητος ἴσχοι καὶ πάχους καὶ µήτε διὰ θερµότητα ὡς ὑγρὸν ἐκ µανοῦ τοῦ σώµατος ἐκρέοι µήτ’ αὖ πυκνότερον δυσκίνητον ὂν µόγις ἀναστρέφοιτο ἐν ταῖς φλεψί. καιρὸν δὴ τούτων ἶνες τῇ τῆς φύσεως γενέσει φυλάττουσιν, ἃς ὅταν τις καὶ τεθνεῶτος αἵµατος ἐν ψύχει τε ὄντος πρὸς ἀλλήλας ξυναγάγῃ, διαχεῖται πᾶν τὸ λοιπὸν αἷµα. ἐαθεῖσαι δὲ ταχὺ µετὰ τοῦ περιεστῶτος αὐτὸ ψύχους ξυµπηγνύασι. ταύτην δὴ τὴν δύναµιν ἐχουσῶν ἰνῶν ἐν αἵµατι, χολὴ φύσει παλαιὸν αἷµα γεγονυῖα καὶ πάλιν ἐκ τῶν σαρκῶν εἰς τοῦτο τετηκυῖα, θερµὴ καὶ ὑγρὰ κατ’ ὀλίγον τὸ πρῶτον ἐµπίπτουσα πήγνυται διὰ τὴν τῶν ἰνῶν δύναµιν, πηγνυµένη δὲ καὶ βίᾳ κατασβεννυµένη χειµῶνα καὶ τρόµον ἐντὸς παρέχει· πλείων δ’ ἐπιρρέουσα, τῇ παρ’ αὐτῆς θερµότητι κρατήσασα, τὰς ἶνας εἰς ἀταξίαν ζέσασα διέσεισε· καὶ ἐὰν µὲν ἱκανὴ διὰ τέλους κρατῆσαι γένηται, πρὸς τὸ τοῦ µυελοῦ διαπεράσασα γένος καίουσα ἔλυσε τὰ τῆς ψυχῆς αὐτόθεν οἷον νεὼς πείσµατα µεθῆκέ τε ἐλευθέραν, ὅταν δὲ ἐλάττων ᾖ τό τε σῶµα ἀντίσχῃ τηκόµενον, αὐτὴ κρατηθεῖσα ἢ κατὰ πᾶν τὸ σῶµα ἐξέπεσεν ἢ διὰ τῶν φλεβῶν εἰς τὴν κάτω ξυνωσθεῖσα ἢ τὴν ἄνω κοιλίαν, οἷον φυγὰς ἐκ πόλεως στασιασάσης ἐκ τοῦ σώµατος ἐκπίπτουσα, διαρροίας καὶ δυσεντερίας καὶ τὰ τοιαῦτα <νοσήµατα> πάντα παρέσχετο.” ταυτὶ µὲν οὖν ἐν µόνῳ τῷ Τιµαίῳ Πλάτων εἶπεν ἑπόµενος ῾Ιπποκράτει· τὰ δ’ ἐκ τῶν ἄλλων αὐτοῦ βιβλίων εἴ τις ἐκλέγοι πάντα, δόξει µιµεῖσθαι µακρολογίας ἕνεκα τὸν ᾿Ιουλιανόν, ἔτι δὲ δὴ µᾶλλον, εἰ τὰ [παρὰ] Θεοφράστῳ καὶ ᾿Αριστοτέλει καὶ Χρυσίππῳ καὶ πᾶσι τοῖς Περιπατητικοῖς τε καὶ Στωϊκοῖς εἰρηµένα περὶ θερµοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ χολῆς καὶ φλέγµατος ὑγείας τε καὶ νόσου παραγράφοι σύµπαντα. καὶ γὰρ νῦν ἡγοῦµαί τινας ἤδη µέµφεσθαι τοῦ µήκους ἡµῖν τῶν λόγων εἰς ἔλεγχον ἀναισθήτου σοφιστοῦ συγκειµένων. ὃς γὰρ οὐκ ὤκνησεν, ὦ Ζεῦ καὶ θεοί, Πλάτωνα µὲν καὶ ᾿Αριστοτέλην καὶ Ζήνωνα καὶ τοὺς ἀπ’ αὐτῶν φιλοσόφους ἐπαινεῖν, ἐξελέγχειν δὲ τὰ περὶ τῶν τοῦ σώµατος στοιχείων ὑφ’ ῾Ιπποκράτους εἰρηµένα, τί ἂν ἐπὶ τῶν πάντων ὁ τοιοῦτος εἰπεῖν αἰδεσθείη;

5. <᾿Αλλὰ> ταῦτα µὲν ἀφείσθω, σκέψαι δ’ ἑξῆς ἃ γράφει µὴ συγχωρῶν, ὡς ἔοικε, µηδὲ τῷ ὀνόµατι χρήσασθαι τῆς φύσεως. ἔστι δ’ <ἡ> ἀρχὴ τῆς ῥήσεως ἥδε· οὐδ’ ἂν πείσειαν ἡµᾶς γε <οὕτως ὡς> ἑαυτοὺς ἐπ’ ἀληθείᾳ ὅτι ἴσασι τί ἡ φύσις ἐστίν, ἣν ἄνω τε καὶ κάτω θρυλοῦσι τραγῳδοῦντες πανταχοῦ ἤτοι θερµὸν ἁπλοῦν ἢ κρᾶµα † κἀκ µίξεως ἢ ψυχροῦ οὐσίαν καὶ πνεύµατος. κἄπειτα ἑξῆς τούτων ἐπιφέρει πολλὰ µὴ συγχωρῶν ἐγνῶσθαι φύσεως οὐσίαν, ὥσπερ ῾Ιπποκράτους γεγραφότος ὄνοµα φύσεως ἐν τῷ προκειµένῳ νῦν ἡµῖν ἀφορισµῷ, ἀλλ’ οὐκ ἐν τοῖς αὐτοµάτως γιγνοµένοις εἰρηκότος. πόθεν ἐπεισῆλθε τὸ τῆς φύσεως ὄνοµα; πόθεν δ’ ἄλλοθεν ἢ ἐκ τῆς συνήθους ᾿Ιουλιανοῦ φλυαρίας ἀφορµὴν παρεξούσης λόγων µακρῶν, οὓς ἐάν τις ἀναπτύξῃ, προδήλως φωράσει τὸν λῆρον αὐτοῦ. ἐπεὶ τοίνυν ἅπαντες ἰατροὶ τῶν κενώσεων τὰς µὲν ὑπὸ φύσεως, τὰς δ’ ὑπὸ τύχης γίγνεσθαί φασιν, ἐνδεικνύµενοι τὴν αἰτίαν αὐτῶν ἐνίοτε µὲν ἐξ αὐτοῦ τοῦ τῶν καµνόντων ὁρµᾶσθαι σώµατος, ἔστιν ὅτε δ’ ἔξωθεν, ἀφορµὴν ταύτην εἶχε τοῦ ληρῆσαί τι περὶ τοῦ τῆς φύσεως ὀνόµατος. ἔστι δ’ ὃ βούλεται λέγειν ἐν κεφαλαίῳ περιλαβόντι τοιόνδε· ‘φυσικὰς κενώσεις οὐδὲ φθέγγεσθαι προσῆκεν, ἀγνοοῦντας ὅ τι ποτ’ ἐστὶν ἡ φύσις.’ ἀλλ’, ὦ γενναιότατε σοφιστῶν, οὐδ’ ὅτι ψυχὴν ἔχοµεν ἢ αἴσθησιν ἢ νοῦν ἢ µνήµην ἢ λογισµὸν ὁ τοιοῦτος λόγος ἐπιτρέψει γιγνώσκειν, ὡς ἑκάστου γε καὶ τούτων δύσγνωστος ἡ οὐσία. καὶ τί θαυµαστόν; ὅπου γὰρ καὶ τὸν ἥλιον αὐτὸν ὃν ἐνεργέστατα βλέποµεν οὐκ ἴσµεν ἀκριβῶς ὁποῖός ἐστι τὴν οὐσίαν, ἦ πού γε περὶ φύσεως ἢ ψυχῆς ἢ µνήµης ἤ τινος ἑτέρου τῶν τοιούτων ἑτοίµως ἀποφανούµεθα. ἀλλ’ ὥσπερ καὶ ταῦτα ὀρθῶς εἰρήκαµεν, οὕτως καί, ὅτε τὴν ἔννοιαν αὐτῶν ἑκάστου καὶ τὴν τῆς ὑπάρξεως διάγνωσιν ἔχοµεν ἐναργῆ, προσθεῖναι χρὴ τῷ λόγῳ. ἅπαν µὲν γὰρ φυτὸν ὑπὸ φύσεως διοικεῖται, πᾶν δὲ ζῷον ὑπὸ φύσεώς τε ἅµα καὶ ψυχῆς, εἴ γε δὴ τὴν µὲν τοῦ τρέφεσθαί τε καὶ αὐξάνεσθαι καὶ τῶν τοιούτων ἔργων αἰτίαν ὀνοµάζοµεν ἅπαντες ἄνθρωποι φύσιν, τὴν δὲ τῆς αἰσθήσεώς τε καὶ τῆς <ἐφ>εξῆς αὐτῇ κινήσεως ψυχήν. ὥστ’ οὐδεὶς ἡµῶν οὔτε καταψεύδεται τῶν ἔργων τῆς φύσεως οὔτ’, ἐπειδὴ ταῦτα γιγνώσκει, καὶ τὴν οὐσίαν αὐτῆς εὐθὺς οἶδε, καθάπερ οὐδὲ τὴν τοῦ ἡλίου, ἀλλ’ ἀνατέλλοντα µὲν αὐτὸν ὁρῶµεν ἐναργῶς, ὥσπερ γε καὶ δυόµενον ἅπαντά τε µεταξὺ τόπον ἀµείβοντα τάξει <κατὰ> χρόνον ἀφωρισµένον, τὴν δ’ οὐσίαν ὁποῖός τίς ἐστιν ἐπὶ σχολῇ ζητοῦµεν. εἰ µὲν οὖν ἀδύνατον ἦν γνῶναι τὰς φυσικὰς ἐκκρίσεις ὁπότε γίγνονται χωρὶς τοῦ προγνῶναι τὴν οὐσίαν τῆς ἐργαζοµένης αὐτὰς φύσεως, εἰκότως ἂν ὁ δείξας ἐκείνην ἄγνωστον εὐθὺς αὐτῇ συνανῃρήκει τὴν τούτων γνῶσιν. ἐπεὶ δ’ ἐγχωρεῖ, κἂν ἐκείνην τις ἀγνοῇ, ταύτας γοῦν γινώσκειν, ἐκ περιττοῦ φλυαρεῖ πάντα ταῦθ’ ὁ θαυµασιώτατος ᾿Ιουλιανός. ἡµεῖς γάρ, ὅταν τῷ χωρὶς φαρµάκου καθαίροντος ἔµετος ἢ συχνὴ κάτω γένηται κένωσις, εἴτε δι’ ἐντέρων εἴτε καὶ διὰ µήτρας, ἅπαντα τὰ τοιαῦτα φύσει τε γεγονέναι φαµὲν ἢ ὑπὸ φύσεως ἢ φυσικῶς (οὐδὲν γὰρ δι-αφέρει) µιµούµεθά τε <τὰ> φανερῶς ὠφελήσαντα τοὺς κάµνοντας. ᾿Ιουλιανὸς δ’ ἔοικεν οὐδ’ ὃ πάντες ἄνθρωποι λέγουσί τε καθ’ ἑκάστην ἡµέραν καὶ γιγνώσκουσιν, οὐδὲ τοῦτ’ ἐπίστασθαι, κατὰ φύσιν µὲν ἔχειν τοὺς ὑγιαίνοντας, παρὰ φύσιν δὲ τοὺς νοσοῦντας. εἰ γὰρ οὐκ ἔξεστιν οὐδενὶ τῶν τοιούτων ὀνοµάτων χρῆσθαι µὴ πρότερον ἐπισταµένους τῆς φύσεως τὴν οὐσίαν, οὔτε τοὺς ὑγιαίνοντας ὅτι κατὰ φύσιν ἔχουσιν ἐροῦµεν οὔτε τοὺς νοσοῦντας ὅτι παρὰ φύσιν.

ἀλλὰ γὰρ εἰ βούλει καὶ τοῦτ’ αὐτῷ δῶµεν ἐκ περιουσίας καὶ συγχωρήσωµεν, εἰ µὴ πρότερον εἰδείηµεν ὡς ἐκ θερµοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ σώµαθ’ ἡµῶν συνέστηκεν, ἀµήχανον εἶναι µιµήσασθαι τὰ καλῶς ὑπὸ φύσεως ἢ τύχης γιγνόµενα. τί οὖν κωλύει γιγνώσκειν ἡµᾶς ἀκριβῶς τοῦτο, µέχρις ἂν ἡµεῖς τε λέγειν ἔχωµεν ἀπόδειξιν δόγµατος οἵ τ’ ἄριστοι τῶν φιλοσόφων οὓς καὶ σὺ θαυµάζεις αὐτὸς ὁµολογῶσιν ῾Ιπποκράτει τε καὶ ἀλλήλοις, εἰ µή τις τὴν διαφωνίαν ἱκανὸν ἡγεῖται µαρτύριον εἶναι τῆς ἀγνοίας τοῦ δόγµατος ἐξαίφνης ᾿Απορητικός τις ἀντὶ Στωϊκοῦ γεγονώς. εἰ γὰρ δὴ τούτῳ πέπεισαι τῷ λόγῳ τῷ φάσκοντι µηδὲν τῶν διαπεφωνηµένων πᾶσι τοῖς φιλοσόφοις εἰς γνῶσιν ἀνθρωπίνην ἀφικέσθαι δύνασθαι, τί δήποτε οὐ πολὺ πρῶτος ἁπάντων ἀπιστεῖς ταῖς καλαῖς σου κοινότησιν ἃς ἡ κατὰ τὸν οὐρανὸν οἰκοῦσα µέθοδος ἐγέννησεν; ἀλλ’ ὅµως οὐδεὶς τῶν ἄλλων ἰατρῶν εἶδεν αὐτὰς ἀµυδρῶς, ἐναργῶς δέ, ὡς νοµίζει, ὁ Θεσσαλός, καὶ τό γε τούτου µεῖζον, ὅ<τι καίτοι> θεασαµένου καὶ δείξαντος αὐτὰς τοῦ Θεσσαλοῦ τῷ λαµπροτάτῳ χορῷ τῶν ἀµφ’ αὐτὸν ἰατρῶν ὅµως οὐδεὶς οὐδενὶ συνεφώνησεν, ἀλλ’ ἄχρι δεῦρο πολεµοῦσιν ἀλλήλοις µείζονα πόλεµον οὗ Θεσσαλὸς ἐπολέµησε τοῖς συµφοιτηταῖς. εἴπερ οὖν ἡ διαφωνία σηµεῖόν ἐστι τῆς τῶν πραγµάτων ἀγνοίας, ἁπασῶν πρώταις ἀπιστητέον ἐστὶν ταῖς Θεσσαλοῦ κοινότησιν, ὅσον καὶ πλείστη περὶ αὐτῶν ἐστι διαφωνία. τὸ µέντοι γε τοῦ σώµατος ἡµῶν τὴν φύσιν ἤτοι γε ἐξ ἀέρος καὶ πυρὸς ὕδατός τε καὶ γῆς ἢ ἐξ ὑγροῦ καὶ ξηροῦ καὶ θερµοῦ καὶ ψυχροῦ συµµέτρως ἀλλήλοις κεκραµένων γεγονέναι διαπεφώνηται µέν, ἀλλ’ οὐκ εἰς τοσοῦτον, ὅσον αἱ Θεσσαλοῦ κοινότητες, εἴ γε καὶ Πλάτων καὶ Ζήνων ᾿Αριστοτέλης τε καὶ Θεόφραστος Εὔδηµός τε καὶ Κλεάνθης καὶ Χρύσιππος ἅµα πολλοῖς φιλοσόφοις, ὧν οἱ µὲν Στωϊκοὺς οἱ δὲ Περιπατητικοὺς οἱ δὲ Πλατωνικοὺς ἑαυτοὺς ὠνόµασαν, ὁµολογοῦσιν ἀµφ’ αὐτά· αἱ δ’ ὑπὸ Θεσσαλοῦ κοινότητες εἰρηµέναι τοσούτου δέουσιν ἀρέσκειν τοὺς ἄλλους ἰατρούς, ὥστ’ οὐδ’ αὐτοῖς τούτοις ὁµολογοῦνται τοῖς ἀµεθόδοις µὲν ὄντως, ὀνόµατι δὲ σεµνῷ τῷ τῆς µεθόδου καθάπερ τινὶ προβλήµατι κεχρηµένοις. οὔτε γὰρ ῾Ιπποκράτης οὔτε Διοκλῆς οὔτε Πλειστόνικος οὔτε Πραξαγόρας οὔτε Φυλότιµος οὔτε Μνησίθεος οὔτε ᾿Ερασίστρατος οὔτε ῾Ηρόφιλος οὔτε ἄλλος τις ἰατρὸς οὔτε Λογικὸς οὔτε ᾿Εµπειρικὸς ἠρέσθη ταῖς Θεσσαλοῦ κοινότησι. καὶ µὴν εἰ χρὴ παραβαλεῖν ἀλλήλαις τὰς διαφωνίας, οὐ µικρῷ τινι προὔχουσαν εὑρήσεις τὴν περὶ τὰς τοῦ Θεσσαλοῦ κοινότητας. τριῶν γὰρ οὐσῶν ἐν ἰατρικῇ κατὰ γένος αἱρέσεων, ὡς αὐτοὶ λέγουσιν, ὅταν οἵ τ’ ἀπὸ τῆς ἐµπειρίας ὄντες οἵ τε δογµατίζοντες ἀναιρῶσι τὰς Θεσσαλοῦ κοινότητας, οὐ µικράν τινα χρὴ νοµίζειν εἶναι τὴν τοιαύτην διαφωνίαν, <ἀλλ’> ἀνυπέρβλητον τὸ µέγεθος αὐτῆς γίγνεται, µήτ’ αὐτοῦ τοῦ γεννήσαντος τὰς κοινότητας Θεµίσωνος µήτε τῶν ἀπ’ αὐτοῦ µηδενός, ἀλλὰ µηδὲ τῶν ἀµεθόδων Θεσσαλείων µηδενὸς φυλάξαντος αὐτάς. οὐδεὶς γοῦν ἐστιν ὃς οὐκ ἤτοι προσέθηκεν αὐταῖς ἄλλας ἢ ἀφεῖλεν ἢ µετεκόσµησέ πως. καίτοι γε οὐδ’ εἰ πάντες οὗτοι συνεφώνουν ἀλλήλοις, οὐδ’ οὕτω µικρά τις ἦν ἡ διαφωνία πρὸς τοὺς ἄλλους αὐτοῖς. ὁπότε δ’ ἐπ’ ἐκείνοις ἅπασιν οὐδ’ αὐτοὶ συµφέρονται, µόνος ἀπολείπεται ὁ Θεσσαλὸς ὁµόψηφον ἔχων οὐδένα πλὴν ἄχρι λόγου τοῦτον τὸν ᾿Ιουλιανόν. ἔργῳ µὲν γὰρ ἐδείχθη καὶ οὗτος ἐναντιώτατα λέγων αὐτῷ, καὶ ὅστις περὶ τούτου πεισθῆναι βούλεται, τοῖς Περὶ τῆς µεθοδικῆς αἱρέσεως ὑποµνήµασιν ἡµῶν ἐντυχέτω. ἀλλὰ καίτοι µόνος ὁ Θεσσαλὸς εἰ φαίη τοῖς ὑπὲρ ἀληθείας ἀγωνιζοµένοις ἀπόδειξιν εἶναι τὸ κριτήριον <καὶ> συµφωνίαν τῶν τοῖς ἄλλοις δοκούντων, οὐδεὶς αὐτοῦ καταγνώσεται, εἶτα Θεσσαλοῦ µὲν οὐ προκαταγινώσκοµεν, ἅπασι τοῖς ἄλλοις διαφωνοῦντος ῾Ιπποκράτους, <ᾧπερ> πρὸς τοῖς ἀρίστοις ἰατροῖς οἱ κράτιστοι τῶν φιλοσόφων µαρτυροῦσιν, ἀπιστήσοµεν δ’ ἐκ µόνης διαφωνίας; τίς ἂν τούτων ἀνασχέσθαι δύναιτο; τίς περιµεῖναι λῆρον τοιοῦτον; τίς οὐκ ἂν ἀλγήσειεν ἀπολλὺς τὸν χρόνον εἰς ἀντιλογίαν ἀνθρώπου µήθ’ ὧν αὐτὸς εἶπε µεµνηµένου µήθ’ ὧν γράφει συνιέντος, ἀλλὰ αὐτὸ δὴ τοῦτο τὸ κατὰ τὴν παροιµίαν ὅ τι περ ἂν ἐπὶ γλῶτταν ἔλθῃ φλυαροῦντος;

6. ᾿Αλλὰ γὰρ ἐάσαντες ἤδη καὶ ταῦτα τῶν ἑξῆς εἰρηµένων ἀκούσωµεν αὐτῷ καὶ πρώτης γε τῆς ῥήσεως, ἐν ᾗ φησὶ τὸν προκείµενον ἀφορισµὸν ῥίζαν τε καὶ πηγὴν ἔχειν τὸ ὅτι πλῆθος ὑγρῶν ‘τῶν νοσηµάτων ἐστὶ συνεκτικὸν αἴτιον’. ἄµεινον ἴσως κἀνταῦθα παραγράψαι τὴν ῥῆσιν ὅλην αὐτοῖς ὀνόµασι. γέγραπται δ’ οὕτως ὑπ’ αὐτοῦ· αὐτίκα τὸ ὧδέ πως εἰρηµένον (καιρὸς γὰρ ἤδη ἐπὶ τὴν ἐξ εὐθείας παρελθεῖν ἀντίρρησιν)· “ἐν τῇσι ταραχῇσι τῆς κοιλίης”, ὡς τὸ παραλειπόµενον τοῦ ἀφορισµοῦ ἅπαν ῥίζαν τε καὶ πηγὴν ἔχει τὸ ὅτι πλῆθος ὑγρῶν νοσοποιεῖ τὰ σώµατα κατὰ ἔννοιαν συνεκτικοῦ αἰτίου, ὅθεν ἀποδεδειγµένῳ τῷ οὐκ ἐν ὑγροῖς εἶναι αἴτια τῶν παθῶν (ψευδὴς γὰρ ἡ δόξα) συναποδέδεικται καὶ ἡ τοῦ ἀφορισµοῦ µοχθηρία, ὅτι ἀδήλῳ εὑρήµατι ἕπονται ψεύδη. αὕτη µὲν ἡ ῥῆσις αὐτοῦ· κάλλιστον δ’ ἦν, εἴπερ ἐνεχώρει γενέσθαι θέατρόν τι πληρώσαντας µὴ τοιοῦτον οἷον ὁ Θεσσαλὸς ὑποθέµενος ἐστεφάνωσεν ἑαυτὸν ἐν τοῖς ληρώδεσι βιβλίοις, ἀλλ’ ὂν µεστὸν ἀνδρῶν πεπαιδευµένων, ἐρέσθαι τὸν ᾿Ιουλιανὸν <ἐξ> ὁποίας ὁρµώµενος ἀποδεικτικῆς µεθόδου τὸν εἰρηµένον ὑπ’ αὐτοῦ λόγον ἀληθῆ νοµίζει. γενήσεται γάρ, εἴ τις αὐτὸν ἑρµηνεύσειεν, ὡς προσήκει, τοιόσδε· ‘τοῖς ἡγουµένοις ἐπὶ ταῖς κενώσεσιν ὠφελεῖσθαι τοὺς κάµνοντας ἀναγκαῖόν ἐστι συνεκτικὸν αἴτιον ὑποθέσθαι τῶν νόσων πλῆθος.’ εἰ δ’ ἀληθής ἐστιν ὁ λόγος οὗτος, ἡδέως ἂν ἐπει<ρώ>µην τοῦ θεάτρου πεπαιδευµένων ἀνδρῶν, ἵνα κἀκ τοῦ πλήθους αὐτῶν αἴσθηταί ποτε τῆς ἐµπληξίας ὁ ληρώδης ᾿Ιουλιανός. ἐκ µὲν γὰρ αὐτῶν τῶν λεγοµένων ἀδύνατον αἰσθέσθαι τοιούτῳ γε ὄντι οἷον ἑαυτὸν ἐπιδείκνυται διὰ τῶν γραµµάτων. ἀλλ’ <οἷς τις> ἐν τῷ θεάτρῳ καλῶς ἐγχειρήσει, ταῦτα καὶ νῦν ἐρῶ. ἡ τῶν Θεσσαλείων ὄνων ἀγέλη φλεβοτοµοῦσι παµπόλλους τῶν πυρεττόντων. εἰ µὲν βλάπτεσθαι νοµίζουσιν ἐκ τῆς κενώσεως αὐτούς, οὐκ ὀρθῶς φλεβοτοµοῦσιν· εἰ δ’ ὠφελεῖσθαι, συνεκτικὸν αἴτιον ὑποτίθενται πλῆθος, ὅπερ οὐ βούλονται. τάχ’ οὖν ἄν τις ἐξ αὐτῶν εἴποι· ‘καὶ τίς ἀνάγκη συνεκτικὸν αἴτιον εἶναι τὸ πλῆθος ὠφελούσης τῆς κενώσεως;’ πρὸς ὃν ἀποκρίνασθαί µοι ῥᾷστον, ὡς ἀνάγκη µὲν οὐδεµία, λέγει δ’ οὖν ταῦτα τῶν ἐκ τῆς ἀγέλης τῆς ὑµῶν οὑτοσί, καὶ δείξω τὸν ᾿Ιουλιανὸν ἐκεῖνόν τε φήσω δίκαιον εἶναι λόγον ὑπέχειν ὧν ἐλήρησεν. οὕτω µὲν <ἂν> ἐν τῷ θεάτρῳ προσηνέχθη τις αὐτῶν. νυνὶ δὲ (οὐ γὰρ ἔχοµεν θέατρον) εἰς τὰς αὐτὰς ἥκουσι λαβὰς ὀλίγου <δεῖν> πάντες, ἄν τ’ ἀληθεῖς ὑπάρχωσιν ἄν τε καὶ προφανῶς ψευδεῖς.

᾿Ιουλιανὸς τοιγαρ<οῦν> ἀεὶ γράφει τὸ ἐπελθὸν αὐτῷ µηδεπώποτε φροντίσας ἀληθείας, ἐγὼ δὲ παρ’ ὅλον ἐµαυτοῦ τὸν βίον οὐδὲν οὕτω σπουδάσας ὡς γνῶναι πρῶτον µὲν ἀποδεικτικὴν ἐπιστήµην, ἀσκηθῆναι δ’ αὖθις αὐτῇ µετὰ πάσης σπουδῆς, ἔοικα κάµνειν µάτην. ὅσοι µὲν γὰρ ἀποδείξει παρακολουθοῦσι, τάχα µὲν καὶ γιγνώσκουσιν ὅλως µηδέπω τὸν ᾿Ιουλιανὸν ἀφιστάµενον λήρων. ὅσοι δ’ ἐκ τῆς ἀγέλης εἰσὶν αὐτοῦ, τὴν ἀρχὴν οὐδὲν µανθάνουσι τῶν λεγοµένων. διὰ ταῦτα τοίνυν, ὅπερ καὶ πρόσθεν ἔλεγον, οὐ σµικρόν µοι τοῦτον <τὸν> ἆθλον οἱ φίλοι προσέταξαν, ὧν ἕνεκεν ἐπιστηµονικωτέρων ἅψοµαι λόγων. ἐχρῆν µὲν δήπου µὴ φθέγγεσθαι µόνον ὀνόµατα τῇ διαφορᾷ τῶν αἰτίων προσήκοντα τὸν ᾿Ιουλιανόν, ἀλλὰ καὶ φυλάττειν αὐτῶν τὰ σηµαινόµενα. νυνὶ δὲ (καὶ γὰρ τοῦθ’ ἕν ἐστι τῆς ἐµπληξίας ἁπάντων τῶν Μεθοδικῶν κοινόν) ἄχρι µὲν τῆς προσηγορίας ἥκει τῶν συνεκτικῶν αἰτίων, οὐ παρακολουθεῖ δ’ ὅπῃ διαφέρει τῶν προηγουµένων ἢ πάντως ἂν ἐγίνω-σκεν <ὡς> ἡ τῶν νοσηµάτων αὔξησις τῶν προηγουµένων αἰτίων ἔργον ἐστίν. ὃ γὰρ ὅλως ἤρξατο τῆς γενέσεως τοῦ νοσήµατος, ἀνάγκη τοῦτο αὐξάνειν αὐτὸ µέχρι περ ἂν ἐνεργῇ τι παρόµοιον· εἴ γ’ οὕτως τύχοι, δριµὺ φάρµακον ὡς ἑλκοῦν δύνασθαι µιᾷ µὲν ὥρᾳ κατὰ τοῦ δέρµατος ἐπιτεθὲν αὐτὴν µόνην ἑλκώσει τὴν καλουµένην ἐπιδερµίδα. πλείονι δὲ χρόνῳ πλησιάζον ἔργον ἀξιόλογον ἐργάσεται πρώτου µὲν τοῦ δέρµατος, εἶτα καὶ τῶν ὑποκειµένων σαρκῶν. καὶ τὰ δὲ καλούµενα σηπτὰ µέχρι µὲν τῶν ὑποκειµένων ὀστῶν ἐνίοτε προέρχεται, διακαίοντα τὴν ἐπικειµένην αὐτοῖς <ἅπασαν> σάρκα. τοιαύτην οὖν φύσιν ἐχόντων τῶν προηγουµένων αἰτίων οὐχ οἷόν τε τὸ γεγονὸς ἤδη πάθος ἰάσασθαι µενόντων. ὅπου γὰρ ἐδείχθη µεῖζον γιγνόµενον, οὐκ ἂν δήπου τελέως ὑγιασθείη, πρὶν τὸ ποιοῦν ἀρθῆναι. τὰ τοίνυν προηγούµενα τῶν αἰτίων, οἷόν περ καὶ τὸ πλῆθός ἐστιν (ὑποκείσθω γὰρ πρῶτον ἐν τῷδε τῷ λόγῳ προηγούµενον), εἰ µή τις ἐκκόψει πρότερον, ἀδύνατον αὐτῷ τὸ ἤδη γεγονὸς πάθος ἰάσασθαι, καὶ διὰ τοῦτο <᾿Ασκληπιάδης> πλῆθος ἡγεῖται προκατάρχειν νόσων ὑπό τε τῆς κενώσεως αὐτοῦ φησιν ὠφελεῖσθαι τοὺς κάµνοντας οὐκ εἰς τὸ λύειν ὧν ἐποίη<σεν> ἤδη παθῶν, ἀλλ’ εἰς τὸ µηκέτι αὐξάνειν αὐτὰ <καὶ> ἀπαιτεῖ τοῖς ἰατροῖς ἐπιτελεῖσθαι τὴν ἴασιν.

ἀλλὰ γὰρ ὑποκείσθω τὸ πλῆθος γίγνεσθαί ποτε νόσων αἴτιον συνεκτικόν, ἀναγκαῖον αὐτοῦ τῇ κενώσει παύσασθαι τὸ νόσηµα. καὶ µὴν οὐδέποτέ ἐστιν, ὥς φησιν ᾿Ασκληπιάδης, συνεκτικόν. ἀποχωρήσαντας γὰρ ἐνταῦθα τοῦ ληρώδους ᾿Ιουλιανοῦ βέλτιον ᾿Ασκληπιάδῃ διαλεχθῆναι κἂν εἰ µηδὲν ἄλλο νοµίµῳ γοῦν ὑπάρχοντι σοφιστῇ. λόγους γὰρ εἴωθεν ἐρωτᾶν πιθανωτάτους ὁ ἀνὴρ οὗτος οὐκ ἀκόµψως πεπανουργευµένους, ὅπερ ἦν ἔργον οἶµαι σοφιστοῦ. τοιοῦτος δὲ δή τίς ἐστι καὶ ὃν ἐφεξῆς ἔγραψεν ᾿Ιουλιανὸς οὐ µὰ τὸν Δία τῆς δυνάµεως αἰσθανόµενος αὐτοῦ (πάντας γὰρ ἂν ἐγεγράφει τοὺς τοιούτους), ἀλλ’ ἀποµνηµονεύσας εἰρηµένων ὑπ’ ᾿Ασκληπιάδου, ὡς, εἴ γε τῶν ἰδίων ᾿Ιουλιανοῦ λόγων ἦν, ὁµοίως ἂν ἐφαίνετο τοῖς ἔµπροσθεν ληρώδης. ὁ τοίνυν ᾿Ασκληπιάδης φησίν, ὡς, εἴπερ ἦν συνεκτικὸν αἴτιον τὸ πλῆθος τῶν παθῶν, ἐπὶ δαψιλέσι κενώσεσιν ἐνίοτε κατὰ τὴν ἀρχὴν τῆς νόσου γενοµέναις εὐθὺς <ἄν> ἁπάντων ὀχληρῶν ὁ κάµνων ἀπηλλάττετο· νυνὶ δὲ φαίνεσθαι πολλάκις αὐξανοµένας τὰς νόσους ἤδη τοῦ πλήθους καθῃρηµένου. οὗτος ὁ λόγος ἱκανῶς πιθανός ἐστι καὶ διὰ τοῦτο δεῖται λύσεως ἰδίας, οὐ µὴν ἅπτεται τῶν κατὰ τὸν ἀφορισµὸν ῾Ιπποκράτους εἰρηµένων. οὐ γὰρ ἐκ δόγµατος ἐκεῖνα τὴν πίστιν ἔσχηκεν, ἀλλ’ ἐκ λογισµοῦ κοινοῦ πάντων ἀνθρώπων, ᾧ καὶ τοὺς ᾿Εµπειρικοὺς ἔφην χρῆσθαι. διὸ καὶ λύωµεν αὐτὸν τὸν ᾿Ασκληπιάδου λόγον οὐχ ὡς προσήκοντα τοῖς κατὰ τὸν ἀφορισµὸν εἰρηµένοις, ἀλλ’ ἐπειδὴ βέλτιον εἶναι δοκεῖ τῶν ᾿Ιουλιανοῦ λήρων ἀνεσχηµένους ἄχρι δεῦρο γυµνάσασθαί ποτε διαλεκτικώτερον ἀνθρώπῳ προσπαλαίσαντας ὄντι σοφιστῇ. ὅταν οὖν ὀνοµάζῃ πλῆθος ὁ ᾿Ασκληπιάδης, ἐρωτητέον αὐτὸν ὁπότερόν φησιν, ἆρά γε τὸ πρὸς τὴν δύναµιν εἴτε τὸ πρὸς τὴν χώραν τῶν ἀγγείων, ὃ δὴ καὶ κατὰ τὸ ἔγχυµα καλεῖν εἰσιν εἰθισµένοι, καὶ πότερον τὸ καθ’ ὅλον τὸ σῶµα γιγνόµενον ἢ κἂν ἐν µέρει τινὶ συνίσταται. τὸ µὲν οὖν ὡς πρὸς τὴν δύναµιν οὐδ’ εἰπεῖν αὐτῷ δυνατὸν ἀνῃρηκότι τὰς δυνάµεις σχεδὸν ἁπάσας αἷς διοικεῖται τὸ ζῷον. τὸ δ’ ὡς πρὸς τὴν χώραν τῶν ἀγγείων ἔστι µὲν δήπου καὶ τοῦτο διττὸν ἤτοι τῷ κατὰ φύσιν µέτρῳ παραβαλλόµενον ἢ ψιλῷ καὶ µόνῳ τῷ µὴ στέγεσθαι. δύναται δὲ ἑκάτερον αὐτῶν ἤτοι καθ’ ὅλον ὑπάρχειν τὸ ζῷον ἢ καθ’ ἕν τι µόριον ἢ πλείω. καὶ δέδεικται πρὸς ἡµῶν ἔν τε τοῖς ὑποµνήµασιν ἐν οἷς τὰς Αἰτίας τῶν συµπτωµάτων διερχόµεθα κἀν τῷ <Περὶ> τῶν παρὰ φύσιν ὄγκων ὅ τε σπασµὸς ἐνίοτε καὶ ὁ τρόµος ἥ τε φλεγµονὴ διὰ παντὸς ἐρυσίπελάς τε καὶ τὸ καλούµενον ὑπὸ τῶν νεωτέρων ἰατρῶν οἴδηµα καὶ πρὸς τούτοις ἕτερά τινα πάθη πληθωρικὴν ὑπόθεσιν ἔχοντα καί, εἴ τις κενώσει τὸ πλῆθος, αὐτίκα τὸ µόριον εἰς τὸ κατὰ φύσιν ἐπανερχόµενον. εἴρηται δὲ καὶ Περὶ τῶν συνεκτικῶν αἰτίων ἑτέρωθι δεικνύντων ἡµῶν ὅτι τε τοὔνοµα καὶ τὸ πρᾶγµα αὐτὸ καθ’ οὗ τοὔνοµα τῆς Στωϊκῆς αἱρέσεώς ἐστι καὶ ὡς οὐκ ὀρθῶς οὔθ’ ὑπειλήφασιν οὔτ’ ὀνοµάζουσιν οἱ νεώτεροι τῶν ἰατρῶν ἅπαν τοῦτο τὸ γένος, καίτοι γε καὶ ἡµεῖς ἑπόµενοι πολλάκις αὐτοῖς, ὅπως µὴ δόξωµεν ἐρίζειν ὑπὲρ ὀνόµατος, ἔνια τῶν αἰτίων οὕτω καλεῖσθαι συγχωροῦµεν, οὐ µὰ Δί’, ὅσα τῶν ἁπλῶς ὄντων ἐστίν, ἀλλὰ τῶν ἐν τῷ γίγνεσθαι τὸ εἶναι κεκτηµένων. ἐν τούτῳ µὲν ἡ λύσις τοῦ σοφίσµατος, ἅπαντα δὲ µεταφέρειν ἐνταῦθα τῆς ᾿Ιουλιανοῦ φλυαρίας ἔργον οὐχ ἡµέτερον.

ἀλλ’ ἐφ’ ἕτερόν τι τῶν προβεβληµένων ἴωµεν ὃ κοινῇ πρὸς ἅπαντ’ ἐστὶ τῶν ἐν ὑγροῖς αἰτίων <ὧν> τὸ γένος ὑπάρχει διττόν, ἐν πλήθει µὲν τὸ ἕτερον, ἐν διαφθορᾷ δὲ τὸ ἕτερον. ἀλλ’ ἀµφοῖν γε ῥᾳδίαν ἔσεσθαί φασι τὴν ἴασιν, ἐν ἀκαρεῖ χρόνῳ δυναµένων ἡµῶν καὶ τοῦ πλεονάζοντος ἀποχέαι τὸ περιττὸν καὶ τὸ διεφθαρµένον ὅλον ἐκκενῶσαι, ὥστ’ οὐδέποτε χρονίσειν νόσηµα. τοῦτον οὖν τὸν λόγον οὕτως ὄντα σαφῆ τε ἅµα καὶ σύντοµον ἀσαφῶς καὶ µακρῶς ὁ ᾿Ιουλιανὸς ἔγραψε κατὰ τήνδε τὴν ῥῆσιν· αὐτίκα <ἔοικεν> ἐν τῷ ἀφορισµῷ λῆµµα συνηρπάσθαι οὐκ ἀποδεδειγµένον τὸ ὅτι ὑγροῦ πλῆθος νοσοποιεῖ ἢ µεταβολὴ πρὸς τὸ οὐκ οἰκεῖον τῆς ἰδίας ποιότητος, <ᾗ τὸ> ὄνοµα ἰατρῶν παῖδες ἔθεντο κατὰ τοῦ ὅλου εἴδους διαφθοράν, ὥστε τοῦ νοσοποιοῦ ἀποκρινοµένου ὠφέλειαν ἔσεσθαι φαντάζεται σφόδρα ἰταµῶς πρός γε τὴν ἀπὸ τοῦ ἀµάχου φαινοµένην κρίσιν. <ἀλλὰ τὸ> ὑγροῦ τινος ἐν τῷ σώµατι πλῆθος τῆς νόσου τὸ αἴτιον εἶναι νοµίζειν ἢ οὐ πλῆθος µέν, τροπὴν δὲ ἀδιανόητόν τε καὶ πρὸς τὴν ἀλήθειαν ἀσύµφωνον τόδε τυγχάνει ὄν. καὶ γὰρ <ἦν> τὰ πάθη εὔλυτα πάντα καὶ οὐκ ἂν ἦν τι χρόνιον ἥ τε θεραπεία πᾶσα µονοειδὴς οὐδ’ ἡντινοῦν δυσχέρειαν ἐργώδη ἔχουσα. ἁπλοῦν γὰρ ἦν ἐκ παρακειµένου κενῶσαι τὸ νοσοποιοῦν καὶ αὐτίκα ἐν ἀρχῇ καὶ κατὰ τὴν πρώτην ὑπόστασιν λύειν τὸ πάθος, ὥσθ’ ἑνὸς µόνου δεῖσθαι κενωτικοῦ βοηθήµατος καὶ τοῦτο παρὰ πάντα καιρὸν ἐνεστῶτα πεσόντα ὁρίζειν καὶ αἵµατος µένοντος µόνῃ ἀρκεῖσθαι φλεβοτοµίᾳ, φλέγµατος δὲ φλεγµαγωγῷ, χολῆς δὲ χολαγωγῷ.

7. Αὕτη µὲν ἡ τοῦ ᾿Ιουλιανοῦ ῥῆσις. ἔστι δ’, ὡς ἔφην, ὁ κατ’ αὐτὴν λόγος τοιόσδε· “εἴπερ ἐν ὑγροῖς εἴη τὰ τῶν νόσων αἴτια, δυνατόν ἐστιν ἡµῖν ἐν τάχει κενοῦσιν αὐτὰ µηδενὶ νοσήµατι χρονίζειν ἐπιτρέπειν. ἀλλὰ µὴν χρονίζει γε πολλά, κἂν κατὰ τὴν ἀρχὴν αὐτῶν ἱκανῶς ἐκκενώσωµεν τὸ σῶµα. οὐκ ἄρα ἐστὶν ἐν ὑγροῖς τὰ αἴτια.” ἀλλ’ ὅ γε λόγος οὗτος, εἰ µὲν περὶ τοῦ πρὸς τὴν χώραν τῶν ἀγγείων ἐν ὅλῳ τῷ σώµατι συνισταµένου πλήθους ἐστίν, ἀληθὴς ὑπάρχει (βουληθέντες γὰρ εὐθέως ἐν ἀρχῇ τῆς νόσου κενῶσαι τὸ περιττὸν ἐκκρίνοµεν ἅπασαν πληθωρικὴν διάθεσιν). εἰ δὲ περὶ τοῦ κατά τι µόριον, ἐν ᾧ καὶ πλείω γιγνόµενα, ψευδής. ἐπιδέδεικται γὰρ ἡµῖν ἐκεῖνο τὸ πλῆθος οὐκ ἀεὶ κενοῦσθαι ταχέως δυνάµενον. οὕτω δὴ καὶ περὶ τῆς διαφθορᾶς ὁ λόγος ἐρωτώµενος [εἰ] πρόχειρον ἔχει τὴν λύσιν. οὐ γὰρ οἷόν τε ταχέως αὐτὴν ἐκκενῶσαι, καθάπερ ἐξ ἀσκοῦ τινος ἢ πίθου. κἂν <εἰ> ἐκ τούτων ὅλων ἐκκενώσαιµεν πῇ ποτε τὸ µοχθηρὸν ὑγρόν, οὐκ εὐθέως ἀντεγχέοµεν ἕτερον χρηστόν, ἀλλὰ διανίψαντές τε καὶ πλύναντες ἀκριβῶς τὸ ἀγγεῖον. ἆρ’ οὖν οὕτω δυνατὸν ἐν ἀνθρώπου σώµατι κενῶσαι µὲν τὸ διεφθαρµένον αἷµα, χρηστὸν δὲ ἀντεγχεῖν παραχρῆµα τοῖς ἐκείνου µορίοις [ἄξιον τοῦτο]; πῶς οὖν ἐν τάχει φασὶ δύνασθαι κενωθῆναι τὴν διαφθοράν; οὕτως ὡς καὶ τἄλλα πάντα λέγουσιν εὐχερῶς οὐδενὶ προσέχοντες τὸν νοῦν οὐδὲ µετὰ περισκέψεως ἀκριβεστέρας ὅλον ἀθροῦντες τὸ πρᾶγµα. καὶ µὴν καὶ χολῆς περιεχοµένης ἐν τῷ σώµατι πολλῆς ἄνευ µὲν πυρετοῦ ῥᾴδιον ἐκκενῶσαι πολλάκις. εἰ δ’ ἁλῶναι φθάσειεν ὁ ἄνθρωπος ὀξεῖ πυρετῷ, χαλεπώτατον. οὐ γὰρ οὐδ’ ἐγχωρεῖ χρῆσθαι καθαίρουσι φαρµάκοις ἀκινδύνως. ὁµοίως δὲ καὶ περὶ φλέγµατος ἔχει καὶ τῶν ὀρρωδῶν περιττωµάτων. εἴρηται δὲ καὶ περὶ τούτων ἁπάντων ἐν ἄλλαις πραγµατείαις καὶ χρὴ τὸν βουλόµενον ἀκριβῶς τι γνῶναι περὶ αὐτῶν ἐκεῖθεν ἐκµανθάνειν. ὅτι µὲν οὖν ἡ φλεγµονὴ πληθωρικόν τι νόσηµά ἐστιν, οὐκ ἐν αὐτοῖς µόνοις τοῖς ἀγγείοις στεγοµένου τοῦ πλήθους, ἀλλὰ καὶ τὰς ἐν τοῖς µυσὶ χώρας κενὰς ἁπάσας καταλαµβάνοντος, ἐξ ἐκείνου µάλιστα µαθήσῃ τοῦ γράµµατος ἐν ᾧ Περὶ τῶν παρὰ φύσιν ὄγκων ὁ λόγος ἐστί µοι, ὅτι δ’ οὐχ οἷόν τε φλεγµονὴν ἅπασαν ἰάσασθαι ταχέως ἐν τοῖς Θεραπευτικῆς µεθόδου γράµµασιν εἴρηται κατ’ ἐκεῖνα µάλιστα τὰ βιβλία δι’ ὧν ἡ µέθοδος δείκνυται τῆς περὶ τῶν παρὰ φύσιν ὄγκων ἰάσεως. ἐνίοτε γὰρ οὕτως ἰσχυρῶς καὶ δυσλύτως ἐµπλάττονται ταῖς σαρξὶ γλίσχροι καὶ παχεῖς χυµοί, ὥστε κίνδυνον εἶναι χρονιζόντων αὐτῶν ἀκολουθήσειν σκίρρον. ἀλλ’ οἱ µηδὲν τούτων εἰδότες ἐξ ὧν ἀγνοοῦσι τὰ τῆς τέχνης ἐπίκαιρα <τολµῶσι> κατηγορεῖν ῾Ιπποκράτους. καίτοι γε ἀντιστρέψας ἄν τις, εἰ µὲν ἤτοι ψυχθείη <τι> τῶν στερεῶν σωµάτων ἢ θερµανθείη, ῥᾳδίαν ἔσεσθαί φησι τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον αὐτῷ, καθάπερ γε καὶ εἰ πυκνωθείη ποτὲ ἢ µανώτερον γεννη-θείη. τό τε γὰρ ψυχθὲν θερµῆναι καὶ τὸ θερµανθὲν ψύξαι καὶ τό τε πυκνωθὲν ἀραιῶσαι καὶ τὸ µανωθὲν πυκνῶσαι χαλεπὸν οὐδέν, ἐµπεπλασµένον δὲ χυµὸν ἤτοι γλίσχρον ἢ παχὺν ἐν σαρκώδεσι µορίοις ἐκκενῶσαι χαλεπώτατον. ὅπου γὰρ δὴ καὶ τὸν ἐκ τούτων τῶν ἀγγείων τῶν ἀραιῶν ἐκκαθῆραι ῥύπον οὐκ εὐπετές, ἦ πού γ’ ἐκ τῶν σαρκοειδῶν ἕτοιµον. ὥστε πάνυ µοχθηρὸς ὁ λόγος ὁ τὰς ἐν ὑγροῖς αἰτίας εὐιατοτέρας εἶναι φάσκων ἀεὶ τῶν ἐν τοῖς στερεοῖς. εἰ µὲν γὰρ ἁπλῶς πλῆθος εἴη, καθ’ ὅλην τοῦ ζῴου τὴν ἕξιν ἐν τοῖς ἀγγείοις περιεχόµενον, ὅπερ ἰδίως ὀνοµάζουσι πλῆθος, ἕτοιµόν τε παραχρῆµα κενῶσαι τοῦτο καὶ τῶν συµπτωµάτων ὁ κάµνων ἀπαλλαγήσεται τῶν δι’ αὐτοῦ. κακοχυµίας δέ τινος ἢ διαφθορᾶς ὑπαρχούσης ἀδύνατόν ἐστι διὰ κενώσεως ἀθρόας ἰάσασθαι τὸν ἄνθρωπον. καὶ µέντοι καὶ φαίνεται ταῦθ’ οὕτως γιγνόµενα, πολλοὶ µὲν γὰρ βαρυνόµενοί τε τὸ σῶµα καὶ τάσεως αἰσθανόµενοι παραχρῆµα τῶν συµπτωµάτων ἀπηλλάγησαν ἐπὶ ταῖς φλεβοτοµίαις, ἔνιοι δὲ µῆνα ὅλον ὑπὸ διαφθορᾶς ὀχλούµενοι διετέλεσαν, µήτ’ ἀθρόως ἐκκενῶσαι τὸ µοχθηρὸν αἷµα δυναµένων ἡµῶν µήθ’ ἕτερον ἀντεγχέαι χρηστόν. ἐκ µὲν γὰρ τῶν σίτων δήπου καλῶς κατεργασθέντων ἐν τῷ τοῦ ζῴου σώµατι τὸ χρηστὸν αἷµα γεννᾶσθαι πέφυκεν. ἐν αὐτῷ δὲ τῷ προσφέρεσθαι τροφὰς ἐπιτηδείους κίνδυνός ἐστι τῷ προϋπάρχοντι µοχθηρῷ συνδιαφθαρῆναι τὸ χρηστόν, ὅθεν οὐδὲ πᾶσαν οἷόν τε διαφθορὰν ἰάσασθαι, ἀλλ’ ἐκείνην µόνην ἐφ’ ἧς ἰσχυρὸν µὲν ἔτι τὸ σῶµά ἐστιν, ἡ δύναµις δ’ εὔρωστος. οὐ µὴν ἰῶδες ἐγένετο τὸ αἷµα παντάπασιν οὐδ’ οἷον συνδιαφθεῖραι τὴν ἐπιρρέουσαν τροφήν, ἀλλ’ αὐτὸ µᾶλλον ὑπ’ ἐκείνης ἐπικρα<τη>θῆναι. οὐ µὴν οὐδὲ ὅταν τὸ πρὸς τὴν δύναµιν πλῆθος συστῇ, δυνατὸν ἰάσασθαι ταχέως αὐτὸ συγκαταλυοµένης ἐνίοτε τῇ κενώσει τῆς δυνάµεως. εἴρηται δὲ ἡµῖν καὶ περὶ τῆς τοιαύτης διαθέσεως ἐν τῇ τῆς Θεραπευτικῆς µεθόδου πραγµατείᾳ. ὀλιγάκις οὖν ἐπὶ τῇ κενώσει τὸν ἄνθρωπον δείξεις ὑγιαίνοντα παραχρῆµα. γενήσεται µέντοι ποτὲ τοῦτο, καθάπερ καὶ φαίνεται καὶ δείκνυσιν ἐναργῶς ἡ πεῖρα τοῦ λόγου τὴν ἀλήθειαν. ἔνιοι γὰρ ἐπὶ ταῖς κενώσεσιν αὐτίκα πάντων ἀπαλλάττονται τῶν ὀχληρῶν, ἀλλ’ οὔτ’ ἴσασι τὰς διαθέσεις αὐτῶν οἱ ἰατροὶ πάντες, οὔτ’ εἰ γινώσκουσιν, εὐθέως διαγινώσκειν δύνανται. οὗτοι τοίνυν οἱ µάλιστα ληροῦντες, ὧν, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ὁ κορυφαῖός ἐστιν ᾿Ιουλιανός, ἀνοµίλητος µὲν ἀεὶ διατελέσας τοῖς ἔργοις τῆς τέχνης, ἐξ ὧν δ’ αὐτὸς ἔγραψε <γνωρίζεται θρασυνό>µενος, ἀλλ’ ἡµεῖς γε δι’ αὐτῶν τῶν ἔργων τῆς τέχνης πολλάκις ἐδείξαµεν ἐπὶ τῇ κενώσει τοῦ πλήθους ἑκατέρου παραχρῆµα τοὺς ἀνθρώπους ὑγιασθέντας. ἑκάτερον δὲ λέγω τό θ’ ὡς πρὸς τὴν χώραν τῶν ἀγγείων ὃ δὴ καὶ πληθώραν ὀνοµάζουσι τό τε πρὸς τὴν δύναµιν, ὅταν µὴ συγκαταλύηται τῇ κενώσει. ταῦτα µὲν οὖν, ὅταν ἄρξηταί τ<ις ἀκρι>βῶς ἐπισκέπτεσθαι τοὺς ἀρρώστους, ἅµα τοῖς ἐπισταµένοις ἰάσασθαι µαθήσεται.

На страницу:
37 из 47