
Полная версия
Сочинения. Том 5
7. Τὸ δ’ ὅσον χρὴ κενοῦν αἵµατος πλεονάζοντος οὐδὲν µέγα. τί δήποτ’ οὖν παρεῖδεν ὁ ᾿Ερασίστρατος αὐτὸ καθάπερ τι τῶν µεγάλων; ἢ τί ληροῦσιν οἱ πρὸς ἅπαν ἐρίζειν ἑτοιµότατοι τῆς κενώσεως ἄγνωστον εἶναι φάσκοντες, ὥσπερ καὶ τῶν ἄλλων βοηθηµάτων ταυτὸν κατηγοροῦντες; ἢ τίνος ὦ πρὸς θεῶν ἀκριβῶς οἴονται τὸ µέτρον λαβεῖν, ὡς µήθ’ ὑπερβάλλειν τὸ ποσὸν µήτ’ ἐλλείπειν; ἆρά γε κλυστῆρος, ἢ τῶν καθαιρόντων τινὸς φαρµάκων, ἢ τῶν οὔρησιν κινούντων, ἢ τροφῆς ἢ πόµατος οὐδενὸς τῶν πάντων; ὥρα τοίνυν αὐτοῖς εἰς ἅπαντα τὴν ὑποψίαν ἐκτείνουσιν ἡσυχάζειν περὶ πᾶν. τί ποτ’ οὖν αὐτὸς ὁ ᾿Ερασίστρατος καθαίρουσι χρῆται φαρµάκοις καὶ οἶνον δίδωσιν ὕδατι ψυχρῷ κεραννὺς, ἄλλοις τέ τισι καὶ χολερικοῖς. ἐνταῦθα µέν γε φορτικῶς ἱκανῶς ἐπαινῶν τὸν διδάσκαλον Χρύσιππον, ὡς ἐξευρόντα βοήθηµα µηδενὶ τῶν ἔµπροσθεν ἐγνωσµένον, µόνον διαρκὲς εἰς ἴασιν χολερικῶν ἤδη θανάτῳ πελαζόντων. οὐ γὰρ ἐν τῷ τυχόντι δίδωσιν αὐτῷ καιρῷ, ἀλλ’ εἰς ὀξὺ σφόδρα κατήγαγε τὴν χρῆσιν τοῦ βοηθήµατος. καὶ οὐ µέµφοµαι τοῦτο, εἰ πάντα ἀκριβῶς ἐστοχάσατο τοῦ καιροῦ. θαυµαζέτω δέ τις ἐκεῖνο, πῶς ἐν οἷς µὲν αὐτὸς εἴρηκεν, εἰ Χρυσίππειόν τι διδάσκει, τολµηρὸς ἱκανῶς ἐστι καὶ οὐδὲν ἄρα τηνικαῦτ’ αὐτὸν, οὐκ ὀξύτης καιροῦ κατέπληξεν, οὐ τοῦ µέτρου τὸ δύσληπτον, οὐ τοῦ πάθους τὸ κινδυνῶδες, ἀλλ’ οὕτως οἴεται σαφῶς τε ἅµα καὶ ἀκριβῶς αὐτό τε τὸ µέτρον καὶ τὸν καιρὸν ἐκδιδάσκειν, ὥστ’ οὐ µόνον ἰατροῖς, ἀλλ’ ἤδη καὶ ἰδιώταις χρησίµους εἶναι τὰς ὑποθήκας νοµίζει. οἷς δ’ ἄν τινα δέοι τῶν πρεσβυτέρων ἰατρῶν ἐπαινέσαι τῆς εὑρέσεως, ἐνταῦθα παντάπασιν ἀποδιδράσκει. φέρε δὴ καὶ τοῦτο αὐτοῖς ἐπιδείξοµεν, ὡς παντὸς οὑτινοσοῦν βοηθήµατος ἐν φλεβοτοµίᾳ τὸ µέτρον εὐληπτότερον. εἰ καὶ γὰρ χρόας µεταβολὴν ἔνεστι πολλάκις τεκµήρασθαι καὶ διχῶς τοῦτο ποιῆσαι, ποτὲ µὲν τοῦ ῥέοντος αἵµατος, ποτὲ δὲ καὶ τοῦ κάµνοντος αὐτοῦ. καὶ λειποθυµία ἐπὶ πολλῶν παθῶν ὅρος ἐστὶ κενώσεως, καὶ ὁ τόνος τῆς ῥύσεως τοῦ αἵµατος ὀκλάζων, καὶ οἱ σφυγµοὶ τρεψάµενοι. καὶ µόνης ταύτης κενώσεως αὐτοκράτορα τὴν ἐξουσίαν ἔχει ὁ ἰατρὸς παύειν ὅτε βούλοιτο, τῶν δ’ ἄλλων οὐδεµιᾶς. ἀλλ’ εἴθ’ ὑπήλατον φάρµακον δώσεις, εἴτε ἐµετήριον, εἴτε οὔρων κενωτικὸν, εἴτε θώρακος, εἴτε κεφαλῆς καθαρτικὸν, πρώτη δόσις ἐπὶ σοὶ, τὰ δ’ ἐφεξῆς ἡ τύχη βραβεύει καὶ µέγας ὁ κίνδυνος ἐπὶ φαρµάκων καθαιρόντων δόσεσιν ἢ µὴ κινηθῆναι τὴν κάθαρσιν ἢ µὴ ῥᾳδίως ἐκκριθῆναι τὸ συῤῥοῦν εἰς τὴν κοιλίαν, ἢ µετὰ πόνων καὶ δήξεων καὶ στρόφων καὶ καταψύξεως καὶ ἀσφυξίας καὶ λειποθυµίας ἐκκρίνεσθαι, ἢ ταραχθῆναι µὲν ὅλον τὸ σῶµα σφοδρῶς, ὀλίγον δὲ κενωθῆναι ἢ ὑπερκενωθῆναι. καὶ γὰρ αὖ καὶ τοῦτο γίνεται πολλάκις ἐν τῷδε, κακῶν ἔσχατον. οὐ γὰρ ὥσπερ ἐπὶ τῆς φλεβὸς τῆς διῃρηµένης ἐπιθεὶς τὸν δάκτυλον εὐθὺς ἔπαυσας, τὸ ῥέον εἰς τὴν γαστέρα παύειν. ἀλλ’ ὅµως οὐδεὶς ἰατρῶν ἀφίσταται δόσεως φαρµάκων, εὐλαβείᾳ τῶν ἐπιγιγνοµένων συµπτωµάτων, ἀλλ’ ὡς σφαλεὶς νῦν οὕτω µηκέτι χρῆσθαι προνοεῖται. τί λέγω καθαρτικὰ καὶ φαρµάκων ἰσχυρῶν µνηµονεύων διατρίβω, σιτίου παντὸς ἡ διαµαρτία τοῦ µέτρου µέγιστα βλάπτει; θεάσασθαι δέ ἐστιν ἐναργῶς τῆς βλάβης τὸ µέγεθος ἐν τοῖς ὑπερίνοις µὲν καὶ ἀσθενέσι, ταχείας δὲ ἀναθρέψεως δεοµένοις. ἐν οἷς τὸ µὲν ἔλαττον ἐνδεῶς τρέφον µαραίνει τὴν δύναµιν, τὸ δ’ ὑπερβάλλον, ἄχθος ὂν τῇ φύσει µᾶλλον ἢ τροφὴ, τελέως ἀπέπνιξέ τε κατέσβεσεν. ἆρ’ οὖν ἀποστήσει καὶ τοῦ σιτίου διδόναι, διότι τὸ µέτρον δύσληπτον; οὕτω µέν γε καὶ τοῦ ἰατρεύειν ἀποστήσῃ παντάπασιν. ὡς οὐδὲν γὰρ εὕροις τῶν κατ’ ἰατρικὴν ὃ µὴ σὺν µέτρῳ τινὶ τὴν χρείαν παρέχει. φλεβοτοµίας δὲ καὶ µόνης οὐδὲ τοῦτ’ ἔχεις µέµψασθαι. ἄµφω τοῦ µέτρου αἱ διαµαρτίαι µεγάλα βλάπτουσιν· αἱ µὲν γὰρ ὑπερβολαὶ βλαβερώταται, τίς δ’ οὐ φησίν; ἀλλ’ οὐκ ἀναγκαῖον ὑπερβάλλειν ἐν ᾧ τοὐλάττονα κίνδυνον. ἔστω γὰρ, εἰ τύχοι, τριῶν κοτυλῶν ἡ σύµµετρος ἀφαίρεσις, εἰ µὲν δ′ ἀφέλοις, ἔβλαψε µέγιστα· δύο δ’ εἰ ἐκκενώσαις, ὠφέλησε µὲν ἱκανῶς, ἔβλαψε δ’ οὐδέν. ἔνεστι µὲν γάρ σοι τὴν µίαν ἢ κλυστῆρσιν ἢ ἀσιτίαις ἢ τρίψεσιν ἢ ἱδρῶσιν ἐκκενῶσαι. πρὸς τὸ µηδ’ εἰ αὖθις αἵµατος ἀφελεῖν ἐθέλοις κεκωλύσθαι. ἀλλὰ τί πολλὰ λέγω φιλοτιµούµενος ἀντιπαρεξάγειν ἀνθρώποις ἀµαθέσιν, οἳ πρὸς τὸ µηδὲν ἐχόµενον λόγου φλυαρεῖν οὐδὲ τὰ πρὸς αὐτῶν ἐπαινούµενα γινώσκουσι. θαυµάζουσι µὲν γὰρ τοὺς ᾿Ερασιστράτου λόγους καὶ τοὔνοµα ἐπ’ αὐτοῖς ἀπ’ ἐκείνου τίθενται, προσαγορεύοντες ᾿Ερασιστρατείους, οὕτω δὲ αὐτῶν ἀµαθεῖς εἰσὶν ὥστε πάντα µᾶλλον ἢ τὴν ἐκείνου γνώµην ἐξηγοῦνται. περὶ γοῦν φλεβοτοµίας οὕτω µακρὰ καὶ ἀλλόκοτα ληροῦσιν, ὡς ἄν τινα µὴ τὴν ἀµάθειαν αὐτῶν µόνον, ἀλλ’ ἤδη καὶ τὴν ἀναισχυντίαν θαυµάσαι. σαφῶς γὰρ αὐτοῦ λέγοντος ᾿Ερα-σιστράτου ἐν τῷ περὶ αἵµατος ἀναγωγῆς, ἐν ᾧ καὶ µόνῳ φλεβοτοµίας ἐµνηµόνευσε, ὅτι Χρύσιππος ὑπὲρ τοῦ διαρκέσαι τὸν κάµνοντα ταῖς ἀσιτίαις ἀναγκαίως παραληφθησόµενον διὰ τὰς φλεγµονὰς οὐκ ἀφῄρει τοῦ αἵµατος, αὐτοὶ πάντα µᾶλλον ἢ ταῦτα λέγουσιν. εἶτ’ οὖν ἐµὲ βούλει προσέχειν ἀνθρώποις ᾿Ερασιστράτου φλυαροῦσιν, αὐτὰς ἔχοντα ᾿Ερασιστράτου φωνάς; οὐδενὶ τὸν τρόπον ἡγοῦµαι προσήκειν. ἀκούσωµεν οὖν αὐτοῦ τῶν φωνῶν. πολὺ, φησὶ, βέλτιον ὁ Χρύσιππος ἐποίει, οὐ µόνον τὸ παρὸν ἐπιβλέπων, ἀλλὰ καὶ τοῦ ἐπιφεροµένου κινδύνου φροντίζων. ἐχόµενος γὰρ τοῦ περὶ τὴν ἀναγωγὴν ὁ κατὰ φλεγµονὴν κίνδυνος, ἐν ᾧ προσφέρειν µὲν οὐ ῥᾴδιον, φλεβοτοµηθέντι δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆναι. σαφῶς γὰρ ἐνταῦθα τὸν κατ’ ἔνδειαν κίνδυνον εὐλαβεῖσθαί φησιν αὐτὸν, ὃν ἐξ ἀνάγκης ἀκολουθήσειν οἴεται πλείονι χρόνῳ, διὰ τὴν φλεγµονὴν λιµαγχονουµένου τἀνθρώπου.
8. Καὶ οὐ δέοµαι πάλιν ἐνταῦθα ληρούντων ᾿Ερασιστρατείων διὰ τί προσφέρειν τροφὰς τοῖς φλεγµαίνουσιν ἀνθρώποις εἶπεν, ἀλλ’ αὐτὸν ᾿Ερασίστρατον ἐξηγούµενον ἑαυτὸν ἔχω δι’ ὧν ἔµπροσθεν ἐµνηµόνευσα ῥήσεων. ἐκ µὲν τοῦ τρίτου περὶ πυρετῶν ὑπὲρ τῶν ἐπὶ πλήθει γινοµένων φλεγµονῶν· ἐκ δὲ τοῦ πρώτου περὶ τραύµατος. ἐν ἀµφοτέροις γὰρ βιβλίοις οὐχ ἅπαξ, ἀλλὰ πολλάκις ὑπὸ τῶν ἀσιτιῶν κενουµένας τὰς φλέβας ἐπιτηδειοτέρας ἔσεσθαι φησὶ πρὸς τὸ πάλιν εἰς αὐτὰς δέξασθαι τὸ παρεγχυθὲν αἷµα. τί γὰρ φησίν; ἀκόλουθον δὲ τούτοις καὶ τὸ µηδὲν προσφέρειν τοῖς τετραυµατισµένοις ὑπὸ τοὺς τῆς φλεγµονῆς καιρούς. κενούµεναι γὰρ αἱ φλέβες τῆς τροφῆς ῥᾷον παραδέχονται τὸ παρεµπεπτωκὸς αἷµα εἰς τὰς ἀρτηρίας. ὡς κενωτικὸν οὖν βοήθηµα ἡ ἀσιτία φλεγµονὰς λύεται. οὐ γὰρ δι’ ἄλλο τι φησὶν αὐτὴν ἐπὶ τῶν φλεγµαινόντων παραλαµβάνειν ἢ ὅτι κενούµεναι αἱ φλέβες ῥᾷον παραδέξονται τὸ παρεµπεµπτωκὸς αἷµα εἰς τὰς ἀρτηρίας. εἶτα, ὦ πρὸς θεῶν, κενῶσαι τις τὰς φλέβας βουλόµενος, ἐνὸν ἀλύπως καὶ ταχέως τοῦτο ποιῆσαι, µακρὰ κάµνει. οὐκ οἶδα πῶς ἄν τις µᾶλλον ἑαυτῷ περιπίπτων εὑρεθείη. οὐ φλεβοτοµῶ, φησὶν, ἵν’ ὁ κάµνων ἐξαρκέσῃ τὰς διὰ τὰς φλεγµονὰς ἀσιτίας. τίνος δὲ χάριν τὰ φλεγµαίνοντα λιµαγχονεῖς; ἵνα κενώσω, φησὶ, τὰς φλέβας. τί οὖν οὐκ ἀπ’ ἀρχῆς ἐκένους; ἐγὼ µὲν οὖν ἐλεῶ τῶν ἁµαρτηµάτων τὸν ἄνδρα. πρὸς γὰρ οἷς ἐναντίοις ἐστὶν, οὐ τοῖς φαινοµένοις µόνον κατὰ τὴν τέχνην ἔργοις, ἀλλὰ καὶ τοῖς ἑαυτοῦ λόγοις, ἔτι καὶ τοῦτο ἀγνοῶν εὑρίσκεται, τίνος ἕνεκεν ἀσιτίαι παραλαµβάνονται, καίτοι τὴν χρείαν αὐτῶν ἱκανῶς τε ἅµα καὶ σαφῶς Πραξαγόρας ἔφθανεν γεγραφέναι, πρὸς τὸ µηδὲ ῾Ιπποκράτην παραλιπεῖν, µηδὲ Διοκλέα, οὐδὲ οὕτω χρηστὸς ὥσθ’ ὑπὲρ τοῦ κενῶσαι τὰς φλέβας οἴεται τὰς ἀσιτίας παραλαµβάνεσθαι καὶ ταύτῃ µόνον βοηθεῖν. εἶτα, πρὸς Διὸς, κενωτικοῦ δεόµενος βοηθήµατος ἐπὶ τὸ πάντων ἀσθενέστατον ἀφῖξαι, παρελθὼν τὰ δραστικὰ καὶ ταχέως ἄγειν ἐφ’ ᾧ βούλει δυνάµενα. ἀλλ’ ἔστω, συγχωρείσθω σοι καὶ τοῦτο τὰς ἐπὶ τραύµασι φλεγµονὰς οὕτω θεραπεύειν ὡς τὰς ἐπὶ πλήθει, τί ποιήσοµεν αὐτὸ τὸ πλῆθος ἐν ταῖς φλεψὶν ἔτι µένον καὶ διατεῖνον αὐτὰς, εἰς δὲ τὰς ἀρτηρίας οὕτω παρὸν ὅπως ἰατέον; ἐγὼ µὲν γὰρ ᾤµην ἐπὶ τῶν τοιούτων ἁπάντων ἑτοιµοτάτην εἶναι τὴν διὰ φλεβὸς κένωσιν. ἐπὶ θώρακα φερέσθω τὸ πλῆθος, κινδυνευέτω τι τῶν ἐν τούτῳ ῥαγῆναι ἀγγείων, οὐδ’ οὕτως φλεβοτοµήσοµεν, ἀλλ’ ἐρίοις δηλαδὴ διαδήσοµεν τὰ κῶλα; καὶ τοῦθ’ ἱκανόν. εἰ τῷ πρὸς θεῶν ἀντισπαστικῷ βοηθήµατι χρώµενοι οὐκ ἴστε ὅτι πολὺ τούτου δραστικώτερον ἀντισπάσεως φλεβοτοµία. πολλῶν γοῦν ἀνεπισχέτως αἱµοῤῥαγούντων τεµόντες φλέβα τὴν αἱµοῤῥαγίαν ἐστήσαµεν. ᾿Ερασίστρατον δ’ οἶµαι καὶ τοῦτ’ ἀγνοεῖν. οὐδὲ γὰρ τὸ τυχόν ἐστιν εἰδέναι ποίας ἐπὶ ποίοις µέρεσιν αἱµοῤῥαγοῦσι τµητέον φλέβας. ὅταν οὖν αὕτη τὰ µέγιστα δρᾷ ὧν νῦν δεόµεθα, παρῆκε τὸ κενοῦν καὶ τὸ ἀντισπᾷν. τί µέλλεις ἔτι καὶ τρίβεις τὸν χρόνον καὶ τὸν ἄνθρωπον ἐπιτρίβεις, ἐνὸν κερδῆσαι καὶ τὴν ῥῆξιν αὐτὴν τῶν ἀγγείων καὶ τὴν ἐπὶ ταύτῃ φλεγµονὴν καὶ τὰς ὑπὲρ τοῦ τὴν φλεγµονὴν ἰάσασθαι παραλαµβανοµένας λιµαγχονίας; εἰ γὰρ τὸ πλῆθος ἐργάζεται τὴν ῥῆξιν, ἐκκενώσας τὸ ἐργαζόµενον κωλύσεις τὸ ἐσόµενον· εἰ δὲ τοῦτο, καὶ τὴν ἐπὶ τῇ ῥήξει φλεγµονήν· εἰ δὲ τοῦτο, οὐδὲ τῶν ἀσιτιῶν ἔτι χρεία. σὺ δέ µοι δοκεῖς ὥσπερ ἐπιθυµῶν ἀσιτίαν συµβουλεύειν αὐτὸς ἐργάζεσθαι πάθη χρῄζοντα λιµαγχονίας. τί δεινὸν ἦν τὸ λυπῆσον κενώσαντα µηδὲ ἔχειν πρᾶγµα;
9. Καίτοι µάτην πολλὰ κάµνω παρὸν ὑποµνῆσαί σε τὸν λόγον. εἰ γὰρ οὐκ αὐτὸς ἡµᾶς ἐδίδαξας ἐν τῷ προτέρῳ τῶν ὑγιεινῶν, ἔνθα γένεσιν τοῦ κατὰ τὰς φλέβας πλήθους προειπὼν ἐφεξῆς γράφεις ἰάµατα, σκοπὸν µὲν αὐτῶν ἁπάντων κένωσιν θέµενος, ἄλλην δ’ ἄλλῳ συµφέρειν φάσκων· πλὴν ἀλλά γε κενοῦντα τὴν πληθώραν, οὕτως γὰρ ἀξιοῖς καλεῖν τὸ ἐν ταῖς φλεψὶ τροφῆς πλῆθος καὶ γυµνάσια καὶ λουτρὰ πλείω καὶ λεπτὴν διαίταν εἶναι κελεύεις. οὐ ταυτὸν δὲ πᾶσι συµφέρειν φῂς βοήθηµα κενωτικὸν, ὅτι µήτε πάντες εἰθισµένοι χρῆσθαι πᾶσιν, ἀλλ’ οἱ µὲν λουτροῖς µᾶλλον, οἱ δὲ γυµνασίοις, οἱ δὲ τοῖς µετὰ δεῖπνον ἐµέτοις, καὶ ὅτι µὴ τοῖς αὐτοῖς ἅπαντες εὐάλωτοι νοσήµασιν, ἀλλ’ ὁ µέν τις ἐπιληψίαις, ὁ δ’ αἵµατος πτύσεσι, ὁ δὲ τοῖς καθ’ ἧπαρ ἢ σπλῆνα πάθεσιν. οὐκ οὖν οὔτε τὸν ἐπίληπτον ἐπιχειρήσοµεν βαλανείοις κενοῦν, ὡς σὺ φῂς, ὀρθῶς τοῦτο κελεύων, οὔθ’ ᾧ τι φόβος ἀγγεῖον ἐν θώρακι ῥαγῆναι γυµνάσοµεν. κίνδυνος γὰρ δηλαδὴ ταῖς τῶν γυµνασίων συντονίαις, εἰ καὶ µὴ πλῆθος ἦν, ἀλλ’ ὡς διὰ ἀσθένειαν κατὰ θώρακα ῥαγῆναι γυµνασοµένῳ. ὅπως οὖν αὐτὸν ἰασόµεθα δίδαξον ἡµᾶς. ὅτι µὲν γὰρ κενωτέον ἐστὶν ὁµολογεῖς καὶ σύ. κενωτικὰ δ’ εἴχοµεν βοηθήµατα γυµνάσια καὶ λουτρὰ πλείω καὶ λεπτὴν δίαιταν. ἀλλὰ γυµνασίοις µὲν οὐδ’ αὐτὸς ἀξιοῖς χρῆσθαι. περὶ δὲ λουτρῶν σὺ µὲν ὅλως οὐδὲν εἶπας, οὔτ’ εἰ χρηστέον οὔτ’ εἰ µὴ χρηστέον ἐπὶ τῶν οὕτως ἐχόντων. ἐγὼ δ’ ἐρῶ τὸ φαινόµενον αὐτὸ καὶ τῇ πείρᾳ κεκριµένον, εἰ δέ τι χρὴ καὶ περὶ σοῦ µαντεύσασθαι, καὶ σοὶ τάχα ἂν δόξαν. σὺ γοῦν αὐτὸς ἐν τῷ περὶ αἵµατος ἀναγωγῆς συγγράµµατι διαδέσµοις τε ἅµα καὶ ἀσιτίαις χρώµενος ὑπὸ τούτων µὲν ἀντισπόσαι τοῦ πλήθους, τοῦ δὲ κενῶσαι βαλανείοις οὐ χρή. λογίζοµαι γάρ σε φθέγγοντα τὸ λουτρὸν ἐπὶ τῆς ἐῤῥωγυίας ἤδη φλεβὸς, οὐδ’ ἔφης, εἰ ἐπίδοξος ἡ ῥῆξις, ἐθελῆσαι ἂν χρήσασθαι. εἰ δὲ καὶ µὴ σὺ οὕτως ἐγίνωσκες, ἀλλ’ ἐµοὶ τὸ φαινόµενον ἤρκει. µεγίστη γὰρ αἱµοῤῥαγίαις ἁπάσαις ἡ ἐκ βαλανείου βλάβη καὶ ἡ αἰτία πρόδηλος, εἴ γε δὴ χεῖται µὲν τὸ αἷµα καὶ εἰς ἀτµοὺς λύεται καὶ πνεύµατα τοῦ τε θερµαινοµένου, ὥστε καὶ εἰς κίνησιν προτρέπεσθαι καὶ εἰς ὄγκον αἴρεσθαι. µαλακὰ δὲ καὶ ἀσθενῆ ταῖς θερµολουσίαις ἀποτελεῖται τὰ σώµατα. πῶς δὴ οὖν οὐκ ἂν ῥᾷστα πάθοι αὐτά γε µαλακώτερα γενόµενα καὶ τοῦ ῥηγνύντος αὐτὰ κίνησίν τε ἅµα καὶ ὄγκον προσλαβόντος; οὐκ οὖν οὐδὲ ἐν βαλανείοις ἐπιχειρήσοµεν κενοῦν οἷς φόβος δι’ αἵµατος πλῆθος ῥαγῆναι τὰς φλέβας. εἰς λοιπὸν τὸ τρίτον συγκλειόµεθα τῶν κενωτικῶν βοηθηµάτων τὴν λεπτὴν δίαιταν. ἄγε δὴ, ἐπειδὴ ταύτην αὐτὸς σὺν τρισὶ τρόποις ἐργάζῃ, λεπτὰ ἢ µικρὰ καὶ ἄτροφα σιτία προσφέρων ἢ οὐδ’ ὅλως προσφέρων ἢ ἐµεῖν ἀπὸ δείπνου κελεύων. ἴδωµεν οὖν ὅπως λεπτῶς διαιτήσοµεν. ἆρά γε µετὰ δεῖπνον ἐµεῖν κελεύσαντες; ἀλλ’ εἰς τὴν ἐν τοῖς γυµνασίοις συντονίαν εὐλαβηθείηµεν, εἴ πού γέ τι κατὰ τοὺς ἐµέτους ἀδεῶς χρησόµεθα. τοῦτο µὲν οὐδ’ ἂν ἰδιώτην λάθοι. λοιπὸν οὖν ἢ ἀσιτίαν προστάξοµεν ἢ µικρὰ καὶ ἄτροφα σιτία δώσοµεν. ἀλλ’ εἰ καὶ µὴ ἰσχυρῶς τὰ τοιαῦτα, τρέφει γοῦν. ἡµεῖς δ’ οὐ προσθεῖναι νῦν, ἀλλ’ ἀφελεῖν βουλόµεθα. λοιπὸν ἄρα τὴν ἐπίπονον καὶ µοχθηρὰν ὄντως ὥσπερ τινὰ ἱερὰν ἀγκύραν εἰς ἅπαντα πάθη διαρκῆ παραληψόµεθα λιµοκτονίαν. εἶτα δηλαδὴ σκώψοµεν ᾿Απολλώνιον καὶ Δέξιππον ἐπὶ λιµαγχονίᾳ; καίτοι καὶ τοῦτ’ αὐτὸς ἐδίδαξε, βούλοµαι µᾶλλον ὑποµνῆσαι. καὶ γὰρ αὐτός µοι δοκεῖς αἰσθάνεσθαι περὶ τῆς ἀσιτίας ὡς οὐ κενωτικοῦ βοηθήµατος. ἀποδείξας δὲ πρότερον ὃ βούλοµαι, τηνικαῦτα δὴ καὶ τῆς παρὰ σοῦ µαρτυρίας µνηµονεύσω. ἡ ἀσιτία οὐ δήπου τῶν ὄντων τι πραγµάτων ἐστὶν, οὐ µᾶλλον ἢ τυφλότης ἢ κωφότης, ἀλλὰ πάντα τὰ τοιαῦτα στερήσεις τῶν ὑπαρχόντων εἰσί. αὐτὸ µὲν γὰρ τὸ προσενέγκασθαι σιτία τῶν ὄντων ἐστὶν, ὅθεν αὐτὴν καὶ τοὔργον εὑρήσεις ὑπάρχειν θρέψιν τοῦ σώµατος. τὸ µὴ προσενέγκασθαι οὐ ταὐτὸν τῶν ὑπαρχόντων ἐστὶν, οὔτ’ ἔργον αὐτοῦ δεῖξαι δυνήσῃ, καθάπερ ἱδρώτων µὲν καὶ φλεβοτοµίας καὶ κλυστῆρος κένωσιν, ἐδεσµάτων δὲ θρέψιν. µέση τοίνυν ἀµφοῖν ἐστὶν ἡ ἀσιτία τοῦ τε κενοῦν καὶ τοῦ τρέφειν. οὔτε γὰρ τρέφει οὔτε κενοῖ. πῶς οὖν, φησὶν, ἀπέθανον πολλοὶ κατ’ ἔνδειαν ἀπορίᾳ σιτίων; οὐ τῇ τῶν σιτίων ἀπορίᾳ, φήσοµεν, ἐπεὶ οὕτω γ’ ἂν οὐδὲ τὰ φωλεύοντα ζῶα τροφῆς ἀποροῦντα διαρκεῖν ἐδύνατο. διαρκεῖ δέ γε, καὶ τοῦτ’ αὐτὸς ὁ ᾿Ερασίστρατος λέγει καὶ τὴν αἰτίαν προσθίτησιν. ἅπαν γὰρ, φησὶ, τὸ κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν διαπνεῖσθαι πέφυκεν, ἀλλ’ ἢ πλέον ἢ ἧττον, ὡς ἂν καὶ µανότητος ἔχει. τοῦ δ’ ἧττόν τε καὶ µᾶλλον γίνεσθαι µανὴν τὴν ἐπιφάνειαν ἄλλαι τέ τινες αἰτίαι καὶ οὐδεµιᾶς ἐλάττους αἱ κατὰ θερµασίαν καὶ ψύξιν καὶ ἡσυχίαν καὶ κίνησιν τροπαὶ τοῦ σώµατος. θερµοῦ µὲν γὰρ ὄντος τοῦ περιέχοντος ἀέρος καὶ τοῦ ζώου γυµναζοµένου πλεῖστον ἀποῤῥεῖν· ἐπὶ δέ γε τοῖς ἐναντίοις κρύει τοῦ περιέχοντος καὶ ἀκινησίᾳ τοῦ ζώου πυκνοῦσθαι µὲν τὴν ἐκτὸς ἐπιφάνειαν, ἀποῤῥεῖν δὲ ἢ µηδὲν ἢ παντάπασιν ὀλίγον. καὶ διὰ τοῦτο µὴ δεῖσθαι τροφῆς τὰ φωλεύοντα. ἅτε γὰρ ψυχρῶν µὲν καὶ ἀργῶν καὶ παχέων τῶν καθ’ ὅλον τὸ σῶµα διὰ τὴν ἡσυχίαν γιγνοµένων, πυκνουµένης δὲ τῆς ἐκτὸς ἐπιφανείας ἐν τῷ χειµερινῷ κρύει, καθ’ ἣν sὥραν φωλεύει τὰ ζῶα, µηδὲν ἐκτὸς ἀποῤῥεῖν. οὐκοῦν οὐδὲ τοῦ πληρώσοντος τὸ κενούµενον δεῖσθαι. χρεία δ’ ἦν αὐτῇ τροφῆς καὶ διὰ τοῦτ’ ἐπ’ αὐτὴν ἔρχεται τὰ ζῶα τὴν ἐκ τῆς κενώσεως ἔνδειαν ἰώµενα. σαφὲς οὖν ὅτι τῆς µὲν ἐνδείας ἡ καθ’ ὅλην τὴν ἐπιφάνειαν κένωσις αἰτία καὶ χρεία σιτίων ὑπὲρ τοῦ τὸ κενούµενον ἀναπληρῶσαι. τῆς οὖν αἰτίας ἀπολλυµένης δι’ ἣν ὅλως ἐδεῖτο τὰ ζῶα σιτίων, ἀνάγκη πᾶσα καὶ τὴν χρείαν συναπόλλυσθαι, καὶ διὰ τοῦτο οὐ δεῖται τὰ φωλεύοντα σιτίων, ὅτι µηδὲ προσθέσεως. σαφῶς οὖν ἐµάθοµεν ὡς οὐχ ἡ ἀσιτία κενοῦν πέφυκεν, ἀλλ’ ἡ τοῦ δέρµα-τος µανότης. εἰ δὲ τοῦτο πυκνώσαις ἡσυχίᾳ καὶ κρύει, τί τῆς λιµαγχονίας ἔτ’ ὄφελος; καὶ µὴν ἀναγκαῖον ἄµφω φυλάξασθαι, καὶ τὰ γυµνάσια καὶ πᾶσαν ἀλέαν, ᾧ κίνδυνος αἷµα πτύσαι. τὰ µὲν γὰρ τῇ συντονίᾳ ῥηγνύναι πέφυκε τὰς φλέβας· αἱ θερµασίαι δὲ καθ’ ὃν λόγον καὶ τὰ λουτρά. µὴ θερµαίνων µὲν ἄρα κενώσεις τὸ σῶµα, θερµαίνων δὲ ἢ γυµνασίοις ἢ λουτροῖς µέγιστα βλάψεις τὴν πρὸς τὸ ῥήγνυσθαι τῶν φλεβῶν αὐτῶν ἐπιτηδειότητα. τί δὴ λοιπὸν ἔτι συµβουλεύσοµεν τοῖς ὧδε κάµνουσιν; αἱ µὲν γὰρ ἀσιτίαι χωρὶς τοῦ γυµνάζεσθαι τὸν ἄνθρωπον ἢ ἄλλως ὁπωσοῦν θερµαίνεσθαι κενοῦν οὐ δύνανται. φλεβοτοµίαν δὲ, ὡς ἐοίκαµεν, ἐσχάτως φεύγοµεν, ὥσπερ, οἶµαι, καὶ τὰς ἰσχυρὰς καθάρσεις. θαυµαστή γε ἡ εὐπορία τῶν κενωτικῶν βοηθηµάτων εἰς ἀσιτίαν κατακλεισθέντων. εἰ µὲν µόνῃ χρησόµεθα, πλεῖον οὐδὲν ἕξοµεν, οὐ γὰρ κενοῖ µόνη. σὺν ᾗ κενοῦν πέφυκε, µείζονας ταῦτα τὰς ἄλλας βλάβας τῆς ἐκ τοῦ κενοῦν ὠφελείας ἔχει.
Гален. О вскрытии вен, против Эрасистрата
1. Как мне кажется, заслуживает специального исследования следующий вопрос. Эрасистрат прекрасно разбирается в медицинском ремесле и чрезвычайно старателен в мелочах: например, он описывает приготовление отваров из различных овощей и горячих компрессов, хотя другой удовлетворился бы тем, что указал, когда их использовать, и обошел бы молчанием способ их приготовления, так как это дело нехитрое, и каждый, столкнувшийся с этим, может сам отыскать способ. Однако Эрасистрат ни слова не говорит о таком действенном и надежном средстве, как вскрытие вен, несмотря на то что данный способ лечения, наряду с другими серьезными лечебными методами, был в большом почете у его предшественников. Почти ни в одном из его сочинений нельзя найти даже термин «вскрытие вен». Лишь один раз он упоминает его в труде «О кровотечении»[110], но и здесь скорее касается его вскользь, чем описывает с надлежащим вниманием, что очевидно для читателя. Ты можешь убедиться в этом из следующего его рассуждения: «Перевязки под мышками и в паху надо делать не так, как делают некоторые люди, копирующие действия врачей, но не понимающие, что они делают это ради крови, а просто сильно сжимающие конечности повязками. Ведь в перетянутых частях тела задерживается значительное количество крови, подтверждение чему можно наблюдать при растяжении и вскрытии вен: ведь кровь течет значительно обильнее, если часть тела, на которой производится вскрытие вены, перевязана. Если же пациент страдает кровохарканьем или кровавой рвотой, большое количество крови можно задержать в голенях и предплечьях посредством перевязки. В результате, когда кровь оттекает из области груди, кровотечение становится значительно слабее. То же самое пытаются сделать те, кто при кровавой рвоте и кровохарканье рекомендует вскрытие вен. Но гораздо лучше рекомендации Хрисиппа[111], который имеет в виду не только состояние пациента в данный момент, но и опасности, подстерегающие его в дальнейшем. С кровохарканьем, или кровавой рвотой, связана опасность развития лихорадки, которая создает трудности в приеме пищи. А человек, который пережил вскрытие вен и перед этим долго не принимал пищи, может потерять сознание. Хрисипп же, перераспределяя питание между частями тела так, что оно у него уже готово и не должно поступать извне, делает это умно, достойно всяческой похвалы и последовательно»[112]. Однако то, что это сделанное походя упоминание слишком малозначительно, учитывая надежность описанного метода, и что такой подход недостоин обычной научной скрупулезности Эрасистрата, очевидно каждому.
Можно было бы объяснить то, что Эрасистрат обошел молчанием этот метод лечения, если бы никто из его предшественников – ни Гиппократ, ни Диокл, ни Еврифонт, ни другие заслуженные врачи – не упоминал об этом методе, не применял его, и он не был бы одобрен славными врачами прошлого. Но к тому времени другие врачи уже открыли его и давно его использовали, не только при лечении какой-нибудь случайной болезни, но для исцеления от многих, в том числе и самых тяжелых. Ведь этим методом пользовался и сам Гиппократ, ставший для нас источником всего, что есть прекрасного во врачебном искусстве, и другие врачи древности. Что же тогда случилось с Эрасистратом, почему он ничего не сказал о нем? Ему следовало бы ясно обозначить, что он одобряет этот способ лечения и рекомендует его при лечении наравне с другими медицинскими средствами, – и не просто одобрить его, но указать причину, по которой он его одобряет. На деле Эрасистрат настолько далек от признания пользы вскрытия вен, что он ничего не говорит о том, надо им пользоваться или все же не стоит, да и вообще не решается изложить свое мнение о нем, если не считать, как я уже говорил, единственного упоминания при описании лечения одной болезни. Однако его молчание выдает его главную мысль: он не обошел бы молчанием метод, который одобряет. Не мог же он считать, что даже незначительные методы лечения нуждаются в его описании, а такой важный любой желающий может узнать сам и без его помощи.
2. Может показаться, что причина, по которой Эрасистрат не пользовался вскрытием вен, настолько таинственна, что для того, чтобы узнать ее, над быть пророком. Ведь как можно узнать, что думал Эрасистрат о том, о чем он ни разу не говорил подробно? Однако некоторые все же дерзают строить предположения относительно его мнения. То, что они заблуждаются, ясно уже из того, насколько разнятся их мнения. Самое удивительное, что даже те, кто учился вместе с Эрасистратом, то есть ученики Хрисиппа Книдского, который первым заявил о бесполезности вскрытия вен, по-разному излагают мнение Хрисиппа. То же, что было сказано по этому поводу Апимантом и Стратоном, просто смешно. Ведь они утверждают, что рассечь вену, а также распознать и отделить от нее саму артерию очень сложно. Они говорят, что если случайно рассечь артерию вместо вены, то это может привести к неблагоприятному исходу, а также что некоторые при этом умирали от страха в одном случае еще перед рассечением сосуда, а в другом – не приходя в себя после процедуры. Также они упоминают случаи, когда невозможно было остановить кровотечение. Смешно и то, что говорят другие, утверждающие, что очень трудно найти в этом надлежащую меру: крови всегда выходит либо слишком мало, и процедура не приносит никакой пользы, либо слишком много, и тогда она наносит величайший вред. Ведь чем, спрашивают они, чрезмерное кровопускание отличается от разбойного нападения с ножом на беззащитного человека? Другие же утверждают, что при этой процедуре пневма попадает из артерий в вены, так как она заполняет опустошаемые от крови вены. По мнению третьих, когда воспаление поражает артерии, из вен выходит слишком много крови. Может быть, такие высказывания и кажутся кому-нибудь убедительными, но на самом деле они совершенно неубедительны и очевидно ложны. Их аргументы звучали бы убедительнее, если бы они утверждали то, что говорят некоторые другие врачи, исходящие из природы жидкостей. Пожалуй, их мнение и стоило бы разобрать более подробно, но сейчас не время для этого: это слишком затянуло бы наше сочинение, и, кроме того, ничто не вынуждает нас попытаться опровергнуть учение, которому не следовал ни Эрасистрат, ни кто-либо другой из учеников Хрисиппа.
3. Поэтому я считаю, что мне удастся наилучшим образом построить это сочинение, если я обойду молчанием все остальное и начну с того, что считает истинным сам Эрасистрат, но при этом буду по возможности предельно краток. Эрасистрат полагает: «Сосудом для пневмы служит артерия, а для крови – вена, кроме того, самые большие сосуды всегда разделяются на более мелкие. При этом мелких сосудов бывает значительно больше, чем крупных. Сосуды, разделяясь, пронизывают все тело так, что не остается места, где бы не было окончания сосуда. Концы сосудов настолько узки, что не позволяют вылиться содержащейся в них крови. Из-за этого, хотя устья вен и артерий смыкаются, кровь остается в венах и не проникает в сосуды с пневмой. Так бывает, если живое существо находится в своем естественном состоянии. Если же какая-либо причина заставляет кровь перетекать из вен в артерии, то это ведет к болезни. Существуют и другие причины, в том числе и полнота крови в сосудах, из-за которых оболочка вены растягивается, закрытые ранее концы вен открываются, и кровь перетекает в артерии, где она сталкивается с пневмой. Если столкнувшись с пневмой, движимой сердцем, она заставит ее изменить направление движения и окажется возле начала своего движения, то возникнет лихорадка. А если она, отталкиваемая пневмой, скопится в концах артерий, возникнет воспаление. Итак, в большинстве случаев воспаление возникает по этой причине». Причиной воспаления при ранах он также считает попадание крови из вен в артерии, но в этом случае объясняет его стремлением природы заполнить пустоту. «При ранении, – говорит он, – пневма выходит из разорванных артерий, и возникает опасность их опустошения. Так как устья вен и артерий сливаются, пустое пространство заполняет кровь. Следовательно, если из артерий уходит пневма, туда перетекает кровь. Итак, когда пневма открывает проход крови, она изливается, а когда проход вновь закрывается, кровь под давлением пневмы, которую посылает сердце, скапливается в месте раны, отчего и возникает воспаление».
Что ж, предположим, что Эрасистрат правильно определил причины возникновения жара и воспалений, хотя в других сочинениях мы показали, что он заблуждается. Пусть теперь он объяснит, как это лечить. Он говорит об этом во многих своих сочинениях, в частности в третьей книге трактата «О лихорадках», где он пишет буквально следующее: «При начале болезней и возникновении воспалений необходимо прекратить давать больному пищу, поскольку воспаление происходит из-за избытка питательных веществ. Если в такой момент больной дополнительно получит пищу, она в результате процесса пищеварения окажет соответствующее воздействие на тело, так что сосуды наполнятся пищей, и воспаление станет еще более сильным». Следовательно, Эрасистрат считает, что воспаления могут возникать не только из-за ран, но и по причине избытка пищи. Лечение воспалений, появившихся из-за ран, Эрасистрат описывает в первой книге трактата «О лихорадках» примерно так. Он говорит, что цель лечения этих ран – устранение воспаления. Для этого неповрежденные места вокруг раны следует смазать вяжущими средствами, которые не позволят льющейся сверху крови попасть в отделенные таким образом места. Ведь при таких ранах, говорит он, происходит раскрытие устьев множества артерий и вен, и в вены попадает кровь из артерий. Далее Эрасистрат вновь рассуждает о том, что больного с воспаленной раной не следует кормить, так как вены, не заполненные питательными веществами, скорее вернут кровь, попавшую в них, в артерии, и в этом случае воспаление будет меньше. Итак, сам Эрасистрат согласен с тем, что следует избавиться от переполнения вен, так как иначе они, будучи заполненными, не смогут принять в себя кровь обратно, вопрос лишь в том, как следует опустошать вены.
4. Мне, со своей стороны, кажется, что, раз уж мы согласились, что надо опустошать вены, самый простой и естественный способ сделать это – вскрытие вен. Ведь этот способ самый быстрый, а кроме того, при нем удаляется лишь то, что вызывает воспаление, тогда как голодание занимает много времени и приводит к истощению всего организма, чего в данном случае не требуется. Зачем опустошать то, чего не нужно опустошать, зачем истощать плоть, если можно просто излить некоторое количество крови? Я уже молчу о прочих осложнениях, которые сопутствуют долгому голоданию: об общем упадке сил, о том, что естественные жидкости становятся более желчными и горькими, о частых болях в сердце, тошноте, задержке испражнений и более едком, чем в нормальном состоянии, характере всех выделений. Однако Эрасистрат ничего этого не видит, действует подобно слепцам, которые часто выбирают узкие и неудобные кружные тропинки, притом что есть путь легкий, широкий и прямой. Так и он, пренебрегая этим доступным, коротким и легким путем, следует дурной и долгой дорогой, думая только о том, куда она приведет, пусть даже она не легка и сопряжена со страданиями. Разумеется, я согласен, что голодание ведет к устранению избытка питательных веществ, но этот процесс происходит долго и причиняет больному многочисленные страдания.