
Полная версия
Сочинения. Том 5
5. Τί ποτ’ οὖν δόξαν αὐτῷ νῦν ἐπελάθετο τοῦ τέµνειν ἕκαστον τῶν ἄλλων εἰς τὰς οἰκείας διαφοράς, ὅς γε “καὶ περὶ τοῦ τῶν ἀχύρων ἐξαπτοµένου πυρός, ᾧ χρῆσθαι τοῖς τὸν χρυσὸν ἐργαζοµένοις ἔθος, οὐδεµίαν εἶναι νοµίζει διαφορὰν [ἀλλὰ] πρὸς τὸ τῶν ἄλλων ὑλῶν· οὐδὲ γὰρ τὸ πῦρ τοῦ πυρός, ᾗ πῦρ ἐστι, <διαφέρειν, ἀλλὰ> κατὰ τὸ µᾶλλόν τε καὶ ἧττον. ἰσχυρὸν γὰρ εἶναί τι καὶ ἀσθενὲς πῦρ συγχωρεῖ, καὶ τό γε τῶν ἀχύρων ἀσθενέστατον εἶναι νοµίζων εὐταµίευτον εἶναί φησι πρὸς τὴν ἐργασίαν τοῦ χρυσοῦ. διατήκεσθαι γὰρ αὐτὸν καὶ διαρρεῖν ἰσχυροτέρᾳ πλησιάζοντα φλογί.” ἀλλ’, ὦ βέλτιστε Λύκε, φαίη τις ἂν οἶµαι πρὸς αὐτόν, εἰ τῶν φυσικῶν φιλοσόφων ἠκηκόεις ζητούντων, ὅπως αἱ φλόγες γεννῶνται, κατανενοήκεις ἂν οἶµαι τὰς ἐν αὐταῖς διαφοράς. ἐγὼ τοίνυν, ὅσον οἷόν τε διὰ βραχυτάτων ἐπιτέµνεσθαι λόγον οὐ µικρόν, ἐξηγήσοµαί σοι περὶ αὐτῶν. ὁρᾷς οἶµαι τῆς καιοµένης ὕλης ἀναθυµίασίν τινα γιγνοµένην ἐν διεσπασµένοις ἀπ’ ἀλλήλων µορίοις, ὧν µεταξύ τις ἀὴρ ἀπολαµβανόµενος ἐξ ἀνάγκης µὲν δήπου θερµαίνεται. παµπόλλην δὲ ἴσχει διαφορὰν ἐν τῷ µᾶλλόν τε καὶ ἧττον. ἀλλὰ καὶ τὰ διαλείµµατα τῶν ἀναφεροµένων σωµάτων οὐκ ἴσα πάσαις ταῖς φλοξίν ἐστιν, ὥσπερ οὐδ’ αὐτῆς τῆς ἀναθυµιάσεως ἡ φύσις, ἀλλὰ καὶ µεγέθει καὶ σµικρότητι διενήνοχεν ἀλλήλων τὰ τῆς καιοµένης ὕλης ἀνε<νεχ>θέντα µόρια καὶ πυκνότητι καὶ µανότητι καὶ τῷ τὰ µὲν ἡµίκαυτα, τὰ δ’ οἷον ὁλόκαυτα ὑπάρχειν, ἢ ὅλως τὰ µὲν µᾶλλον, τὰ δὲ ἧττον ἐκπυροῦσθαι. ὅταν οὖν ταῦτα φαίνηται τοσαύτην ἔχοντα τὴν διαφορὰν ὅ τε ἀὴρ ὁ δεδεγµένος αὐτὰ ποτὲ µὲν µᾶλλον ὑπ’ αὐτῶν ἐκτεθερµασµένος ᾖ, ποτὲ δ’ ἧττον, ἀναγκαῖον οἶµαι παµπόλλην γε ποικιλίαν γίγνεσθαι καὶ διαφορὰν οὐκ ὀλίγην τῆς φλογός. ἡ γὰρ τῆς µείξεως ἀνοµοιότης τὸ πλῆθος τῶν διαφορῶν ἐργάζεται.
6. ῞Ωσπερ δὲ τὰ περὶ τοῦ πυρὸς ἀµαθῶς εἴρηται τῷ Λύκῳ, κατὰ τὸν αὐτὸν οἶµαι τρόπον κἀπειδὰν φάµενος τριχῶς νενοῆσθαι τὸ πολὺ θερµὸν ἕκαστον τῶν σηµαινοµένων ἐπεξέρχηται. τὸ µὲν γάρ τι κατὰ τὴν οὐσίαν φησὶν νενοῆσθαι πολὺ θερµόν, τὸ δέ τι κατὰ τὴν ἐπίτασιν τῆς ποιότητος, τὸ δέ τι κατὰ τὴν ἰσχὺν τῆς οἰκείας ἐνεργείας. ἀλλ’ οὔτε κατὰ τὴν οὐσίαν εἶναι τοῖς αὐξανοµένοις πολὺ θερµὸν ἐπὶ σµικρῷ γε τῷ τοῦ σώµατος ὄγκῳ οὔτε κατὰ τὴν τῆς ποιότητος αὔξησιν· οὐ γὰρ φαίνεται θερµότερον τῶν ἀκµαζόντων. ἐν µὲν δὴ τῇ τῶν οἰκείων ἔργων ἰσχύι συγχωρεῖ µὲν ὑπερέχειν τὸ τῶν αὐξανοµένων θερµόν, ἀλλ’ οὐ κυρίως λέγεσθαι. ἔστι µὲν οὖν [ἡ] ῥῆσις αὐτοῦ, δι’ ἧς ταῦτα δηλώσει βέλτιστα, ἀλλ’ ἐγώ µοι δοκῶ, καθάπερ ἐπὶ τῆς προγεγραµµένης ἔπραξα, καὶ νῦν οὕτω ποιήσειν. οὖσαν γὰρ κἀκείνην µακροτάτην οὐχ ὅλην ἔγραψα, µόνον δὲ τὸ ἐπικαιρότατον αὐτῆς ἐξέλεξα. γιγνέσθω τοίνυν κἀπὶ ταύτης οὕτως καὶ γραφέσθω τὸ χρησιµώτατον εἰς τὸ προκείµενον µέρος αὐτῆς (ὁ µὲν ἕτερος οὖν µοι τῶν λόγων καὶ δὴ πέρας ἔχει, ἐπὶ δὲ τὸν λοιπὸν ἂν ἀφικοίµην. δύο γὰρ δήπου µέµνησθέ µε προθέµενον εὐθὺς ἐπιζητήσεις ἐν ἀρχῇ, µίαν µὲν τὴν εἰ ὀρθῶς προσέθηκεν ῾Ιπποκράτης τὸ ἔµφυτον, ἄλλην δὲ εἰ ὀρθῶς εἶπε πλεῖστον εἶναι τοῖς αὐξανοµένοις τὸ θερµόν. τῆς δ’ ἑτέρας οὖν ζητήσεως ἐκτετελεσµένης ἐπὶ ταύτην ἂν λοιπὸν τραποίµην καὶ ἐπιχειρήσαιµι ἀνασκοπεῖσθαι, εἰ ὀρθῶς λέλεκται πλεῖστον εἶναι τοῖς αὐξανοµένοις τὸ θερµόν)· κατὰ δὴ τὸ ἐξετάζειν [οὖν] ἕτερον πρὸς ἕτερον θερµὸν τριττὰ τυγχάνει ὄντα τὰ ἐπιζητήσεως δεόµενα καὶ µάλα πολὺ κεχωρισµένα ἀλλήλων. ἓν µέν τί ποτέ ἐστι τὸ πλεῖον ἄλλο ἄλλου θερµόν, ἕτερον δέ τί ποτέ ἐστι <τὸ> ἄλλο ἄλλου θερµότερον, καὶ τρίτον τί ποτ’ ἐστι <τὸ> ἄλλο ἄλλου θερµὸν ἰσχυρότερον. εἰ µὲν οὖν τύχοι τις ἐρόµενος ἡµᾶς, ποῖόν τί ἐστι τὸ πλεῖον ἄλλο ἄλλου θερµόν, τὸ ἀνὰ λόγον ὀφείλοµεν ἀποκρίνεσθαι, ὡς κἂν πρὸς τὸν ἕτερον ἐρόµενον, ποῖόν τί ἐστιν ἕτερον ἑτέρου ὑγρὸν πλεῖον, ἀποκρινοίµεθα. ὥσπερ γὰρ ἐνταῦθα πρὸς τὸ εἰρηµένον ἐπερώτηµα οὐκ ἔστιν ἄλλο τι ὀρθῶς ἀποκρίνασθαι ἀλλ’ ἢ µόνον τοῦτο τὸ τῇ οὐσίᾳ ὑπερβάλλειν <τὸ πλέον καὶ διπλασίῳ> πλείονος ἀµέλει ὑγροῦ ἄν τις εἴποι εἶναι τὸν ἀµφορέα τοῦ ἡµίσεως, οὕτω [δὲ] κἀπὶ τοῦ θερµοῦ, εἰ τὴν αὐτήν τις ἐρώτησιν ἐρωτῴη ταύτην, ποῖόν ἐστι πλέον τοῦ ἑτέρου θερµόν, οὐκ ἂν ἄλλο τι ὀρθῶς ἀποκρινοίµεθα ἢ τὸ τῇ οὐσίᾳ πλέον διὰ τὸ οὐσίας ὑπάρχειν πλείονος δηλονότι καὶ παρήκειν <εἰς> τόπον πλείονα. καὶ οὐδὲν ἄν γε κωλύσει ταὐτὸν καὶ πλεῖον εἶναι θερµὸν καὶ ἐπ’ ἔλαττον θερµόν, ὥσπερ γε καὶ τὸ πλεῖον τῇ οὐσίᾳ ὑγρὸν δύναιτ’ ἂν ἐπ’ ἔλαττον εἶναι κεχυµένον. πρὸς µὲν οὖν τό γε ἐπερώτηµα τοῦτο ὀρθῶς ἄν τις ἀποκρίναιτο· πρὸς δ’ αὖ ἐκεῖνο τὸ ποῖόν ἐστιν ἕτερον ἑτέρου θερµότερον ἀποκρίνασθαι ὀρθῶς ἔστι τὸ κατὰ τὴν θάλψιν ἐπιτεταµένον µᾶλλον, κἂν ἐπὶ οὐσίας ἐλάττονος τύχῃ ὄν, ὥσπερ γε πρὸς τὸν ἐρόµενον, ὁποῖόν τί ἐστιν ἕτερον ἑτέρου λευκότερον, ἔστιν ἀποκρίνασθαι ὀρθῶς τὸ ἐπιτεταµένον µᾶλλον κατὰ τὴν ποιότητα τὴν λευκήν. κατὰ γοῦν τοῦτο κἂν ἐν βραχεῖ ὄγκῳ τύχῃ οὖσα χιών, λευκοτέραν <ἄν> τις φαίη αὐτὴν εἶναι οὑτινοσοῦν ἄλλου λευκοῦ, ὥσπερ γε καὶ πρὸς τὸν ἐρόµενον, ποῖόν τί ἐστι τὸ ἕτερον ἑτέρου ὑγρότερον, ἀποκρίνασθαι ἔστιν ὀρθῶς τὸ µᾶλλον κεχυµένον, οἷον τὸ ὕδωρ τοῦ µέλιτος καὶ τῆς πίττης, κἂν τὸ µὲν ὕδωρ ἐν πάνυ βραχείᾳ οὐσίᾳ θεωρῆται, τὸ δὲ µέλι καὶ ἡ πίττα ἐν ὑπερβολῇ. οὕτω δὲ καὶ <πρὸς> τὸν περὶ τοῦ θερµοῦ ἐρόµενον, ποῖόν τί ἐστιν ἕτερον ἑτέρου θερµότερον, ὀρθῶς ἔστιν ἀποκρίνασθαι τὸ µάλιστα ἐπιτεταµένον κατὰ τὴν θάλψιν, οἷον τὸ πῦρ, κἂν ἐπ’ ὀλίγης οὐσίας θεωρῆται, ἕτερον δέ τί που θερµὸν καὶ χλιαρὸν ἀντεξεταζόµενον τούτου τυγχάνῃ ἐπὶ πλείονος οὐσίας ὑπάρχον. πρὸς µὲν οὖν ταῦτα αἵδ’ ἀποκρίσεις εἰσί· πρὸς δὲ τὸν ἀναπυνθανόµενον, ποῖόν τί ἐστι τὸ ἕτερον <τοῦ> ἑτέρου ἰσχυρότερον θερµόν, οὐκέθ’ ὁµοία ταῖς πρόσθεν <ἡ> ἀπόκρισις. οὔτε γὰρ τὸ κατὰ τὴν θάλψιν ἐπιτεταµένον µᾶλλον ἀποκρινούµεθα οὔτε τὸ ἐπ’ οὐσίας θεωρούµενον πλείονος, ἀλλὰ τὸ κατὰ τὴν ἄνυσιν τοῦ ἔργου ὑπερβάλλον. συνίσταιτο δ’ ἂν ὅπερ λέγω οὕτως· ἔργα δήπου τὰ τοῦ θερµοῦ πολλά ἐστι. χεῖται γάρ τινα τούτῳ, καὶ ἄλλα συνίστησι καὶ µεταβάλλει µάλα πολλὰ καὶ ὡς κατὰ µέρος εἰπεῖν ἐπὶ τῶν ἡµετέρων σωµάτων πέττει τὴν τροφὴν ἐν γαστρὶ καὶ τοῖς ἐντέροις καὶ εἰς τὸ σῶµα ἀνάγει τὴν κατεργασίαν καὶ [πρὸς σῶµα] ἀλλοιοῖ καὶ προσφύει τοῖς ἡµετέροις σώµασιν αὐτὴν κατά γε τὴν θρέψιν καὶ τὴν αὔξησιν. ἔστιν οὖν ἰσχυρότερον ἕτερον ἑτέρου θερµὸν τὸ µᾶλλον παρέχεσθαι ταῦτα δυνησόµενον. τὸ δὲ τυγχάνον ὂν οὐχὶ πάντως τὸ ἤτοι κατὰ τὴν ποιότητα ἐπιτεταµένον ἢ κατὰ τὴν οὐσίαν πλεῖον. πολλάκις γὰρ τὸ ἔλαττον τῇ οὐσίᾳ καὶ τὸ ἔλαττον τῇ θάλψει ἀνυσιµώτατον πρὸς τὸ ἔργον ἐστίν. ὡς γὰρ τὸ πρότερον εἴποµεν ὑµῖν, πρὸς τὴν ἀπόδοσιν τῶν οἰκείων ἔργων οὐ τὸ µάλιστα ἐπιτεταµένον ἐστὶν ἰσχυρότερον, ἀλλὰ τὸ µάλιστα σύµµετρον, ὡς τό γε ἐπιταθὲν κατ’ αὐτὴν τὴν θάλψιν ἐνίοτε καὶ βλάβος τοῖς ἔργοις γίγνεται, καί µοι τούτου πιστώµατα ἱκανά, ἃ πρόσθεν ὑµῖν ἐγὼ διεξῆλθον περὶ τῆς ἰδιότητος τοῦ θερµοῦ λέγων.
τούτων ὧδε ἐχόντων καὶ τριῶν ὄντων, ὥσπερ προείρηκα, τῶν ἐπιζητουµένων κατὰ τὸ ἀντεξετάζειν ἕτερον πρὸς ἕτερον θερµόν, ἐπειδὰν ῾Ιπποκράτης φῇ ἐνταῦθα ἔχειν τὰ αὐξανόµενα τὸ θερµὸν πλεῖστον τὸ ἔµφυτον, τῶν τριῶν ἕν, ἢ κυρίως χρώµενος ταύτῃ τῇ φωνῇ ψεῦδός τι εἴρηκεν ἢ κακῶς κέχρηται τῇ φωνῇ καὶ ψεῦδός τι εἴρηκεν ἢ ἵνα ἀληθές τι δόξῃ εἰρηκέναι χρὴ <συγχωρεῖν> αὐτὸν οὐ καλῶς τῇ φωνῇ κεχρῆσθαι. εἰ µὲν γὰρ λέγει πλεῖστον εἶναι τὸ θερµὸν τοῖς αὐξανοµένοις οἷον κατὰ τὴν οὐσίαν, ὡς ἂν καὶ τὸ ὑγρόν τις φαίη πλεῖστον εἶναι τὸν ἀµφορέα, οὐ τὸ διπλάσιον τούτου, τῇ µὲν φωνῇ ὀρθῶς δόξει κεχρῆσθαι, ψεῦδος δέ τι πολλὴ ἀνάγκη ἐστὶν αὐτὸν εἰρηκέναι. οὐ γάρ ἐστι τῇ οὐσίᾳ τὸ ἐπὶ τῶν αὐξανοµένων θερµὸν πλεῖστον, ὅτι οὐδὲ ὁ τοῦ σώµατος ὄγκος µείζων ἐστὶν ἐπὶ τούτων ἢ ἐπὶ τῶν ἀκµαζόντων τε καὶ γερόντων. τὸ δ’ ἔµφυτον θερµὸν παντὶ παρεκτέταται τῷ σώµατι. εἰ δ’ αὖ πλείονα λέγει τοῖς αὐξανοµένοις καὶ ταύτην τὴν θάλψιν ἐπιτεταµένην ἴσως τούτων θερµοτέραν, ὡς ἂν καὶ φαίη τις βουλόµενος εἰπεῖν τὴν χιόνα λευκοτέραν εἶναι ἄλλου του τῶν λευκῶν, µὴ λευ-κοτέραν εἶναι αὐτὴν µηδὲ µᾶλλον λευκήν, ἀλλὰ πλεῖον εἶναι τὸ λευκὸν τοῦδε λευκοῦ, κατ’ ἀµφότερα δόξει ἁµαρτάνειν ῾Ιπποκράτης, κατά τε τὸ µὴ καλῶς κεχρῆσθαι τῇ φωνῇ καὶ κατὰ τὸ ἄλλως ψεῦδός τι λέγειν· κατὰ µὲν τὸ µὴ καλῶς κεχρῆσθαι τῇ φωνῇ διαµαρτάνειν ἂν δοκοίη, ὅτι τὴν ἐπ’ οὐσίας πλείονος ταττοµένην φωνὴν ταύτην ἔταξεν, ἐθέλων σηµῆναι ποιότητα ἐπιταττοµένην µᾶλλον ὑπάρχειν τῇ θάλψει. ψεῦδος δέ τι ἂν δοκοίη εἰρηκέναι, ὅτι οὐ µάλιστα ἐπιτεταµένον τὸ θερµὸν τοῖς αὐξανοµένοις κατὰ τὴν ποιότητα, οὐ δεόντως θερµοτέρου ἐπὶ τῆσδε τῆς ἡλικίας τοῦ θερµοῦ ἢ ἐπ’ ἄλλης τινός. ὁ δὲ ἔφη εἶναι µάλιστα ἐπιτεταµένον ἐπὶ τῶν αὐξανοµένων· ὅτι δὲ τοῦτο ψεῦδος τυγχάνει ὂν τὸ µάλιστα ἐπιτετάσθαι τοῖς αὐξανοµένοις τὸ θερµόν, ῥᾴδιόν ἐστι πάντα ἐπιστῆσαι. οὐδὲν γὰρ ἂν εὑρεθείη γνώρισµα κατὰ τὸ σῶµα ὑπάρχον ἐπὶ τῶν αὐξανοµένων τῆς µάλιστα κατὰ τὴν θάλψιν ἐπιτάσεως τοῦ θερµοῦ. τὸ γὰρ εἰρηµένον ὑπὸ τούτου ἐν τῷ Περὶ φύσεως ἀνθρώπου συγγράµµατι εἰς τέκµαρσιν τοῦ πλεῖστον εἶναι τοῖς αὐξανοµένοις τὸ θερµὸν ἠλίθιον παντελῶς. τῷ γὰρ πρώτῳ χρόνῳ θερµότερον ἀποφαίνει εἶναι τὸν ἄνθρωπον, τεκµαιρόµενος τῇ αὐξήσει πλείστῃ τηνικαῦτα συντελουµένῃ. οὐ γὰρ ἂν πρὸς βίαν, φησί, καὶ παρὰ φύσιν ἀνεφέρετο ἡ τροφὴ πρὸς ἐναντίον τῷ αὐτῆς βάρει ἐν τῷ αὔξεσθαι τὸ σῶµα, εἰ µή τι ἰσχυρὸν τὸ ἐπαναγκάζον εἴη. τῷ γὰρ τοιούτῳ οὐ τὸ µᾶλλον ἐπιτετάσθαι κατὰ τὴν θάλψιν τὸ θερµόν ἐστι γνώρισµα, ἀλλὰ τὸ ἰσχυρότερον εἶναι. τὸ δὲ ἰσχυρότερον, ὡς ὀλίγον ἔµπροσθεν εἶπον, οὐ τοιοῦτον ἦν, οἷον τὸ µάλιστα ἐπιτεταµένον κατὰ τὴν αὐτοῦ ποιότητα, ἀλλὰ τὸ µάλιστα σύµµετρον πρὸς τὸ ἔργον· ὅπου δ’ οὖν ταῦτα ταύτῃ ἔχει, εἴπερ οὕτως λέγει ῾Ιπποκράτης· “τὰ αὐξανόµενα τὸ θερµὸν ἔχει πλεῖστον τὸ ἔµφυτον”, κατ’ ἀµφότερα διαµαρτάνει, κατά τε τὸ µὴ καλῶς κεχρῆσθαι τῇ φωνῇ καὶ κατὰ τὸ ψεῦδός τι ἄλλως εἰρηκέναι. εἰ δ’ ὡς τὸ τρίτον εἶπον, λέγει πλεῖστον εἶναι τοῖς αὐξανοµένοις τὸ θερµὸν ἐν ἴσῳ τῷ ἰσχυρότατον πρὸς τὴν ἄνυσιν τοῦ ἔργου, ὅπερ γίγνεται ἐκ τοῦ µάλιστα σύµµετρον εἶναι, οὐχὶ δέ γε ἐκ τοῦ ἤτοι τῇ οὐσίᾳ πλεῖον ὑπάρχειν ἢ αὐτῇ τῇ θάλψει ἐπιτετάσθαι µάλιστα, τῇ µὲν ἂν φωνῇ δοκοίη <οὐ> καλῶς κεχρῆσθαι, ὅτι πλεῖστον εἶπεν εἶναι τὸ θερµὸν δέον φάναι ἰσχυρότατον, τὸ µέντοι εἰρηµένον ὀρθῶς λελέχθαι δοκοίη ἄν. εἴπερ γὰρ αἱ αὐξήσεις ὑπὸ τοῦ ἐµφύτου γίγνονται θερµοῦ, ὥσπερ οὖν ἐρεῖ ὁ λόγος, ἀµήχανον καὶ ἀδύνατον µὴ ἰσχυρότατον εἶναι αὐτὸ ἐπὶ τῶν αὐξανοµένων. καί µοι εἰς τοῦτο καλῶς ἂν εἴη λελεγµένον τὸ ἐκ τοῦ Περὶ φύσεως ἀνθρώπου συγγράµµατος· ‘ἀνάγκη γὰρ αὐξανόµενον καὶ χωρέον τὸ σῶµα πρὸς βίην ***’… ἰσχυρότατον ἔχειν τὸ θερµὸν αὐτῆς, οἵα καὶ ἡ τοῦ Λύκου ῥῆσις εἰς µῆκος µὲν ἐκτεταµένη, πλέον δὲ οὐδὲν ἑρµηνεύουσα τῶν ὑπ’ ἐµοῦ προειρηµένων. εἰ µὲν γὰρ τῷ τῆς οὐσίας ὄγκῳ παραµετρῶν ὁ ῾Ιπποκράτης πλέον ἔφησεν εἶναι τοῖς αὐξανοµένοις τὸ θερµόν, ἁµαρτάνειν αὐτὸν οἴεται µικροτέρου σαφῶς τοῖς παιδίοις ὑπάρχοντος τοῦ σώµατος. εἰ δὲ τὸ κατὰ τὴν θάλψιν ἐπιτεταµένον, πάλιν αὖ καὶ τούτῳ µάχεσθαί φησι τὸ φαινόµενον. εἰ δὲ τὸ κατὰ τὴν ἐνέργειαν ἰσχυρότερον, ἀληθὲς µέν τι λέγεσθαι συγχωρεῖ, κεχρῆσθαι δὲ οὐ καλῶς αὐτὸν ἀποφαίνει τῇ λέξει. χρῆναι γὰρ οὐ πλέον, ἀλλ’ ἰσχυρότερον ὡς πρὸς τὴν ἐνέργειαν εἰρῆσθαι τὸ τῶν αὐξανοµένων θερµόν.
7. ᾿Αλλ’, ὦ βέλτιστε Λύκε, φαίη τις ἂν οἶµαι πρὸς αὐτὸν ἀπολογούµενος ὑπὲρ ὧν ἐπηρεάζει τὸν ῾Ιπποκράτην µὴ ταῦτ’ εἶναι µοχθηρὰ τὰ λεγόµενα. εὐθὺς οὖν τὸ κατὰ τὴν οὐσίαν πλέον θερµὸν οὐχ ἁπλῶς κρίνεται τῷ τοῦ παντὸς ὄγκῳ σώµατος, ἀλλ’, ὡς αὐτὸς ὁ Λύκος ἔλεγεν ἑτέρωθι, “µέγιστον ἐγκέφαλον ἔχειν τὸν ἄνθρωπον”, οὐχ ἁπλῶς λαµβάνων τὸ µέγεθος, ἀλλὰ κατὰ τὴν ἀναλογίαν τοῦ ζῴου πρὸς τὸ ζῷον. ὥσπερ οὖν οὕτω σµικρὸν παιδίον ἐλέφαντος τοῦ µεγίστου µείζονα τὸν ἐγκέφαλον ἔχειν φησίν, οὐ τῷ τοῦ σώµατος ὄγκῳ µόνῳ προσέχων τὸν νοῦν, ἀλλὰ προστιθεὶς αὐτῷ τὸ κατὰ τὴν ἀναλογίαν, οὕτω κἀπὶ τοῦ θερµοῦ σώµατος ἐχρῆν πεποιηκέναι, σκεψάµενον ὁποῖόν τι τῶν ἐν ἡµῖν σωµάτων ἔµφυτον ὑπάρχει, τουτέστιν ἀρχέγονον. αὐτὸς γὰρ ἐπίσταται τοὔνοµα καὶ γεγραµµένον ἐν τοῖς ῾Ιπποκρατείοις βιβλίοις καὶ συνηµµένον ἐκεῖνο τὸ σῶµα τὸ ἐξ ἀρχῆς ὑπάρχον τοῖς γεννωµένοις, τουτέστιν ἐξ οὗ τὴν πρώτην ἔσχηκε γένεσιν. ἆρ’ οὖν ἄλλο τι τοῦτ’ ἐστὶ πλὴν καταµηνίου καὶ σπέρµατος; ἐγὼ µὲν οὐδὲν οἶδα τρίτον, ἀλλ’ ἐπείπερ ἡ τοῦ σώµατος οὐσία τοῖς γεννωµένοις ἐκ τούτων ἐστὶ τῶν ἀρχῶν, ἡ µὲν ἀκριβῶς πρώτη σύστασις οὐκ ἐκ πλείστων ἂν εἶναι λέγοιτο τῶν εἰρηµένων σωµάτων, ἀλλ’ ἐκ µόνων. καίτοι τί λέγω τὴν πρώτην ἀκριβῶς; εἰ γὰρ ἀναµνησθείηµεν, ὁποίαν τινὰ διηγήσατο τὴν ἑκταίαν γονὴν ῾Ιπποκράτης, εἰσόµεθα σαφῶς ἔτι διαµένον ἐν αὐτῇ τὸ ἔµφυτον σῶµα· πρὶν γὰρ ὀστοῦ τινα φύσιν ἢ φλεβὸς ἢ ἀρτηρίας ἢ νεύρου ἢ χόνδρου ἢ συνδέσµου ἐν τῷ κυήµατι φαίνεσθαι, µόνον αὐτοῖς ὑπάρχει θερµὸν σῶµα τὸ ἔµφυτον. ἀδιάπλαστος γάρ τις σὰρξ µαλακὴ παραπλήσιος αἵµατος θρόµβῳ διαδέχεται τὴν πρώτην τοῦ κυήµατος ἰδέαν, ἐν αὐτῇ τινας ἔχουσαν, καθάπερ ῾Ιπποκράτης ὠνόµασεν, οἷον αἱµάλωπας ἐκ τῆς τοῦ σπέρµατος οὐσίας τῆς ἐν αὐτῇ λευκότητος ὑπαρχούσης, ὕστερον δ’ ἐκ πολλῆς τῆς ἀλλοιώσεως συνεχῶς γιγνοµένης ὀστοῦ τις ὑπογραφὴ καὶ χόνδρου καὶ συνδέσµου καὶ νεύρου καὶ ἀρτηρίας καὶ φλεβὸς ἀποτελεῖται, καθ’ ὃν ἤδη χρόνον µένον ἔτι τὸ ἔµφυτον θερµὸν σῶµα τοῖς κυουµένοις ἐστίν, ἀλλὰ πλεῖστον ἀεί τε καὶ µᾶλλόν ἐστιν, ὅσον αὐξάνεται τὰ κυούµενα. τὸ µὲν ἔµφυτον αὐτῶν σῶµα θερµόν, ὅπερ ἦν αἷµα καὶ σπέρµα, µεῖον γίγνεται. ποικιλία δὲ ἐπικτήτων προσγίγνεται σωµάτων. οὐδὲν γὰρ τῶν εἰρηµένων τοῖς ζῴοις ἔµφυτόν ἐστιν, ἀλλ’ ἐπίκτητα πάντα καὶ εἴπερ ὅλον οἷόν τ’ ἦν γενέσθαι ποτὲ ζῷον ὄστινον ἢ νεύρινον, ἐφθείρετ’ ἂν οὕτως τὸ ἔµφυτον θερµόν. ἀλλὰ τοῦτο µὲν ἀδύνατον, ἐπικρατεῖν δὲ τὴν τῶν ὀστῶν καὶ χόνδρων καὶ συνδέσµων καὶ νεύρων καὶ ἀρτηριῶν καὶ φλεβῶν οὐσίαν ἐγχωρεῖ. τὰ γοῦν εἰς ἔσχατον γῆρας ἀφικόµενα τῶν ζῴων ἐλαχίστην ἔχοντα τὴν αἱµατώδη φύσιν ὀλίγου δεῖν ἐξ ὀστῶν µόνων καὶ νεύρων ὑµένων τε καὶ συνδέσµων ἀρτηριῶν τε καὶ φλεβῶν καὶ χόνδρων σύγκειται. ἐκ γὰρ πάντων τῶν τοῦ ζῴου µορίων <µόνη µὲν> ἡ σὰρξ αἱµατώδης ἐστίν, ἣν ἐλαχίστην ἔχει τὰ γεγηρακότα καὶ ταύτην ὀλίγαιµόν τε καὶ σκληράν. τῶν δ’ ἄλλων τῶν εἰρηµένων µορίων οὐδὲν αἱµατῶδες ὑπάρχει. οὔκουν ἁπλῶς χρὴ τῷ τῆς οὐσίας ὄγκῳ µετρεῖν τὸ ποσὸν τοῦ συµφύτου σώµατος, ὅπερ ἐπὶ τῆς δραστικωτάτης τῶν ἐν αὐτῷ ποιοτήτων ἔµφυτον ὠνόµασται θερµόν, ἀλλὰ παραβάλλοντας τοῖς οὐκ ἐµφύτοις σκοπεῖσθαι τὴν ἀναλογίαν. ὡς γὰρ ἐν τῷ βαλανείῳ πολὺν ἀτµὸν ἢ νὴ Δία καπνὸν ἤ τι τοιοῦτον ἕτερον εἶναί φαµεν οὐ [γὰρ] πρὸς τὸ µέγεθος ἀναφέροντες ἁπλῶς τῶν οἴκων, ἀλλὰ πρὸς τὸν οἰκεῖον ἀέρα τῶν βαλανείων, οὕτως καὶ κατὰ τὸν ἄνθρωπον ἐροῦµεν ἤτοι πλείστην εἶναι τὴν οὐσίαν ἢ ὀλίγην τοῦ ἐµφύτου θερµοῦ, παραβάλλοντες τοῖς οὐκ ἐµφύτοις σώµασιν· αἱµατωδέστατα γὰρ ἅπαντα ἔχει τὸ βρέφος ἄχρι <τοῦ> καὶ τοῖς ὀστοῖς ἐµφαίνεσθαί τι τοιοῦτον. ἔµπαλιν δὲ οἱ γέροντες ἀναιµότατα πάντ’ ἔχουσιν ἄχρι τῶν σαρκῶν· καὶ γὰρ ταύταις ἐλάχιστον αἵµατος ὑπάρχει. ἀλλ’ ἢν ἔµφυτον σῶµα θερµὸν <ᾖ> τὸ αἷµα, περαίνοιτ’ ἂν ἡµῖν ἐκ τῶνδε πλεῖστον µὲν εἶναι τὸ ἔµφυτον θερµὸν σῶµα τοῖς αὐξανοµένοις, ἐλάχιστον δὲ τοῖς γεγηρακόσιν· οὕτω δὲ καὶ τὸ σπέρµα συγκείµενον ἔκ τε τῆς ὀρρώδους ὑγρότητος καὶ τοῦ πνεύµατος, οὗ κατ’ αὐτὴν ἐλάχιστον µὲν ἐν τοῖς γεγηρακόσι, πλεῖστον δ’ ἐστὶν ἐν τοῖς τῶν αὐξανοµένων σώµασι, καὶ τούτων µάλιστα ἐν τοῖς νεωτάτοις, ὡς ἐν τοῖς Περὶ σπέρµατος ὑποµνήµασιν ἐπεδείξαµεν, εἰ γοῦν ἀπορήσεις, εἰ ῥᾳδίως ἀναλίσκεται καὶ διαρρεῖ τὸ σῶµα τῶν αὐξανοµένων. καὶ µὴν ἐπί γε τῶν ἄλλων οὐκ ἀγνοεῖς ὕδωρ µὲν θερµὸν ἢ ἔλαιον ἤ τι τῶν οὕτως ὑγρῶν ἐλαχίστῳ χρόνῳ διαφορούµενον ὅλον, οὔτε δὲ γῆν οὔτε λίθον οὔτ’ ἄλλο τῶν ψυχρῶν φύσει καὶ ξηρῶν. δύο µὲν γάρ εἰσιν ἐν ἅπασι τοῖς οὖσιν ἐπιτηδειόταται ποιότητες εἰς διαφόρησιν, ὑγρότης καὶ θερµότης, δύο δὲ ἔµπαλιν εἰς διαµονήν, ξηρότης τε καὶ ψυχρότης, ὥστ’ οὐδὲν θαυµαστόν, εἰ τὰ µὲν τῶν παιδίων σώµατα διά τε τὴν ὑγρότητα καὶ θερµότητα ῥᾳδίως διαπνεῖται, τὰ δὲ τῶν γερόντων οὐ ῥᾳδίως ὑπὸ ξηρότητος καὶ ψύξεως πεπηγυῖαν ἐχόντων τὴν οὐσίαν.
ὥστ’, ὦ βέλτιστε Λύκε, περὶ ὧν ἐχρῆν ἐπιτιµηθῆναί σε, περὶ τούτων ἐγκαλεῖς. ἀγνοῶν γοῦν ἐφάνης ἕν τι τῶν πρώτων µαθηµάτων, ὃ µηδεὶς τῶν εἰσηγµένων νοµίµως ἀγνοεῖ. πολλὴν µὲν γὰρ οὐσίαν ἁπλῆν ὁ τοῦ σώµατος ὄγκος κρίνει, σύνθετον δὲ ἐκ διαφερόντων ὑπάρχουσαν ἡ τῶν µιχθέντων ἀναλογία, καθάπερ καὶ τὸν ἐγκέφαλον ἤ τι τῶν ἄλλων µορίων. οὕτω γοῦν καὶ οἱ µειγνύντες οἶνον ὕδατι τοῦ πιεῖν ἕνεκεν ἤτοι πλείονα τὸν οἶνον λέγουσιν ἢ τὸ ὕδωρ ἢ οὐδέτερον, ὅταν εἰς συµµετρίαν κράσεως ἥκωσιν. ἔµπληκτος δ’ οὐδεὶς οὕτως ἐστίν, ὡς ἐµβαλὼν εἰς οἴνου πίθον ὕδατος κοτύλην πλέον εἶναι λέγειν ἐν τῷ πίθῳ τὸ ὕδωρ τοῦ κατὰ τὸ µικρὸν ποτήριον, ὅταν, <εἰ> οὕτως ἔτυχεν, ἐν ἐκείνῳ τριῶν ὄντων κυάθων ὁ µὲν εἷς ὕδατος, οἱ δὲ δύο ὑπάρχωσιν οἴνου. Λύκος δέ, ὡς οἶµαι, καὶ τὴν τετραφάρµακον ὀνοµαζοµένην δύναµιν ἐκ κηροῦ καὶ στέατος καὶ πίττης καὶ ῥητίνης ἴσων ἁπάντων συντεθειµένων οὐ φήσει πλείονα τὴν πίτταν ἔχειν, ἐὰν διπλασίαν τις ἐµβάλῃ τῶν ἄλλων. ἀλλὰ κἀνταῦθα ἐπισκέψεται, πότερον πίθος ὅλος ἐστὶ µεστὸς τῆς τετραφαρµάκου δυνάµεως ἢ µικρόν τι λεκάριον, εἶτα τὸν πίθον ἐρεῖ πολὺ πλείονα τὴν πίτταν ἔχειν τοῦ λεκαρίου, κἂν ὁ µὲν ἐξ ἴσων ᾖ τῶν τεττάρων, ἡ πίττα δ’ ὑπάρχῃ διπλασία τῶν ἄλλων ἐν τῷ λεκαρίῳ. τοιγαροῦν ἅπαντα τὰ τοιαῦτα ἁµαρτήµατα τῶν πολλῶν µὴ δυναµένων † ἐστὶ διακρῖναι τὸ κατ’ ἀναλογίαν καὶ µίξιν πολὺ τοῦ κατὰ τὸ κοινὸν µέτρον ἁπλῶς οὕτω λεγοµένου, οὐ κατὰ τὸν αὐτὸν τρόπον, ἐφ’ ὃν ὁ Λύκος ἐνεκάλεσεν ῾Ιπποκράτει; ἥ τε γὰρ οὐσία τοῦ ἐµφύτου θερµοῦ πλείστη τοῖς αὐξανοµένοις ἐστὶν ὡς πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν, ἥ τε σὺν αὐτῇ ποιότης ὡσαύτως, ἐπειδήπερ ἀχώριστοι τῶν οὐσιῶν εἰσιν αἱ οἰκεῖαι ποιότητες, ὥσπερ γε <αὐ>τῶν καὶ αἱ δυνάµεις. οὕτω γοῦν κἂν εἰς τὴν τετραφάρµακον ἐµβάλῃς πλείονα τῆς τῶν ἄλλων ἀναλογίας τὴν πίτταν, οὐ τὴν οὐσίαν µόνον αὐτῆς, ἀλλὰ καὶ τὴν ποιότητα καὶ τὴν δύναµιν ἐρεῖς ἐνεῖναι πλείονα καὶ διὰ τοῦτο καὶ τὸ ὑγρὸν µέρος τῆς πίττης ηὐξῆσθαι. δῆλον οὖν ὅτι κατὰ τὰ τρία τοῦ πολλοῦ σηµαινόµενα τὰ πρὸς τοῦ Λύκου γεγραµµένα πλείων ἥ τε πίττα λεχθήσεται κατὰ τὴν τετραφάρµακον εἶναι τό τ’ ἔµφυτον θερµὸν τοῖς ζῴοις, ἔτι δὲ µᾶλλον, ἐφ’ ὧν οὐ κέκραται δι’ ὅλων ἀλλήλων ὅλα τὰ µειγνύµενα, κατάδηλόν ἐστι τὸ κατὰ τοὺς τρεῖς τρόπους οὓς ὁ Λύκος εἶπεν ἕτερον ἑτέρου λέγεσθαι πλέον, ὥσπερ ἐπὶ τοῦδε τοῦ φαρµάκου τῶν συνηθεστάτων ὄντος, ὃ σύγκειται µὲν ἐξ ἴρεως καὶ ἀριστολοχίας καὶ τοῦ τῶν ὀρόβων ἀλεύρου καὶ λιβανωτοῦ, πάντων ἀλλήλοις ἴσων τῷ σταθµῷ, δύναιτ’ ἄν τις τὸ ἓν ἐξ αὐτῶν διπλάσιον ἐργασάµενος ἀναµεῖξαι τοῖς ἄλλοις ἴσοις, οἷον, εἰ τύχοι, τὴν ἀριστολοχίαν. ἀληθὲς οὖν ἐστι κατὰ τὴν αὐτῶν µίξιν εἰπεῖν, ὅτι καὶ τῇ οὐσίᾳ καὶ τῇ ποιότητι καὶ τῇ ἐνεργείᾳ πλείων ἐστὶ καὶ κρατεῖ τῶν ἄλλων ἡ ἀριστολοχία. ταὐτὸν δὴ τοῦτο κἀπὶ τοῦ βαλανείου τις <ἂν> εἴποι µὴ µόνον ἔχοντος ἐν ἑαυτῷ τὸν εὐκρατότατον ἀέρα, προσειληφότος δέ τι καὶ καπνοῦ καὶ ἀτµοῦ. δύναται γὰρ ἐκ τούτων ποτὲ µὲν ὁ καπνὸς εἶναι πλείων, ποτὲ δὲ ὁ ἀτµός, ὥσπερ γε καὶ ὁ κατὰ φύσιν ἀὴρ τοῦ βαλανείου. τὸ δ’ ἁπλῶς οὕτως πλέον κατὰ τὴν τῆς οὐσίας ὑπεροχὴν λέγοµεν ᾧ καὶ τὴν ποιότητα συναύξεσθαι καὶ τὴν ἀπ’ αὐτῆς ἐνέργειαν ἀναγκαῖόν ἐστιν. ὑποκείσθω γοῦν εἶναι τὴν οὐσίαν τοῦ καπνοῦ πλείονα τῆς τῶν ἄλλων δυοῖν· ὀρθῶς ἐρεῖς τηνικαῦτα καὶ τὴν ποιότητα τοῦ καπνοῦ τῆς τῶν ἄλλων ποιότητος εἶναι πλείονα καὶ τὴν ἐνέργειαν, ὁµολογουµένως δὲ οὐ πλείονα γίγνεσθαι ποιότητα ποιότητος, ἀλλὰ σφοδροτέραν, ὥσπερ γε καὶ ἀµυδροτέραν, οὐκ ἐλάττω, παµπόλλης οὔσης τῆς τοιαύτης χρήσεως τῶν ὀνοµάτων ἐν ὅλῳ τῷ βίῳ καὶ κατὰ πάσας τὰς τέχνας. καὶ τί δεῖ τῶν ἄλλων µνηµονεύειν ἔχοντας ἐναργῶς τοῦ λόγου µαρτύριον ἐπ’ αὐτῶν τῶν πυρετῶν, οὓς ὁσηµέραι πάντες ποτὲ µὲν µείζονας ἢ ἐλάττονας ἀλλήλων γεγονέναι φασί, ποτὲ δὲ ἔλαττον ἢ πλέον πυρέττειν τόνδε τοῦδε καὶ τὸν αὐτὸν χθὲς ἢ σήµερον. οὕτως οὖν ὑποκειµένου λέγεσθαι τοῦ κατὰ τὴν ποιότητα πλείονος οὐδὲν θαυµαστόν, ἐν ᾧ βαλανείῳ πλείων ἐστὶν οὐσία καπνοῦ, καὶ τὴν ποιότητα φάναι γεγονέναι πλείονα καὶ τὴν ἐνέργειαν, εἰ µὲν κυρίως ὀνοµάζοµεν ἰσχυροτέραν τε καὶ σφοδροτέραν, εἰ δὲ καταχρώµενοι µείζονά τε καὶ πλείονα. δήξεται γὰρ δηλονότι τοὺς ὀφθαλµοὺς ὁ καπνός, εἰς ὅσον αὐξάνεται κατὰ τὴν οὐσίαν, ὥστ’ ἀεὶ ταῖς οὐσίαις συναυξανοµένων τῶν οἰκείων αὐταῖς ποιοτήτων καὶ τῶν ἐνεργειῶν ἀληθῶς ἂν εἴποι τις ἐν τῷ τοιούτῳ βαλανείῳ πλεῖστον εἶναι τὸν καπνόν. ὑποκείσθω δὲ πάλιν ἔλαττον µὲν ἀτµοῦ τε καὶ καπνοῦ κατὰ τὸ βαλανεῖον ὑπάρχειν, ἡ δ’ οἰκεία τοῦ ἀέρος οὐσία πλείστη <φαίνεται> κατὰ τὴν ἀναλογίαν οὖσά τε καὶ γιγνοµένη τοῦ τοῖς ζῴοις ἐµφύτου θερµοῦ. λεχθήσεται γὰρ καὶ νῦν ἐν τῷ βαλανείῳ πλεῖστον εἶναι τὸ οἰκεῖον θερµόν. ἆρ’ οὖν ἀποδεῖ τι τούτου τὸ κατὰ τοὺς ἐν τῷ ζῴῳ χυµούς, ἐξ ὧν ἀτµιζόντων ἡ προσπίπτουσα θερµασία τοῖς ἁπτοµένοις ἔξωθέν ἐστιν; ἄλλη µὲν γὰρ ἀπὸ τοῦ αἵµατος ἀνάπτεται θερµότης, ἄλλη δὲ ἀπὸ τοῦ φλέγµατος, ἄλλη δὲ ἀπὸ τῆς ξανθῆς ἢ µελαίνης χολῆς. ἐπὶ µὲν οὖν τῶν παίδων ἡ οὐσία τοῦ αἵµατος πλείστη κατὰ τὴν τῆς µίξεως ἀναλογίαν· (τούτου γὰρ ἀναµιµνῄσκειν ἀεὶ δεῖ καθάπερ ὑπὸ ληθάργου κατεχοµένους τοὺς τὰ τοιαῦτα ληροῦντας, ὁποῖα Λύκος ἔγραψεν)· ἥ τε συναυξανοµένη ποιότης οὖσα χρηστὴ καὶ φίλιος, οὐκ ἀνιαρὰ καὶ δακνώδης τοῖς ἁπτοµένοις ἥ τ’ ἐνέργεια καθ’ ἣν αἱ πέψεις οὐ κνισώδεις γίνονται οὐδ’ ὀξώδεις ὡς ἐπὶ φλέγµατος.
κατὰ πάντας οὖν τοὺς τρόπους, ὦ γενναιότατε Λύκε, τοῖς αὐξανοµένοις πλέον ἐστὶ τὸ ἔµφυτον θερµόν, ὥστ’ οὐδὲν ῾Ιπποκράτης ἥµαρτεν, ἀλλὰ σὺ µᾶλλον ἐξηλέγχθης ἐπηρεάζων. ἐνεδείξω γὰρ ἐξ ὧν ἔγραψας οὐδ’ ὅλως εἰσηγµένος ὑπὸ διδασκάλων τῶν ῾Ιπποκρατείων ἐπαΐειν τι δογµάτων ἐγκαλῶν τε προφανῶς οἷς οὐδ’ ὅλως οἶσθα τήν τ’ ἀντιλογίαν ἀµαθεστάτην ποιούµενος ἐφωράθης τε δι’ αὐτῆς ἀνατρέπειν ἐγχειρῶν ἁπάσης τέχνης σύστασιν, ἀγνοῶν γε ἃ περὶ τούτων ἔγραψε Πλάτων πολλάκις, ἐναντία δὲ λέγων σαυτῷ λυµαινόµενός τε τοῖς νέοις ὅσοι καθάπερ σὺ λογικῆς θεωρίας ἀγυµνάστως ἔχοντες ἀγνοοῦσι διακρίνειν ἀληθεῖς λόγους ψευδῶν. ἐφ’ ἅπασι δὲ τούτοις τολµηρότατός τε ἅµα καὶ φλύαρος ὤφθης ἐπιχειρήσας γράφειν ἐξηγήσεις τῶν ὑφ’ ῾Ιπποκράτους εἰρηµένων ἄνευ τοῦ µεµαθηκέναι πρότερον αὐτά.
Гален. Против Лика
О том, что нет ничего ошибочного в афоризме Гиппократа, который начинается словами: «Тела, которые еще растут, имеют больше всего врожденной теплоты»[165]
1. Разумеется, нет ничего предосудительного в том, чтобы всякий желающий, пусть бы даже и Лик, стал оспаривать идеи Гиппократа. Но тогда, на мой взгляд, тем более незазорно по возможности избавить Гиппократа от несправедливых наветов, как это бывает, например, в суде, когда оглашающий заявления сторон обязан позаботиться о защите ответчика, тем более если истец начинает дерзить, прежде чем разобраться в том, что было сказано, зато ответчик опирается исключительно на учение великого врача древности, которое ему прекрасно известно.
Что до Лика, своим толкованием афоризмов Гиппократа он вдвойне оскорбил учение этого мужа: и в тех моментах, где ругал, и в тех, где, как ему кажется, хвалил, и, наконец, своими встречными аргументами. Ведь то, что он хвалит, – это фантазии Лика, а не учение Гиппократа. Из возражений же его очевидно, что и самых основ учения Гиппократа он не знает. Тот же, кому неведомы основы, то есть буквы учения, напрасно будет взирать на сложенные из них слоги и то, что получится из них.
Вот если бы я первый, а может, даже единственный, заявил, что, согласно Гиппократу, тела всех живых существ состоят из сочетаний теплого, холодного, влажного и сухого, тогда, конечно, мне следовало бы осторожнее упрекать Лика за то, что тот решился толковать сочинения Гиппократа, не удосужившись прежде изучить самых основ его учения. Ведь ни тем, кто изначально воспитан в противоположном учении, ни тем, кто не знает даже основ учения, не следует комментировать «Афоризмы»: только тем, кто воспитан в этом учении, пристало хвалить или ругать его мнение. Лик же настолько невежественен в учении Гиппократа и настолько пренебрегает всякой мыслью этого уважаемого врача, что, клянусь всеми богами, после самых первых его толкований афоризмов я не мог заставить себя читать оставшуюся часть его труда, настолько, как я видел, эта книга извращает учение древнего врача.
Однако один из моих друзей попросил меня ответить на его комментарий на афоризмы, в котором говорится, что «тела, которые еще растут, имеют больше всего врожденной теплоты». Далее, вынужденный защищаться от многочисленных обвинений тех, чье внимание привлек этот вопрос, в конечном счете я решил написать эту книгу.
2. Впрочем, на мой взгляд, стоит предварительно сказать еще пару слов. Тогда нашим судьям будет проще проследить ход мысли как в возражениях Лика, так и в моих возражениях.
Присутствие тепла в наших телах – неоспоримый факт. Тем не менее врачи по-прежнему расходятся во мнении, что же является его источником. Одни говорят, что это – движение, возникающее в результате деятельности сердца и артерий (ведь движение свойственно сердцу в силу его природы), а другие – что тепло, как и движение, является прирожденным свойством сердца.
Желающие с научной точки зрения постичь учение, согласно которому тепло, холод, сухость и влага есть первичные элементы всякого живого организма, могут обратиться к одной из моих книг, в которой я подробным образом пересказываю и разъясняю учение Гиппократа. Она так и называется: «Об элементах, согласно Гиппократу». После стоит также прочесть и другое мое сочинения – «О смешениях», в котором я показываю, в каких телах содержится больше первоэлемента огня, а в каких – меньше, а также то, что поэтому одни являются по природе более, а другие – менее горячими. Сам первоэлемент огня заложен во всех нас изначально: он зарождается при соединении спермы и менструальных выделений. Однако мы отличаемся друг от друга разной температурой тела: один человек может быть теплее или холоднее, чем другой. Однако существуют границы этого различия, при выходе за которые человек непременно заболеет и может даже погибнуть. Ведь, если у нас слишком низкая температура тела, мы заболеваем холодными болезнями, а если температура тела выше нормы, обыкновенно дело доходит до лихорадки.