bannerbanner
Настройки чтения
Размер шрифта
Высота строк
Поля
На страницу:
7 из 12

14. Πάλιν οὖν καὶ ἡµεῖς ἐφ’ ἑτέραν µεταβῶµεν ἀδολεσχίαν· οὐ γὰρ ἐπιτρέπουσιν οἱ σοφισταὶ τῶν ἀξίων τι ζητηµάτων προχειρίζεσθαι καίτοι παµπόλλων ὑπαρχόντων, ἀλλὰ κατατρίβειν ἀναγκάζουσι τὸν χρόνον εἰς τὴν τῶν σοφισµάτων, ὧν προβάλλουσι, λύσιν. τίς οὖν ἡ ἀδολεσχία; ἡ ἔνδοξος αὕτη καὶ πολυθρύλητος λίθος ἡ τὸν σίδηρον ἐπισπωµένη. τάχα γὰρ ἂν αὕτη ποτὲ τὴν ψυχὴν αὐτῶν ἐπισπάσαιτο πιστεύειν εἶναί τινας ἐν ἑκάστῳ τῶν σωµάτων ἑλκτικὰς τῶν οἰκείων ποιοτήτων δυνάµεις. ᾿Επίκουρος µὲν οὖν καίτοι παραπλησίοις ᾿Ασκληπιάδῃ στοιχείοις πρὸς τὴν φυσιολογίαν χρώµενος ὅµως ὁµολο-γεῖ, πρὸς µὲν τῆς ἡρακλείας λίθου τὸν σίδηρον ἕλκεσθαι, πρὸς δὲ τῶν ἠλέκτρων τὰ κυρήβια καὶ πειρᾶταί γε καὶ τὴν αἰτίαν ἀποδιδόναι τοῦ φαινοµένου. τὰς γὰρ ἀπορρεούσας ἀτόµους ἀπὸ τῆς λίθου ταῖς ἀπορρεούσαις ἀπὸ τοῦ σιδήρου τοῖς σχήµασιν οἰκείας εἶναί φησιν, ὥστε περιπλέκεσθαι ῥᾳδίως. προσκρουούσας οὖν αὐτὰς τοῖς συγκρίµασιν ἑκατέροις τῆς τε λίθου καὶ τοῦ σιδήρου κἄπειτ’ εἰς τὸ µέσον ἀποπαλλοµένας οὕτως ἀλλήλαις τε περιπλέκεσθαι καὶ συνεπισπᾶσθαι τὸν σίδηρον. τὸ µὲν οὖν τῶν ὑποθέσεων εἰς τὴν αἰτιολογίαν ἀπίθανον ἄντικρυς δῆλον, ὅµως δ’ οὖν ὁµολογεῖ τὴν ὁλκήν. καὶ οὕτω γε καὶ κατὰ τὰ σώµατα τῶν ζῴων φησὶ γίγνεσθαι τάς τ’ ἀναδόσεις καὶ τὰς διακρίσεις τῶν περιττωµάτων καὶ τὰς τῶν καθαιρόντων φαρµάκων ἐνεργείας. ᾿Ασκληπιάδης δὲ τό τε τῆς εἰρηµένης αἰτίας ἀπίθανον ὑπιδόµενος καὶ µηδεµίαν ἄλλην ἐφ’ οἷς ὑπέθετο στοιχείοις ἐξευρίσκων πιθανὴν ἐπὶ τὸ µηδ’ ὅλως ἕλκεσθαι λέγειν ὑπὸ µηδενὸς µηδὲν ἀναισχυντήσας ἐτράπετο, δέον, εἰ µήθ’ οἷς ᾿Επίκουρος εἶπεν ἠρέσκετο µήτ’ ἄλλα βελτίω λέγειν εἶχεν, ἀποστῆναι τῶν ὑποθέσεων καὶ τήν τε φύσιν εἰπεῖν τεχνικὴν καὶ τὴν οὐσίαν τῶν ὄντων ἑνουµένην τε πρὸς ἑαυτὴν ἀεὶ καὶ ἀλλοιουµένην ὑπὸ τῶν ἑαυτῆς µορίων εἰς ἄλληλα δρώντων τε καὶ πασχόντων. εἰ γὰρ ταῦθ’ ὑπέθετο, χαλεπὸν οὐδὲν ἦν τὴν τεχνικὴν ἐκείνην φύσιν ὁµολογῆσαι δυνάµεις ἔχειν ἐπισπαστικὴν µὲν τῶν οἰκείων, ἀποκριτικὴν δὲ τῶν ἀλλοτρίων. οὐ γὰρ δι’ ἄλλο τί γ’ ἦν αὐτῇ τὸ τεχνικῇ τ’ εἶναι καὶ τοῦ ζῴου διασωστικῇ καὶ τῶν νοσηµάτων κριτικῇ παρὰ τὸ προσίεσθαι µὲν καὶ φυλάττειν τὸ οἰκεῖον, ἀποκρίνειν δὲ τὸ ἀλλότριον. ἀλλ’ ᾿Ασκληπιάδης κἀνταῦθα τὸ µὲν ἀκόλουθον ταῖς ἀρχαῖς αἷς ὑπέθετο συνεῖδεν, οὐ µὴν τήν γε πρὸς τὸ φαινόµενον ἐναργῶς ᾐδέσθη µάχην, ἀλλ’ ὁµόσε χωρεῖ καὶ περὶ τούτου πᾶσιν οὐκ ἰατροῖς µόνον ἀλλ’ ἤδη καὶ τοῖς ἄλλοις ἀνθρώποις οὔτε κρίσιν εἶναί τινα λέγων οὔθ’ ἡµέραν κρίσιµον οὔθ’ ὅλως οὐδὲν ἐπὶ σωτηρίᾳ τοῦ ζῴου πραγµατεύσασθαι τὴν φύσιν. ἀεὶ γὰρ τὸ µὲν ἀκόλουθον φυλάττειν βούλεται, τὸ δ’ ἐναργῶς φαινόµενον ἀνατρέπειν ἔµπαλιν ᾿Επικούρῳ. τιθεὶς γὰρ ἐκεῖνος ἀεὶ τὸ φαινόµενον αἰτίαν αὐτοῦ ψυχρὰν ἀποδίδωσι. τὰ γὰρ ἀποπαλλόµενα σµικρὰ σώµατα τῆς ἡρακλείας λίθου τοιούτοις ἑτέροις περιπλέκεσθαι µορίοις τοῦ σιδήρου κἄπειτα διὰ τῆς περιπλοκῆς ταύτης µηδαµοῦ φαινοµένης ἐπισπᾶσθαι βαρεῖαν οὕτως οὐσίαν οὐκ οἶδ’ ὅπως ἄν τις πεισθείη. καὶ γὰρ εἰ τοῦτο συγχωρήσοµεν, τό γε τῷ σιδήρῳ πάλιν ἕτερον προστεθέν τι συνάπτεσθαι τὴν αὐτὴν αἰτίαν οὐκέτι προσίεται. τί γὰρ ἐροῦµεν; ἢ δηλαδὴ τῶν ἀπορρεόντων τῆς λίθου µορίων ἔνια µὲν προσκρούσαντα τῷ σιδήρῳ πάλιν ἀποπάλλεσθαι καὶ ταῦτα µὲν εἶναι, δι’ ὧν κρεµάννυσθαι συµβαίνει τὸν σίδηρον, τὰ δ’ εἰς αὐτὸν εἰσδυόµενα διὰ τῶν κενῶν πόρων διεξέρχεσθαι τάχιστα κἄπειτα τῷ παρακειµένῳ σιδήρῳ προσκρούοντα µήτ’ ἐκεῖνον διαδῦναι δύνασθαι, καίτοι τόν γε πρῶτον διαδύντα, παλινδροµοῦντα δ’ αὖθις ἐπὶ τὸν πρότερον ἑτέρας αὖθις ἐργάζεσθαι ταῖς προτέραις ὁµοίας περιπλοκάς; ἐναργῶς γὰρ ἐνταῦθα τὸ ληρῶδες τῆς αἰτίας ἐλέγχεται. γραφεῖα γοῦν οἶδά ποτε σιδηρᾶ πέντε κατὰ τὸ συνεχὲς ἀλλήλοις συναφθέντα, τοῦ πρώτου µὲν µόνου τῆς λίθου ψαύσαντος, ἐξ ἐκείνου δ’ εἰς τἆλλα τῆς δυνάµεως διαδοθείσης· καὶ οὐκ ἔστιν εἰπεῖν, ὡς, εἰ µὲν τῷ κάτω τοῦ γραφείου πέρατι προσάγοις ἕτερον, ἔχεταί τε καὶ συνάπτεται καὶ κρέµαται τὸ προσενεχθέν· εἰ δ’ ἄλλῳ τινὶ µέρει τῶν πλαγίων προσθείης, οὐ συνάπτεται. πάντη γὰρ ὁµοίως ἡ τῆς λίθου διαδίδοται δύναµις, εἰ µόνον ἅψαιτο κατά τι τοῦ πρώτου γραφείου. καὶ µέντοι κἀκ τούτου πάλιν εἰς τὸ δεύτερον ὅλον ἡ δύναµις ἅµα νοήµατι διαρρεῖ κἀξ ἐκείνου πάλιν εἰς τὸ τρίτον ὅλον. εἰ δὴ νοήσαις σµικράν τινα λίθον ἡρακλείαν ἐν οἴκῳ τινὶ κρεµαµένην, εἶτ’ ἐν κύκλῳ ψαύοντα πάµπολλα σιδήρια κἀκείνων πάλιν ἕτερα κἀκείνων ἄλλα καὶ τοῦτ’ ἄχρι πλείονος, ἅπαντα δήπου πίµπλασθαι δεῖ τὰ σιδήρια τῶν ἀπορρεόντων τῆς λίθου σωµάτων. καὶ κινδυνεύει διαφορηθῆναι τὸ σµικρὸν ἐκεῖνο λιθίδιον εἰς τὰς ἀπορροὰς διαλυθέν. καίτοι, κἂν εἰ µηδὲν παρακέοιτ’ αὐτῷ σιδήριον, εἰς τὸν ἀέρα σκεδάννυται, µάλιστ’ εἰ καὶ θερµὸς ὑπάρχοι. ναί, φησί, σµικρὰ γὰρ αὐτὰ χρὴ πάνυ νοεῖν, ὥστε τῶν ἐµφεροµένων τῷ ἀέρι ψηγµάτων τούτων δὴ τῶν σµικροτάτων ἐκείνων ἔνια µυριοστὸν εἶναι µέρος. εἶτ’ ἐξ οὕτω σµικρῶν τολµᾶτε λέγειν κρεµάννυσθαι βάρη τηλικαῦτα σιδήρου; εἰ γὰρ ἕκαστον αὐτῶν µυριοστόν ἐστι µέρος τῶν ἐν τῷ ἀέρι φεροµένων ψηγµάτων, πηλίκον χρὴ νοῆσαι τὸ πέρας αὐτῶν τὸ ἀγκιστροειδές, ᾧ περιπλέκεται πρὸς ἄλληλα; πάντως γὰρ δήπου τοῦτο σµικρότατόν ἐστιν ὅλου τοῦ ψήγµατος. εἶτα µικρὸν µικρῷ, κινούµενον κινουµένῳ περιπλακὲν οὐκ εὐθὺς ἀποπάλλεται. καὶ γὰρ δὴ καὶ ἄλλ’ ἄττα πάντως αὐτοῖς, τὰ µὲν ἄνωθεν, τὰ δὲ κάτωθεν, καὶ τὰ µὲν ἔµπροσθεν, τὰ δ’ ὄπισθεν, τὰ δ’ ἐκ τῶν δεξιῶν, τὰ δ’ ἐκ τῶν ἀριστερῶν ἐκρηγνύµενα σείει τε καὶ βράττει καὶ µένειν οὐκ ἐᾷ. καὶ µέντοι καὶ πολλὰ χρὴ νοεῖν ἐξ ἀνάγκης ἕκαστον ἐκείνων τῶν σµικρῶν σωµάτων ἔχειν ἀγκιστρώδη πέρατα. δι’ ἑνὸς µὲν γὰρ ἀλλήλοις συνάπτεται, δι’ ἑτέρου δ’ ἑνὸς τοῦ µὲν ὑπερκειµένου τῇ λίθῳ, τοῦ δ’ ὑποκειµένου τῷ σιδήρῳ. εἰ γὰρ ἄνω µὲν ἐξαφθείη τῆς λίθου, κάτω δὲ τῷ σιδήρῳ µὴ συµπλακείη, πλέον οὐδέν. ὥστε τοῦ µὲν ὑπερκειµένου τὸ ἄνω µέρος ἐκκρέµασθαι χρὴ τῆς λίθου, τοῦ δ’ ὑποκειµένου τῷ κάτω πέρατι συνῆφθαι τὸν σίδηρον. ἐπεὶ δὲ κἀκ τῶν πλαγίων ἀλλήλοις περιπλέκεται, πάντως που κἀνταῦθα ἔχει τὰ ἄγκιστρα. καὶ µέµνησό µοι πρὸ πάντων, ὅπως ὄντα σµικρὰ τὰς τοιαύτας καὶ τοσαύτας ἀποφύσεις ἔχει. καὶ τούτου µᾶλλον ἔτι [µέµνησο], πῶς, ἵνα τὸ δεύτερον σιδήριον συναφθῇ τῷ πρώτῳ καὶ τῷ δευτέρῳ τὸ τρίτον κἀκείνῳ τὸ τέταρτον, ἅµα µὲν διεξέρχεσθαι χρὴ τοὺς πόρους ταυτὶ τὰ σµικρὰ καὶ ληρώδη ψήγµατα, ἅµα δ’ ἀποπάλλεσθαι τοῦ µετ’ αὐτὸ τεταγµένου, καίτοι κατὰ πᾶν ὁµοίου τὴν φύσιν ὑπάρχοντος. οὐδὲ γὰρ ἡ τοιαύτη πάλιν ὑπόθεσις ἄτολµος, ἀλλ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, µακρῷ τῶν ἔµπροσθεν ἀναισχυντοτέρα, πέντε σιδηρίων ὁµοίων ἀλλήλοις ἐφεξῆς τεταγµένων διὰ τοῦ πρώτου διαδυόµενα ῥᾳδίως τῆς λίθου τὰ µόρια κατὰ τὸ δεύτερον ἀποπάλλεσθαι καὶ µὴ διὰ τούτου κατὰ τὸν αὐτὸν τρόπον ἑτοίµως διεξέρχεσθαι. καὶ µὴν ἑκατέρως ἄτοπον. εἰ µὲν γὰρ ἀποπάλλεται, πῶς εἰς τὸ τρίτον ὠκέως διεξέρχεται; εἰ δ’ οὐκ ἀποπάλλεται, πῶς κρεµάννυται τὸ δεύτερον ἐκ τοῦ πρώτου; τὴν γὰρ ἀπόπαλσιν αὐτὸς ὑπέθετο δηµιουργὸν τῆς ὁλκῆς. ἀλλ’, ὅπερ ἔφην, εἰς ἀδολεσχίαν ἀναγκαῖον ἐµπίπτειν, ἐπειδάν τις τοιούτοις ἀνδράσι διαλέγηται. σύντοµον οὖν τινα καὶ κεφαλαιώδη λόγον εἰπὼν ἀπαλλάττεσθαι βούλοµαι. τοῖς [γὰρ] ᾿Ασκληπιάδου γράµµασιν εἴ τις ἐπιµελῶς ὁµιλήσειε, τήν τε πρὸς τὰς ἀρχὰς ἀκολουθίαν τῶν τοιούτων δογµάτων ἀκριβῶς ἂν ἐκµάθοι καὶ τὴν πρὸς τὰ φαινόµενα µάχην. ὁ µὲν οὖν ᾿Επίκουρος τὰ φαινόµενα φυλάττειν βουλόµενος ἀσχηµονεῖ φιλοτιµούµενος ἐπιδεικνύειν αὐτὰ ταῖς ἀρχαῖς ὁµολογοῦντα· ὁ δ’ ᾿Ασκληπιάδης τὸ µὲν ἀκόλουθον ταῖς ἀρχαῖς φυλάττει, τοῦ φαινοµένου δ’ οὐδὲν αὐτῷ µέλει. ὅστις οὖν βούλεται τὴν ἀτοπίαν ἐξελέγχειν τῶν ὑποθέσεων, εἰ µὲν πρὸς ᾿Ασκληπιάδην ὁ λόγος αὐτῷ γίγνοιτο, τῆς πρὸς τὸ φαινόµενον ὑποµιµνησκέτω µάχης· εἰ δὲ πρὸς ᾿Επίκουρον, τῆς πρὸς τὰς ἀρχὰς διαφωνίας. αἱ δ’ ἄλλαι σχεδὸν αἱρέσεις αἱ τῶν ὁµοίων ἀρχῶν ἐχόµεναι τελέως ἀπέσβησαν, αὗται δ’ ἔτι µόναι διαρκοῦσιν οὐκ ἀγεννῶς. καίτοι τὰ µὲν ᾿Ασκληπιάδου Μηνόδοτος ὁ ἐµπειρικὸς ἀφύκτως ἐξελέγχει, τήν τε πρὸς τὰ φαινόµενα µάχην ὑποµιµνήσκων αὐτὸν καὶ τὴν πρὸς ἄλληλα· τὰ δ’ ᾿Επικούρου πάλιν ὁ ᾿Ασκληπιάδης ἐχόµενος ἀεὶ τῆς ἀκολουθίας, ἧς ἐκεῖνος οὐ πάνυ τι φαίνεται φροντίζων. ἀλλ’ οἱ νῦν ἄνθρωποι, πρὶν καὶ ταύτας ἐκµαθεῖν τὰς αἱρέσεις καὶ τὰς ἄλλας τὰς βελτίους κἄπειτα χρόνῳ πολλῷ κρῖναί τε καὶ βασανίσαι τὸ καθ’ ἑκάστην αὐτῶν ἀληθές τε καὶ ψεῦδος, οἱ µὲν ἰατροὺς ἑαυτούς, οἱ δὲ φιλοσόφους ὀνοµάζουσι µηδὲν εἰδότες. οὐδὲν οὖν θαυµαστὸν ἐπίσης τοῖς ἀληθέσι τὰ ψευδῆ τετιµῆσθαι. ὅτῳ γὰρ ἂν ἕκαστος πρώτῳ περιτύχῃ διδασκάλῳ, τοιοῦτος ἐγένετο, µὴ περιµείνας µηδὲν ἔτι παρ’ ἄλλου µαθεῖν. ἔνιοι δ’ αὐτῶν, εἰ καὶ πλείοσιν ἐντύχοιεν, ἀλλ’ οὕτω γ’ εἰσὶν ἀσύνετοί τε καὶ βραδεῖς τὴν διάνοιαν, ὥστε καὶ γεγηρακότες οὔπω συνιᾶσιν ἀκολουθίαν λόγου. πάλαι δὲ τοὺς τοιούτους ἐπὶ τὰς βαναύσους ἀπέλυον τέχνας. ἀλλὰ ταῦτα µὲν ἐς ὅ τι τελευτήσει θεὸς οἶδεν. ἡµεῖς δ’ ἐπειδή, καίτοι φεύγοντες ἀντιλέγειν τοῖς ἐν αὐταῖς ταῖς ἀρχαῖς εὐθὺς ἐσφαλµένοις, ὅµως ἠναγκάσθηµεν ὑπ’ αὐτῆς τῶν πραγµάτων τῆς ἀκολουθίας εἰπεῖν τινα καὶ διαλεχθῆναι πρὸς αὐτούς, ἔτι καὶ τοῦτο προσθήσοµεν τοῖς εἰρηµένοις, ὡς οὐ µόνον τὰ καθαίροντα φάρµακα πέφυκεν ἐπισπᾶσθαι τὰς οἰκείας ποιότητας ἀλλὰ καὶ τὰ τοὺς σκόλοπας ἀνάγοντα καὶ τὰς τῶν βελῶν ἀκίδας εἰς πολὺ βάθος σαρκὸς ἐµπεπαρµένας ἐνίοτε. καὶ µέντοι καὶ ὅσα τοὺς ἰοὺς τῶν θηρίων ἢ τοὺς ἐµπεφαρµαγµένους τοῖς βέλεσιν ἀνέλκει, καὶ ταῦτα τὴν αὐτὴν ταῖς ἡρακλείαις λίθοις ἐπιδείκνυται δύναµιν. ἔγωγ’ οὖν οἶδά ποτε καταπεπαρµένον ἐν ποδὶ νεανίσκου σκόλοπα τοῖς µὲν δακτύλοις ἕλκουσιν ἡµῖν βιαίως οὐκ ἀκολουθήσαντα, φαρµάκου δ’ ἐπιτεθέντος ἀλύπως τε καὶ διὰ ταχέων ἀνελθόντα. καίτοι καὶ πρὸς τοῦτό τινες ἀντιλέγουσι φάσκοντες, ὅταν ἡ φλεγµονὴ λυθῇ τοῦ µέρους, αὐτόµατον ἐξιέναι τὸν σκόλοπα πρὸς οὐδενὸς ἀνελκόµενον. ἀλλ’ οὗτοί γε πρῶτον µὲν ἀγνοεῖν ἐοίκασιν, ὡς ἄλλα µέν ἐστι φλεγµονῆς, ἄλλα δὲ τῶν οὕτω καταπεπαρµένων ἑλκτικὰ φάρµακα· καίτοι γ’ εἴπερ ἀφλεγµάντων γενοµένων ἐξεκρίνετο τὰ παρὰ φύσιν, ὅσα φλεγµονῆς ἐστι λυτικά, ταῦτ’ εὐθὺς ἂν ἦν κἀκείνων ἑλκτικά· δεύτερον δ’, ὃ καὶ µᾶλλον ἄν τις θαυµάσειεν, ὡς οὐ µόνον ἄλλα µὲν τοὺς σκόλοπας, ἄλλα δὲ τοὺς ἰοὺς ἐξάγει φάρµακα, ἀλλὰ καὶ αὐτῶν τῶν τοὺς ἰοὺς ἑλκόντων τὰ µὲν τὸν τῆς ἐχίδνης, τὰ δὲ τὸν τῆς τρυγόνος, τὰ δ’ ἄλλου τινὸς ἐπισπᾶται καὶ σαφῶς ἔστιν ἰδεῖν τοῖς φαρµάκοις ἐπικειµένους αὐτούς. ἐνταῦθ’ οὖν [πάλιν] ᾿Επίκουρον µὲν ἐπαινεῖν χρὴ τῆς πρὸς τὸ φαινόµενον αἰδοῦς, µέµφεσθαι δὲ τὸν λόγον τῆς αἰτίας. ὃν γὰρ ἡµεῖς ἕλκοντες τοῖς δακτύλοις οὐκ ἀνηγάγοµεν σκόλοπα, τοῦτον ὑπὸ τῶν σµικρῶν ἐκείνων ἀνέλκεσθαι ψηγµάτων, πῶς οὐ παντάπασιν ἄτοπον εἶναι χρὴ νοµίζειν; ἆρ’ οὖν ἤδη πεπείσµεθα τῶν ὄντων ἑκάστῳ δύναµίν τιν’ ὑπάρχειν, ᾗ τὴν οἰκείαν ἕλκει ποιότητα, τὸ µὲν µᾶλλον, τὸ δ’ ἧττον; ἢ καὶ τὸ τῶν πυρῶν ἔτι παράδειγµα προχειρισόµεθα τῷ λόγῳ; φανήσονται γὰρ οἶµαι καὶ τῶν γεωργῶν αὐτῶν ἀµαθέστεροι [καὶ ἀνοητότεροι] περὶ τὴν φύσιν οἱ µηδὲν ὅλως ὑπὸ µηδενὸς ἕλκεσθαι συγχωροῦντες· ὡς ἔγωγε πρῶτον µὲν ἀκούσας τὸ γιγνόµενον ἐθαύµασα καὶ αὐτὸς ἠβουλήθην αὐτόπτης αὐτοῦ καταστῆναι. µετὰ ταῦτα δέ, ὡς καὶ τὰ τῆς πείρας ὡµολόγει, τὴν αἰτίαν σκοπούµενος ἐν παµπόλλῳ χρόνῳ κατὰ πάσας τὰς αἱρέσεις οὐδεµίαν ἄλλην εὑρεῖν οἷός τ’ ἦν οὐδ’ ἄχρι τοῦ πιθανοῦ προϊοῦσαν ἀλλὰ καταγελάστους τε καὶ σαφῶς ἐξελεγχοµένας τὰς ἄλλας ἁπάσας πλὴν τῆς τὴν ὁλκὴν πρεσβευούσης. ἔστι δὲ τὸ γιγνόµενον τοιόνδε. κατακοµίζοντες οἱ παρ’ ἡµῖν γεωργοὶ τοὺς ἐκ τῶν ἀγρῶν πυροὺς εἰς τὴν πόλιν ἐν ἁµάξαις τισίν, ὅταν ὑφελέσθαι βουληθῶσιν, ὥστε µὴ φωραθῆναι, κεράµι’ ἄττα πληρώσαντες ὕδατος µέσοις αὐτοῖς ἐνιστᾶσιν. ἕλκοντες οὖν ἐκεῖνοι διὰ τοῦ κεραµίου τὸ ὑγρὸν εἰς αὑτοὺς ὄγκον µὲν καὶ βάρος προσκτῶνται, κατάδηλοι δ’ οὐ πάνυ γίγνονται τοῖς ὁρῶσιν, εἰ µή τις προπεπυσµένος ἤδη περιεργότερον ἐπισκοποῖτο. καίτοι γ’ εἰ βουληθείης ἐν ἡλίῳ καταθεῖναι πάνυ θερµῷ ταὐτὸν ἀγγεῖον, ἐλάχιστον παντελῶς εὑρήσεις τὸ δαπανώµενον ἐφ’ ἑκάστης ἡµέρας. οὕτως ἄρα καὶ τῆς ἡλιακῆς θερµασίας τῆς σφοδρᾶς ἰσχυροτέραν οἱ πυροὶ δύναµιν ἔχουσιν ἕλκειν εἰς ἑαυτοὺς τὴν πλησιάζουσαν ὑγρότητα. λῆρος οὖν ἐνταῦθα µακρὸς ἡ πρὸς τὸ λεπτοµερὲς φορὰ τοῦ περιέχοντος ἡµᾶς ἀέρος καὶ µάλισθ’ ὅταν ἱκανῶς ᾖ θερµός, πολὺ µὲν ὑπάρχοντος ἢ κατὰ τοὺς πυροὺς λεπτοµερεστέρου, δεχοµένου δ’ οὐδὲ τὸ δέκατον µέρος τῆς εἰς ἐκείνους µεταλαµβανοµένης ὑγρότητος.

15. ᾿Επεὶ δ’ ἱκανῶς ἠδολεσχήσαµεν οὐχ ἑκόντες, ἀλλ’, ὡς ἡ παροιµία φησί, µαινοµένοις ἀναγκασθέντες συµµανῆναι, πάλιν ἐπὶ τὴν τῶν οὔρων ἐπανέλθωµεν διάκρισιν, ἐν ᾗ τῶν µὲν ᾿Ασκληπιάδου λήρων ἐπιλαθώµεθα, µετὰ δὲ τῶν πεπεισµένων διηθεῖσθαι τὰ οὖρα διὰ τῶν νεφρῶν, τίς ὁ τρόπος τῆς ἐνεργείας ἐστίν, ἐπισκεψώµεθα· πάντως γὰρ ἢ ἐξ αὑτῶν ἐπὶ τοὺς νεφροὺς φέρεται τὰ οὖρα τοῦτο βέλτιον εἶναι νοµίζοντα, καθάπερ ἡµεῖς, ὁπόταν εἰς τὴν ἀγορὰν ἀπίωµεν· ἤ, εἰ τοῦτ’ ἀδύνατον, ἕτερόν τι χρὴ τῆς φορᾶς αὐτῶν ἐξευρεῖν αἴτιον. τί δὴ τοῦτ’ ἔστιν; εἰ γὰρ µὴ τοῖς νεφροῖς δώσοµέν τινα δύναµιν ἑλκτικὴν τῆς τοιαύτης ποιότητος, ὡς ῾Ιπποκράτης ἐνόµιζεν, οὐδὲν ἕτερον ἐξευρήσοµεν. ὅτι µὲν γὰρ ἤτοι τούτους ἕλκειν αὐτὸ προσῆκεν ἢ τὰς φλέβας πέµπειν, εἴπερ γε µὴ ἐξ ἑαυτοῦ φέρεται, παντί που δῆλον. ἀλλ’ εἰ µὲν αἱ φλέβες περιστελλόµεναι προωθοῖεν, οὐκ ἐκεῖνο µόνον, ἀλλὰ σὺν αὐτῷ καὶ τὸ πᾶν αἷµα τὸ περιεχόµενον ἐν ἑαυταῖς εἰς τοὺς νεφροὺς ἐκθλίψουσιν· εἰ δὲ τοῦτ’ ἀδύνατον, ὡς δείξοµεν, λείπεται τοὺς νεφροὺς ἕλκειν. πῶς οὖν ἀδύνατον τοῦτο; τῶν νεφρῶν ἡ θέσις ἀντιβαίνει. οὐ γὰρ δὴ οὕτω γ’ ὑπόκεινται τῇ κοίλῃ φλεβὶ καθάπερ τοῖς ἐξ ἐγκεφάλου περιττώµασιν ἔν τε τῇ ῥινὶ καὶ κατὰ τὴν ὑπερῴαν οἱ τοῖς ἠθµοῖς ὅµοιοι πόροι, ἀλλ’ ἑκατέρωθεν αὐτῇ παράκεινται. καὶ µήν, εἴπερ ὁµοίως τοῖς ἠθµοῖς ὅσον ἂν ᾖ λεπτότερον καὶ τελέως ὀρρῶδες, τοῦτο µὲν ἑτοίµως διαπέµπουσι, τὸ δὲ παχύτερον ἀποστέγουσιν, ἅπαν ἐπ’ αὐτοὺς ἰέναι χρὴ τὸ αἷµα τὸ περιεχόµενον ἐν τῇ κοίλῃ φλεβί, καθάπερ εἰς τοὺς τρυγητοὺς ὁ πᾶς οἶνος ἐµβάλλεται. καὶ µέν γε καὶ τὸ τοῦ γάλακτος τοῦ τυρουµένου παράδειγµα σαφῶς ἄν, ὃ βούλοµαι λέγειν, ἐνδείξαιτο. καὶ γὰρ καὶ τοῦτο πᾶν ἐµβληθὲν εἰς τοὺς ταλάρους οὐ πᾶν διηθεῖται, ἀλλ’ ὅσον µὲν ἂν ᾖ λεπτότερον τῆς εὐρύτητος τῶν πλοκάµων, εἰς τὸ κάταντες φέρεται καὶ τοῦτο µὲν ὀρρὸς ἐπονοµάζεται· τὸ λοιπὸν δὲ τὸ παχὺ τὸ µέλλον ἔσεσθαι τυρός, ὡς ἂν οὐ παραδεχοµένων αὐτὸ τῶν ἐν τοῖς ταλάροις πόρων, οὐ διεκπίπτει κάτω. καὶ τοίνυν, εἴπερ οὕτω µέλλει διηθεῖσθαι τῶν νεφρῶν ὁ τοῦ αἵµατος ὀρρός, ἅπαν ἐπ’ αὐτοὺς ἥκειν χρὴ τὸ αἷµα καὶ µὴ τὸ µὲν ναί, τὸ δ’ οὔ. πῶς οὖν ἔχει τὸ φαινόµενον ἐκ τῆς ἀνατοµῆς; τὸ µὲν ἕτερον µέρος τῆς κοίλης ἄνω πρὸς τὴν καρδίαν ἀναφέρεται, τὸ λοιπὸν δ’ ἐπιβαίνει τῇ ῥάχει καθ’ ὅλης αὐτῆς ἐκτεινόµενον ἄχρι τῶν σκελῶν, ὥστε τὸ µὲν ἕτερον οὐδ’ ἐγγὺς ἀφικνεῖται τῶν νεφρῶν, τὸ λοιπὸν δὲ πλησιάζει µέν, οὐ µὴν εἰς αὐτούς γε καταφύεται. ἐχρῆν δ’, εἴπερ ἔµελλεν ὡς δι’ ἠθµῶν αὐτῶν καθαρθήσεσθαι τὸ αἷµα, πᾶν ἐµπίπτειν εἰς αὐτοὺς κἄπειτα κάτω µὲν φέρεσθαι τὸ λεπτόν, ἴσχεσθαι δ’ ἄνω τὸ παχύ. νυνὶ δ’ οὐχ οὕτως ἔχει· πλάγιοι γὰρ ἑκατέρωθεν τῆς κοίλης φλεβὸς οἱ νεφροὶ κεῖνται. οὔκουν ὡς ἠθµοὶ διηθοῦσι, πεµπούσης µὲν ἐκείνης, αὐτοὶ δ’ οὐδεµίαν εἰσφερόµενοι δύναµιν, ἀλλ’ ἕλκουσι δηλονότι· τοῦτο γὰρ ἔτι λείπεται. πῶς οὖν ἕλκουσιν; εἰ µέν, ὡς ᾿Επίκουρος οἴεται τὰς ὁλκὰς ἁπάσας γίγνεσθαι κατὰ τὰς τῶν ἀτόµων ἀποπάλσεις τε καὶ περιπλοκάς, ἄµεινον ἦν ὄντως εἰπεῖν αὐτοὺς µηδ’ ἕλκειν ὅλως· πολὺ γὰρ ἂν οὕτω γε τῶν ἐπὶ τῆς ἡρακλείας λίθου µικρῷ πρόσθεν εἰρηµένων ὁ λόγος ἐξεταζόµενος εὑρεθείη γελοιότερος· ἀλλ’ ὡς῾Ιπποκράτης ἠβούλετο. λεχθήσεται δὲ σαφέστερον ἐπὶ προήκοντι τῷ λόγῳ. νυνὶ γὰρ οὐ τοῦτο πρόκειται διδάσκειν, ἀλλ’ ὡς οὔτ’ ἄλλο τι δυνατὸν εἰπεῖν αἴτιον εἶναι τῆς τῶν οὔρων διακρίσεως πλὴν τῆς ὁλκῆς τῶν νεφρῶν οὔθ’ οὕτω γίγνεσθαι τὴν ὁλκήν, ὡς οἱ µηδεµίαν οἰκείαν διδόντες τῇ φύσει δύναµιν οἴονται γίγνεσθαι. τούτου γὰρ ὁµολογηθέντος, ὡς ἔστιν ὅλως τις ἐν τοῖς ὑπὸ φύσεως διοικουµένοις δύναµις ἑλκτική, ληρώδης νοµίζοιτ’ ἂν ὁ περὶ ἀναδόσεως τροφῆς ἄλλο τι λέγειν ἐπιχειρῶν.

16. ᾿Ερασίστρατος δ’ οὐκ οἶδ’ ὅπως ἑτέραις µέν τισι δόξαις εὐήθεσιν ἀντεῖπε διὰ µακρῶν, ὑπερέβη δὲ τελέως τὴν ῾Ιπποκράτους, οὐδ’ ἄχρι τοῦ µνηµονεῦσαι µόνον αὐτῆς, ὡς ἐν τοῖς περὶ καταπόσεως ἐποίησεν, ἀξιώσας. ἐν ἐκείνοις µὲν γὰρ ἄχρι τοσούτου φαίνεται µνηµονεύων, ὡς τοὔνοµ’ εἰπεῖν τῆς ὁλκῆς µόνον ὧδέ πως γράφων· “ὁλκὴ µὲν οὖν τῆς κοιλίας οὐδεµία φαίνεται εἶναι”· περὶ δὲ τῆς ἀναδόσεως τὸν λόγον ποιούµενος οὐδ’ ἄχρι συλλαβῆς µιᾶς ἐµνηµόνευσε τῆς ῾Ιπποκρατείου δόξης. καίτοι γ’ ἐπήρκεσεν ἂν ἡµῖν, εἰ καὶ τοῦτ’ ἔγραψε µόνον, ὡς ῾Ιπποκράτης εἰπὼν ‘σάρκες ὁλκοὶ καὶ ἐκ κοιλίης καὶ ἔξωθεν’ ψεύδεται· οὔτε γὰρ ἐκ τῆς κοιλίας οὔτ’ ἔξωθεν ἕλκειν δύνανται. εἰ δὲ καὶ ὅτι µήτρας αἰτιώµενος ἄρρωστον αὐχένα κακῶς εἶπεν “οὐ γὰρ δύναται αὐτέης ὁ στόµαχος εἰρύσαι τὴν γονήν” ἢ εἰ καί τι τοιοῦτον ἄλλο γράφειν ὁ ᾿Ερασίστρατος ἠξίωσε, τότ’ ἂν καὶ ἡµεῖς πρὸς αὐτὸν ἀπολογούµενοι εἴποµεν· ὦ γενναῖε, µὴ ῥητορικῶς ἡµῶν κατάτρεχε χωρὶς ἀποδείξεως, ἀλλ’ εἰπέ τινα κατηγορίαν τοῦ δόγµατος, ἵν’ ἢ πεισθῶµέν σοι ὡς καλῶς ἐξελέγχοντι τὸν παλαιὸν λόγον ἢ µεταπείσωµεν ὡς ἀγνοοῦντα. καίτοι τί λέγω ῥητορικῶς; µὴ γάρ, ἐπειδή τινες τῶν ῥητόρων, ἃ µάλιστ’ ἀδυνατοῦσι διαλύεσθαι, ταῦτα διαγελάσαντες οὐδ’ ἐπιχειροῦσιν ἀντιλέγειν, ἤδη που τοῦτο καὶ ἡµεῖς ἡγώµεθ’ εἶναι τὸ ῥητορικῶς· τὸ γὰρ διὰ λόγου πιθανοῦ ἐστι τὸ ῥητορικῶς, τὸ δ’ ἄνευ λόγου βωµολοχικόν, οὐ ῥητορικόν. οὔκουν οὔτε ῥητορικῶς οὔτε διαλεκτικῶς ἀντεῖπεν ὁ ᾿Ερασίστρατος ἐν τῷ περὶ τῆς καταπόσεως λόγῳ. τί γάρ φησιν; ‘ὁλκὴ µὲν οὖν τῆς κοιλίας οὐδεµία φαίνεται εἶναι’. πάλιν οὖν αὐτῷ παρ’ ἡµῶν ἀντιµαρτυρῶν ὁ αὐτὸς λόγος ἀντιπαραβαλλέσθω· περιστολὴ µὲν οὖν τοῦ στοµάχου οὐδεµία φαίνεται εἶναι. καὶ πῶς οὐ φαίνεται; τάχ’ ἂν ἴσως εἴποι τις τῶν ἀπ’ αὐτοῦ· τὸ γὰρ ἀεὶ τῶν ἄνωθεν αὐτοῦ µερῶν συστελλοµένων διαστέλλεσθαι τὰ κάτω πῶς οὐκ ἔστι τῆς περιστολῆς ἐνδεικτικόν; αὖθις οὖν ἡµεῖς, καὶ πῶς οὐ φαίνεται, φήσοµεν, ἡ τῆς κοιλίας ὁλκή; τὸ γὰρ ἀεὶ τῶν κάτωθεν µερῶν τοῦ στοµάχου διαστελλοµένων συστέλλεσθαι τὰ ἄνω πῶς οὐκ ἔστι τῆς ὁλκῆς ἐνδεικτικόν; εἰ δὲ σωφρονήσειέ ποτε καὶ γνοίη τὸ φαινόµενον τοῦτο µηδὲν µᾶλλον τῆς ἑτέρας τῶν δοξῶν ὑπάρχειν ἐνδεικτικὸν ἀλλ’ ἀµφοτέρων εἶναι κοινόν, οὕτως ἂν ἤδη δείξαιµεν αὐτῷ τὴν ὀρθὴν ὁδὸν τῆς τοῦ ἀληθοῦς εὑρέσεως. ἀλλὰ περὶ µὲν τῆς κοιλίας αὖθις. ἡ δὲ τῆς τροφῆς ἀνάδοσις οὐδὲν δεῖται τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας ἅπαξ γε τῆς ἑλκτικῆς δυνάµεως ἐπὶ τῶν νεφρῶν ὡµολογηµένης, ἣν καίτοι πάνυ σαφῶς ἀληθῆ γιγνώσκων ὑπάρχειν ὁ ᾿Ερασίστρατος οὔτ’ ἐµνηµόνευσεν οὔτ’ ἀντεῖπεν οὔθ’ ὅλως ἀπεφήνατο, τίν’ ἔχει δόξαν ὑπὲρ τῆς τῶν οὔρων διακρίσεως. ἢ διὰ τί προειπὼν εὐθὺς κατ’ ἀρχὰς τῶν καθ’ ὅλου λόγων, ὡς ὑπὲρ τῶν φυσικῶν ἐνεργειῶν ἐρεῖ, πρῶτον τίνες τ’ εἰσὶ καὶ πῶς γίγνονται καὶ διὰ τίνων τόπων, ἐπὶ τῆς τῶν οὔρων διακρίσεως, ὅτι µὲν διὰ νεφρῶν, ἀπεφήνατο, τὸ δ’ ὅπως γίγνεται παρέλιπε; µάτην οὖν ἡµᾶς καὶ περὶ τῆς πέψεως ἐδίδαξεν, ὅπως γίγνεται, καὶ περὶ τῆς τοῦ χολώδους περιττώµατος διακρίσεως κατατρίβει. ἤρκει γὰρ εἰπεῖν κἀνταῦθα τὰ µόρια, δι’ ὧν γίγνεται, τὸ δ’ ὅπως παραλιπεῖν. ἀλλὰ περὶ µὲν ἐκείνων εἶχε λέγειν, οὐ µόνον δι’ ὧν ὀργάνων ἀλλὰ καὶ καθ’ ὅντινα γίγνεται τρόπον, ὥσπερ οἶµαι καὶ περὶ τῆς ἀναδόσεως· οὐ γὰρ ἤρκεσεν εἰπεῖν αὐτῷ µόνον, ὅτι διὰ φλεβῶν, ἀλλὰ καὶ πῶς ἐπεξῆλθεν, ὅτι τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ· περὶ δὲ τῶν οὔρων τῆς διακρίσεως, ὅτι µὲν διὰ νεφρῶν γίγνεται, γράφει, τὸ δ’ ὅπως οὐκέτι προστίθησιν. οὐδὲ γὰρ οἶµαι τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ ἦν εἰπεῖν· οὕτω γὰρ ἂν οὐδεὶς ὑπ’ ἰσχουρίας ἀπέθανεν οὐδέποτε µὴ δυναµένου πλείονος ἐπιρρυῆναί ποτε παρὰ τὸ κενούµενον· ἄλλης γὰρ αἰτίας µηδεµιᾶς προστεθείσης, ἀλλὰ µόνης τῆς πρὸς τὸ κενούµενον ἀκολουθίας ποδηγούσης τὸ συνεχές, οὐκ ἐγχωρεῖ πλέον ἐπιρρυῆναί ποτε τοῦ κενουµένου. ἀλλ’ οὐδ’ ἄλλην τινὰ προσθεῖναι πιθανὴν αἰτίαν εἶχεν, ὡς ἐπὶ τῆς ἀναδόσεως τὴν ἔκθλιψιν τῆς γαστρός. ἀλλ’ αὕτη γ’ ἐπὶ τοῦ κατὰ τὴν κοίλην αἵµατος ἀπωλώλει τελέως, οὐ τῷ· µήκει µόνον τῆς ἀποστάσεως ἐκλυθεῖσα, ἀλλὰ καὶ τῷ τὴν καρδίαν ὑπερκειµένην ἐξαρπάζειν αὐτῆς σφοδρῶς καθ’ ἑκάστην διαστολὴν οὐκ ὀλίγον αἷµα. µόνη δή τις ἔτι καὶ πάντων ἔρηµος ἀπελείπετο τῶν σοφισµάτων ἐν τοῖς κάτω τῆς κοίλης ἡ πρὸς τὸ κενούµενον ἀκολουθία, διά τε τοὺς ἐπὶ ταῖς ἰσχουρίαις ἀποθνήσκοντας ἀπολωλεκυῖα τὴν πιθανότητα καὶ διὰ τὴν τῶν νεφρῶν θέσιν οὐδὲν ἧττον. εἰ µὲν γὰρ ἅπαν ἐπ’ αὐτοὺς ἐφέρετο τὸ αἷµα, δεόντως ἄν τις ἅπαν ἔφασκεν αὐτὸ καθαίρεσθαι. νυνὶ δέ, οὐ γὰρ ὅλον ἀλλὰ τοσοῦτον αὐτοῦ µέρος, ὅσον αἱ µέχρι νεφρῶν δέχονται φλέβες, ἐπ’ αὐτοὺς ἔρχεται, µόνον ἐκεῖνο καθαρθήσεται. καὶ τὸ µὲν ὀρρῶδες αὐτοῦ καὶ λεπτὸν οἷον δι’ ἠθµῶν τινων τῶν νεφρῶν διαδύσεται· τὸ δ’ αἱµατῶδές τε καὶ παχὺ κατὰ τὰς φλέβας ὑποµένον ἐµποδὼν στήσεται τῷ κατόπιν ἐπιρρέοντι. παλινδροµεῖν οὖν αὐτὸ πρότερον ἐπὶ τὴν κοίλην ἀναγκαῖον καὶ κενὰς οὕτως ἐργάζεσθαι τὰς ἐπὶ τοὺς νεφροὺς ἰούσας φλέβας, αἳ δεύτερον οὐκέτι παρακοµιοῦσιν ἐπ’ αὐτοὺς ἀκάθαρτον αἷµα· κατειληφότος γὰρ αὐτὰς τοῦ προτέρου πάροδος οὐδεµία λέλειπται. τίς οὖν ἡµῖν ἡ δύναµις ἀπάξει πάλιν ὀπίσω τῶν νεφρῶν τὸ καθαρὸν αἷµα; τίς δὲ τοῦτο µὲν διαδεξαµένη κελεύσει πάλιν πρὸς τὸ κάτω µέρος ἰέναι τῆς κοίλης, ἑτέρῳ δ’ ἄνωθεν ἐπιφεροµένῳ προστάξει, πρὶν ἐπὶ τοὺς νεφροὺς ἀπελθεῖν, µὴ φέρεσθαι κάτω; ταῦτ’ οὖν ἅπαντα συνιδὼν ὁ ᾿Ερασίστρατος ἀποριῶν µεστὰ καὶ µίαν µόνην δόξαν εὔπορον εὑρὼν ἐν ἅπασι τὴν τῆς ὁλκῆς, οὔτ’ ἀπορεῖσθαι βουλόµενος οὔτε τὴν [πρὸς] ῾Ιπποκράτους ἐθέλων λέγειν ἄµεινον ὑπέλαβε σιωπητέον εἶναι περὶ τοῦ τρόπου τῆς διακρίσεως. ἀλλ’ εἰ κἀκεῖνος ἐσίγησεν, ἡµεῖς οὐ σιωπήσοµεν· ἴσµεν γάρ, ὡς οὐκ ἐνδέχεται παρελθόντα τὴν ῾Ιπποκράτειον δόξαν, εἶθ’ ἕτερόν τι περὶ νεφρῶν ἐνεργείας εἰπόντα µὴ οὐ καταγέλαστον εἶναι παντάπασι. διὰ τοῦτ’ ᾿Ερασίστρατος µὲν ἐσιώπησεν, ᾿Ασκληπιάδης δ’ ἐψεύσατο παραπλησίως οἰκέταις λάλοις µὲν τὰ πρόσθεν τοῦ βίου καὶ πολλὰ πολλάκις ἐγκλήµατα διαλυσαµένοις ὑπὸ περιττῆς πανουργίας, ἐπ’ αὐτοφώρῳ δέ ποτε κατειληµµένοις, εἶτ’ οὐδὲν ἐξευρίσκουσι σόφισµα κἄπειτ’ ἐνταῦθα τοῦ µὲν αἰδηµονεστέρου σιωπῶντος, οἷον ἀποπληξίᾳ τινὶ κατειληµµένου, τοῦ δ’ ἀναισχυντοτέρου κρύπτοντος µὲν ἔθ’ ὑπὸ µάλης τὸ ζητούµενον, ἐξοµνυµένου δὲ καὶ µηδ’ ἑωρακέναι πώποτε φάσκοντος. οὕτω γάρ τοι καὶ ὁ ᾿Ασκληπιάδης ἐπιλειπόντων αὐτὸν τῶν τῆς πανουργίας σοφισµάτων καὶ µήτε τῆς πρὸς τὸ λεπτοµερὲς φορᾶς ἐχούσης ἔτι χώραν ἐνταυθοῖ ληρεῖσθαι µήθ’ ὡς ὑπὸ τῶν νεφρῶν γεννᾶται τουτὶ τὸ περίττωµα, καθάπερ ὑπὸ τῶν ἐν ἥπατι πόρων ἡ χολή, δυνατὸν ὂν εἰπόντα µὴ οὐ µέγιστον ὀφλεῖν γέλωτα, ἐξόµνυταί τε καὶ ψεύδεται φανερῶς, οὐ διήκειν λέγων ἐπὶ τοὺς νεφροὺς τὸ οὖρον ἀλλ’ ἀτµοειδῶς εὐθὺς ἐκ τῶν κατὰ τὴν κοίλην µερῶν εἰς τὴν κύστιν ἀθροίζεσθαι. οὗτοι µὲν οὖν τοῖς ἐπ’ αὐτοφώρῳ κατειληµµένοις οἰκέταις ὁµοίως ἐκπλαγέντες ὁ µὲν ἐσιώπησεν, ὁ δ’ ἀναισχύντως ψεύδεται.

17. Τῶν δὲ νεωτέρων ὅσοι τοῖς τούτων ὀνόµασιν ἑαυτοὺς ἐσέµνυναν ᾿Ερασιστρατείους τε καὶ ᾿Ασκληπιαδείους ἐπονοµάσαντες, ὁµοίως τοῖς ὑπὸ τοῦ βελτίστου Μενάνδρου κατὰ τὰς κωµῳδίας εἰσαγοµένοις οἰκέταις, Δάοις τέ τισι καὶ Γέταις, οὐδὲν ἡγουµένοις σφίσι πεπρᾶχθαι γενναῖον, εἰ µὴ τρὶς ἐξαπατήσειαν τὸν δεσπότην, οὕτω καὶ αὐτοὶ κατὰ πολλὴν σχολὴν ἀναίσχυντα σοφίσµατα συνέθεσαν, οἱ µέν, ἵνα µηδ’ ὅλως ἐξελεγχθείη ποτ’ ᾿Ασκληπιάδης ψευδόµενος, οἱ δ’, ἵνα κακῶς εἴπωσιν, ἃ καλῶς ἐσιώπησεν ᾿Ερασίστρατος. ἀλλὰ τῶν µὲν ᾿Ασκληπιαδείων ἅλις. οἱ δ’ ᾿Ερασιστράτειοι λέγειν ἐπιχειροῦντες, ὅπως οἱ νεφροὶ διηθοῦσι τὸ οὖρον, ἅπαντα δρῶσί τε καὶ πάσχουσι καὶ παντοῖοι γίγνονται πιθανὸν ἐξευρεῖν τι ζητοῦντες αἴτιον ὁλκῆς µὴ δεόµενον. οἱ µὲν δὴ πλησίον ᾿Ερασιστράτου τοῖς χρόνοις γενόµενοι τὰ µὲν ἄνω τῶν νεφρῶν µόρια καθαρὸν αἷµα λαµβάνειν φασί, τῷ δὲ βάρος ἔχειν τὸ ὑδατῶδες περίττωµα βρίθειν τε καὶ ὑπορρεῖν κάτω· διηθούµενον δ’ ἐνταῦθα κατὰ τοὺς νεφροὺς αὐτοὺς χρηστὸν οὕτω γενόµενον ἅπασι τοῖς κάτω τῶν νεφρῶν ἐπιπέµπεσθαι τὸ αἷµα. καὶ µέχρι γέ τινος εὐδοκίµησεν ἥδε ἡ δόξα καὶ ἤκµασε καὶ ἀληθὴς ἐνοµίσθη· χρόνῳ δ’ ὕστερον καὶ αὐτοῖς τοῖς ᾿Ερασιστρατείοις ὕποπτος ἐφάνη καὶ τελευτῶντες ἀπέστησαν αὐτῆς. αἰτεῖσθαι γὰρ ἐδόκουν δύο ταῦτα µήτε συγχωρούµενα πρός τινος ἀλλ’ οὐδ’ ἀποδειχθῆναι δυνάµενα, πρῶτον µὲν τὸ βάρος τῆς ὀρρώδους ὑγρότητος ἐν τῇ κοίλῃ [πρώτῃ] φλεβὶ γεννώµενον, ὥσπερ οὐκ ἐξ ἀρχῆς ὑπάρχον, ὁπότ’ ἐκ τῆς κοιλίας εἰς ἧπαρ ἀνεφέρετο. τί δὴ οὖν οὐκ εὐθὺς ἐν ἐκείνοις τοῖς χωρίοις ὑπέρρει κάτω; πῶς δ’ ἄν τῳ δόξειεν εὐλόγως εἰρῆσθαι συντελεῖν εἰς τὴν ἀνάδοσιν ἡ ὑδατώδης ὑγρότης, εἴπερ οὕτως ἐστὶ βαρεῖα; δεύτερον δ’ ἄτοπον, ὅτι κἂν κάτω συγχωρηθῇ φέρεσθαι πᾶσα καὶ µὴ κατ’ ἄλλο χωρίον ἢ τὴν κοίλην φλέβα, τίνα τρόπον εἰς τοὺς νεφροὺς ἐµπεσεῖται, χαλεπόν, µᾶλλον δ’ ἀδύνατον εἰπεῖν, µήτ’ ἐν τοῖς κάτω µέρεσι κειµένων αὐτῶν τῆς φλεβὸς ἀλλ’ ἐκ τῶν πλαγίων µήτ’ ἐµφυοµένης εἰς αὐτοὺς τῆς κοίλης ἀλλ’ ἀπόφυσίν τινα µόνον εἰς ἑκάτερον πεµπούσης, ὥσπερ καὶ εἰς τἆλλα πάντα µόρια. τίς οὖν ἡ διαδεξαµένη ταύτην δόξα καταγνωσθεῖσαν; ἐµοὶ µὲν ἠλιθιωτέρα µακρῷ φαίνεται τῆς προτέρας. ἤκµασε δ’ οὖν καὶ αὕτη ποτέ. φασὶ γάρ, εἰ κατὰ τῆς γῆς ἐκχυθείη µεµιγµένον ἔλαιον ὕδατι, διάφορον ἑκάτερον ὁδὸν βαδιεῖσθαι καὶ ῥυήσεσθαι τὸ µὲν τῇδε, τὸ δὲ τῇδε. θαυµαστὸν οὖν οὐδὲν εἶναί φασιν, εἰ τὸ µὲν ὑδατῶδες ὑγρὸν εἰς τοὺς νεφροὺς ῥεῖ, τὸ δ’ αἷµα διὰ τῆς κοίλης φέρεται κάτω. κατέγνωσται οὖν ἤδη καὶ ἥδε ἡ δόξα. διὰ τί γὰρ ἀπὸ τῆς κοίλης µυρίων ἐκπεφυκυιῶν φλεβῶν αἷµα µὲν εἰς τὰς ἄλλας ἁπάσας, ἡ δ’ ὀρρώδης ὑγρότης εἰς τὰς ἐπὶ τοὺς νεφροὺς φεροµένας ἐκτρέπεται; τοῦτ’ αὐτὸ τὸ ζητούµενον οὐκ εἰρήκασιν, ἀλλὰ τὸ γιγνόµενον εἰπόντες µόνον οἴονται τὴν αἰτίαν ἀποδεδωκέναι. πάλιν οὖν, τὸ τρίτον τῷ σωτῆρι, τὴν χειρίστην ἁπασῶν δόξαν ἐξευρηµένην [δὲ] νῦν ὑπὸ Λύκου τοῦ Μακεδόνος, εὐδοκιµοῦσαν δὲ διὰ τὸ καινὸν ἤδη λέγωµεν. ἀπεφήνατο γὰρ δὴ ὁ Λύκος οὗτος, ὥσπερ ἐξ ἀδύτου τινὸς χρησµὸν ἀποφθεγγόµενος, περίττωµα τῆς τῶν νεφρῶν θρέψεως εἶναι τὸ οὖρον. ὅτι µὲν οὖν αὐτὸ τὸ πινόµενον ἅπαν οὖρον γίγνεται, πλὴν εἴ τι µετὰ τῶν διαχωρηµάτων ὑπῆλθεν ἢ εἰς ἱδρῶτας ἀπεχώρησεν ἢ εἰς τὴν ἄδηλον διαπνοήν, ἐναργῶς ἐνδείκνυται τὸ πλῆθος τῶν καθ’ ἑκάστην ἡµέραν οὐρουµένων. ἐν χειµῶνι δὲ µάλιστα µαθεῖν ἔστιν ἐπὶ τῶν ἀργούντων µέν, κωθωνιζοµένων δέ, καὶ µάλιστ’ εἰ λεπτὸς ὁ οἶνος εἴη καὶ πόριµος. οὐροῦσι γὰρ οὗτοι διὰ ταχέων ὀλίγου δεῖν, ὅσονπερ καὶ πίνουσιν. ὅτι δὲ καὶ ὁ ᾿Ερασίστρατος οὕτως ἐγίγνωσκεν, οἱ τὸ πρῶτον ἀνεγνωκότες αὐτοῦ σύγγραµµα τῶν καθόλου λόγων ἐπίστανται. ὥσθ’ ὁ Λύκος οὔτ’ ἀληθῆ φαίνεται λέγων οὔτ’ ᾿Ερασιστράτεια, δῆλον δ’ ὡς οὐδ’ ᾿Ασκληπιάδεια, πολὺ δὲ µᾶλλον οὐδ’ ῾Ιπποκράτεια. λευκῷ τοίνυν κατὰ τὴν παροιµίαν ἔοικε κόρακι µήτ’ αὐτοῖς τοῖς κόραξιν ἀναµιχθῆναι δυναµένῳ διὰ τὴν χρόαν µήτε ταῖς περιστεραῖς διὰ τὸ µέγεθος, ἀλλ’ οὔτι που τούτου γ’ ἕνεκα παροπτέος· ἴσως γάρ τι λέγει θαυµαστόν, ὃ µηδεὶς τῶν ἔµπροσθεν ἔγνω. τὸ µὲν οὖν ἅπαντα τὰ τρεφόµενα µόρια ποιεῖν τι περίττωµα συγχωρούµενον, τὸ δὲ τοὺς νεφροὺς µόνους, οὕτω σµικρὰ σώµατα, χόας ὅλους τέτταρας ἢ καὶ πλείους ἴσχειν ἐνίοτε περιττώµατος οὔθ’ ὁµολογούµενον οὔτε λόγον ἔχον· τὸ γὰρ ἑκάστου τῶν µειζόνων σπλάγχνων περίττωµα πλεῖον ἀναγκαῖον ὑπάρχειν. οἷον αὐτίκα τὸ τοῦ πνεύµονος, εἴπερ ἀνάλογον τῷ µεγέθει τοῦ σπλάγχνου γίγνοιτο, πολλαπλάσιον ἔσται δήπου τοῦ κατὰ τοὺς νεφρούς, ὥσθ’ ὅλος µὲν ὁ θώραξ ἐµπλησθήσεται, πνιγήσεται δ’ αὐτίκα τὸ ζῷον. ἀλλ’ εἰ ἴσον φήσει τις γίγνεσθαι τὸ καθ’ ἕκαστον τῶν ἄλλων µορίων περίττωµα, διὰ ποίων κύστεων ἐκκρίνεται; εἰ γὰρ οἱ νεφροὶ τοῖς κωθωνιζοµένοις τρεῖς ἢ τέτταρας ἐνίοτε χόας ποιοῦσι περιττώµατος, ἑκάστου τῶν ἄλλων σπλάγχνων πολλῷ πλείους ἔσονται καὶ πίθου τινὸς οὕτω µεγίστου δεήσει τοῦ δεξοµένου τὰ πάντων περιττώµατα. καίτοι πολλάκις, ὅσον ἔπιέ τις, ὀλίγου δεῖν οὔρησεν ἅπαν, ὡς ἂν ἐπὶ τοὺς νεφροὺς φεροµένου τοῦ πόµατος ἅπαντος. ἔοικεν οὖν ὁ τὸ τρίτον ἐξαπατῶν οὗτος οὐδὲν ἀνύειν ἀλλ’ εὐθὺς γεγονέναι κατάφωρος καὶ µένειν ἔτι τὸ ἐξ ἀρχῆς ἄπορον ᾿Ερασιστράτῳ τε καὶ τοῖς ἄλλοις ἅπασι πλὴν ῾Ιπποκράτους. διατρίβω δ’ ἑκὼν ἐν τῷ τόπῳ σαφῶς εἰδώς, ὅτι µηδὲν εἰπεῖν ἔχει µηδεὶς ἄλλος περὶ τῆς τῶν νεφρῶν ἐνεργείας, ἀλλ’ ἀναγκαῖον ἢ τῶν µαγείρων ἀµαθεστέρους φαίνεσθαι µηδ’ ὅτι διηθεῖται δι’ αὐτῶν τὸ οὖρον ὁµολογοῦντας ἢ τοῦτο συγχωρήσαντας µηδὲν ἔτ’ ἔχειν εἰπεῖν ἕτερον αἴτιον τῆς διακρίσεως πλὴν τῆς ὁλκῆς. ἀλλ’ εἰ µὴ τῶν οὔρων ἡ φορὰ τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ γίγνεται, δῆλον, ὡς οὐδ’ ἡ τοῦ αἵµατος οὐδ’ ἡ τῆς χολῆς ἢ εἴπερ ἐκείνων καὶ τούτου· πάντα γὰρ ὡσαύτως ἀναγκαῖον ἐπιτελεῖσθαι καὶ κατ’ αὐτὸν τὸν ᾿Ερασίστρατον. εἰρήσεται δ’ ἐπὶ πλέον ὑπὲρ αὐτῶν ἐν τῷ µετὰ ταῦτα γράµµατι.

На страницу:
7 из 12