Полная версия
Сочинения. Том 2
11. ᾿Αρκέσει δ’ ἐπ’ ὀφθαλµῶν µόνον εἰπεῖν. ὅσοι µὲν ἁπτοµένοις ἐναργῶς εἰσι θερµοὶ, καὶ κινοῦνται ῥᾳδίως τε καὶ πολλάκις, καὶ φλέβας εὐρείας ἔχουσι, θερµοὶ σύµπαντές εἰσι. ψυχροὶ δὲ οἱ τούτοις ἐναντίοι, καὶ ὑγροὶ µὲν οἱ µαλακοί τε ἅµα καὶ πλήρεις ὑγρότητος, ξηροὶ δὲ οἱ αὐχµηροί τε ἅµα καὶ σκληροί. καὶ βλάπτονται µὲν ὑπὸ τῶν ὁµοίων αἰτίων τῇ κράσει ῥᾳδίως, ὠφελοῦνται δὲ ὑπὸ τῶν ἐναντίων τῇ ἐµµέτρῳ χρήσει. ἀλλὰ τοῦτό γε κοινὸν ἐπὶ πάσῃ διαγνώσει κράσεως ἅπαντος µορίου µεµνῆσθαι προσήκει. µέγεθος δ’ ὀφθαλµῶν ἅµα µὲν εὐρυθµίᾳ τε καὶ τῇ τῶν ἐνεργειῶν ἀρετῇ πλῆθος οὐσίας εὐκράτου, ἐξ ἧς διεπλάσθησαν, ἐνδείκνυται. τὸ δ’ ἄνευ τούτων πολλὴν µὲν τὴν οὐσίαν, οὐκ εὔκρατον δὲ δηλοῖ. µικρότης δ’ ὀφθαλµῶν ἅµα µὲν εὐρυθµίᾳ τε καὶ τῇ τῶν ἐνεργειῶν ἀρετῇ ὀλίγην µὲν, ἀλλ’ εὔκρατον ἐνδείκνυται τὴν οὐσίαν, ἐξ ἧς διεπλάσθησαν, ἅµα δ’ ἀῤῥυθµίᾳ τινὶ καὶ κακίᾳ τῶν ἐνεργειῶν ὀλίγην τε ἅµα καὶ φαύλην εἶναι σηµαίνει τὴν οὐσίαν αὐτῶν. τὰ δὲ κατὰ χρόας ᾧδε χρὴ διορίζεσθαι. γλαυκοὶ µὲν ὀφθαλµοὶ λάµποντες ὑγρότητι καθαρᾷ τε καὶ οὐ πολλῇ φωτὸς λαµπροῦ γίνονται περιουσίᾳ, µέλανες δ’ ἔµπαλιν. οἱ δ’ αὖ µεταξὺ κατὰ τὰς ἀνὰ µέσον αἰτίας. γλαυκὸς µὲν οὖν ὀφθαλµὸς ἤτοι διὰ µέγεθος, ἢ λαµπρότητα τοῦ κρυσταλλοειδοῦς, ἢ προπετῆ θέσιν, ἢ διὰ τὴν τοῦ λεπτοῦ καὶ ὑδατώδους ὑγροῦ τοῦ κατὰ τὴν κόρην ὀλιγότητά τε καὶ καθαρότητα γίνεται· πάντων µὲν ἅµα συνελθόντων, ὁ γλαυκότατος· εἰ δὲ τὰ µὲν αὐτῶν παρῇ, τὰ δὲ µὴ, τὸ µᾶλλόν τε καὶ ἧττον ἐν γλαυκότητι συνίσταται. µέλας δ’ ὀφθαλµὸς ἢ διὰ τὴν σµικρότητα τοῦ κρυσταλλοειδοῦς, ἢ διὰ τὴν ἐν βάθει θέσιν, ἢ ὅτι λαµπρόν τε καὶ αὐγοειδὲς ἀκριβῶς οὐκ ἔστιν, ἢ ὅτι τὸ λεπτὸν ὑγρὸν, ἤτοι πλέον, ἢ οὐ καθαρόν ἐστιν, ἢ διά τινα τούτων, ἢ διὰ πάντα πέφυκε γίνεσθαι. τὸ µᾶλλον δὲ καὶ ἧττον ἐν αὐτοῖς, ὡς ἔµπροσθεν εἴρηται. τὸ µὲν οὖν λεπτὸν ὑγρὸν, ὑδατωδέστερόν τε καὶ πλέον γενόµενον, ὑγρότερον ἀποφαίνει τὸν ὀφθαλµόν. ὥσπερ γε καὶ εἰ παχύτερον, ἢ ἔλαττον γένοιτο ξηρότερον, τὸ δὲ κρυσταλλοειδὲς, εἰ µὲν σκληρότερον εἴη, ξηρότερον, εἰ δὲ µαλακώτερον, ὑγρότερον. οὕτως δὲ καὶ εἰ µὲν ὑπερβάλλοι τῆς συµµετρίας τοῦ λεπτοῦ, ξηρότερον· εἰ δ’ ἀπολείποιτο, τοὐναντίον.
12. Περὶ δὲ τῶν τῆς καρδίας κράσεων ἑξῆς λεγέσθω, πρότερόν γε τοῦτο ἀναµνησάντων ἡµῶν, ὡς ἕκαστον µέρος ἤτοι θερµότερον, ἢ ψυχρότερον, ἢ ξηρότερον, ἢ ὑγρότερον ἑαυτοῦ γεγονέναι φαµὲν, οὐ πρὸς ἕτερόν τι παραβάλλοντες, ἀλλὰ πρὸς ἑαυτό. ὅπως γὰρ ἂν ἡ καρδία γένηταί τινι φύσει ψυχροτέρα, πολὺ θερµοτέρα τὴν κρᾶσίν ἐστιν ἐγκεφάλου τοῦ θερµοτάτου. τῆς µὲν οὖν θερµοτέρας ὡς πρὸς τὴν οἰκείαν συµµετρίαν καρδίας σηµεῖα, τὰ µὲν ἀχώριστά τε καὶ οἰκεῖα, µέγεθος ἀναπνοῆς, καὶ σφυγµοῦ τάχος καὶ πυκνότης ἐστὶν, εὐτολµία τε καὶ τὸ πρὸς τὰς πράξεις ἄοκνον. εἰ δὲ ἐπὶ πλεῖστον ἥκει θερµότητος, ὀξυθυµία τε µανιώδης καὶ θρασύτης. ἔστι δὲ καὶ λάσιος αὐτοῖς ὁ θώραξ, καὶ µάλιστα τὰ στέρνα, καὶ τῶν καθ’ ὑποχόνδριον ὅσα τούτοις πλησίον. ὡς ἐπὶ τὸ πολὺ δὲ καὶ τὸ σύµπαν σῶµα θερµὸν ἐπὶ θερµῇ τῇ καρδίᾳ γίνεται, πλὴν εἰ µὴ µεγάλως ἀντιπράττοι τὸ ἧπαρ. εἰρήσεται δ’ ὀλίγον ὕστερον ἅπαντος τοῦ σώµατος τὰ γνωρίσµατα. καὶ µέντοι καὶ ἡ τοῦ θώρακος εὐρύτης θερµότητος γνώρισµα, πλὴν εἰ µὴ κᾀνταῦθά ποτε µεγάλως ὁ ἐγκέφαλος ἀντιπράξειεν. ἐπειδὴ τὸ µὲν τοῦ νωτιαίου µέγεθος ἀνάλογόν ἐστιν ἐκείνῳ τὰ πολλὰ, καὶ τηλικοῦτοι µὲν οἱ σπόνδυλοι τὸ µέγεθος, ἡλίκος ὁ νωτιαῖος µυελός· ὥστε καὶ ἡ ῥάχις ὅλη. συµπήγνυται δὲ ὁ θώραξ ἐπὶ τῷ κατὰ τὸ µετάφρενον αὐτῆς µέρει, καθάπερ ἐπὶ τρόπιδι ναῦς, ὥστ’ ἐξ ἀνάγκης ἕξει τὸ µὲν µῆκος ἴσον τῷ µεταφρένῳ, τὸ δ’ εὖρος, ὅταν µὲν ἀνάλογον τῷ πάχει τῶν σπονδύλων ἡ σύµπηξις αὐτῷ γένηται κατ’ ἐκείνους· ὅταν δὲ ἡ τῆς καρδίας θερµότης κρατήσασα διαφυσήσῃ τε καὶ ἀνευρύνῃ κατὰ τὴν πρώτην γένεσιν, ἀνάλογον τῇ ταύτης θερµότητι. διὸ καὶ ὅταν µὲν ἐπὶ σµικρᾷ κεφαλῇ ὁ θώραξ εὐρὺς ᾖ, µέγιστον γίνεται γνώρισµα τῆς κατὰ τὴν καρδίαν θερµότητος· ὅταν δ’ ἐπὶ µεγάλῃ σµικρὸς, ἰδικώτατον καὶ τοῦτο σηµεῖόν ἐστι καρδίας ψυχροτέρας. εἰ δ’ ἀνάλογον ἔχει τὴν κεφαλὴν, τοῖς ἄλλοις σηµείοις διορίζου περὶ τῆς καρδίας, ὡς ἐκ θώρακός γε πηλικότητος οὐδὲν ληψόµενος. ἐπὶ δὲ ψυχροτέρας καρδίας σφυγµοὶ µικρότεροι τῶν συµµέτρων, οὐ µὴν βραδύτεροί γε ἐξ ἀνάγκης ἢ ἀραιότεροι. ἡ ἀναπνοὴ δὲ, εἰ µὲν τοσοῦτον µικρότερος ὁ θώραξ, ὅσον ἡ καρδία ψυχροτέρα, τοῖς σφυγµοῖς ἀνάλογον· εἰ δὲ µείζων, ἢ κατὰ τὸ ποσὸν τῆς ψύξεως, οὐ σµικροτέρα µόνον, ἀλλὰ καὶ βραδυτέρα καὶ ἀραιοτέρα. δειλοὶ τὴν φύσιν οἱ τοιοῦτοι καὶ ἄτολµοί εἰσι καὶ µελληταὶ, καὶ ψιλὸν αὐτοῖς τὸ στέρνον τριχῶν ἐστι. περὶ δὲ σµικρότητος αὐτῆς διοριστέον, ὡς ἔµπροσθεν εἴρηται. κατὰ ταῦτα δὲ καὶ περὶ τῆς ὅλου τοῦ σώµατος θερµότητος. ἡ δὲ ξηροτέρα καρδία τοὺς σφυγµοὺς ἐργάζεται σκληροτέρους, καὶ τὸν θυµὸν οὐχ ἕτοιµον µὲν, ἄγριον δὲ καὶ δύσπαυστον, ὡς τὰ πολλὰ δὲ καὶ ὅλον τὸ σῶµα ξηρότερον, εἰ µὴ τὰ καθ’ ἧπαρ ἀντιπράττει. ὑγροτέρας δὲ καρδίας σηµεῖα, σφυγµοὶ µαλακοὶ, καὶ ἦθος εὐκίνητον µὲν πρὸς ὀργὴν, εὐκατάπαυστον δὲ, καὶ τὸ σύµπαν σῶµα ὑγρότερον, πλὴν εἰ µὴ τὰ καθ’ ἧπαρ ἀντιπράττει.
13. Κατὰ δὲ συζυγίαν τῶν πρώτων ποιοτήτων αἱ δυσκρασίαι τῆς καρδίας ᾧδε ἔχουσιν. θερµῆς καὶ ξηρᾶς καρδίας οἱ σφυγµοὶ σκληροὶ καὶ µεγάλοι, καὶ ταχεῖς, καὶ πυκνοὶ, καὶ αἱ ἀναπνοαὶ µεγάλαι τε καὶ ταχεῖαι, καὶ πυκναί. καὶ πολὺ δὴ µᾶλλον εἰς τάχος ἐπιδιδόασι καὶ πυκνότητα, οὐ συναυξηθέντος ἀνάλογον τῇ καρδίᾳ τοῦ θώρακος. πάντων οὗτοι λασιώτατοι τὰ κατὰ τὸ στέρνον εἰσὶ καὶ τὸ ὑποχόνδριον. εἰς δὲ τὰς πράξεις ἕτοιµοι καὶ θυµικοὶ καὶ ταχεῖς, ἄγριοι, καὶ ἀνήµεροι, καὶ ἰταµοὶ, καὶ ἀναίσχυντοι, καὶ τυραννικοὶ τοῖς ἤθεσι, καὶ γὰρ ὀξύθυµοι καὶ δύσπαυστοι. περὶ δὲ τῆς ἅπαντος τοῦ σώµατος κράσεως, ἔτι τε τῆς τοῦ θώρακος εὐρυχωρίας, ἀνάλογον τοῖς ἔµπρο-σθεν εἰρηµένοις διοριστέον. εἰ δ’ ὑγρότης ἐπικρατήσειεν ἅµα θερµότητι, λάσιοι µὲν ἧττον οἱ τοιοῦτοι τῶν προειρηµένων, ἕτοιµοι δὲ εἰς τὰς πράξεις οὐδὲν ἧττον· οὐ µὴν ἄγριός γε ὁ θυµὸς, ἀλλ’ εἰς ὀργὴν µόνον ἕτοιµοι. οἱ σφυγµοὶ δὲ µαλακοί τε καὶ µεγάλοι, καὶ ταχεῖς, καὶ πυκνοί. καὶ ἡ ἀναπνοὴ, τοῦ µὲν θώρακος ἀνάλογον ἔχοντος τῇ καρδίᾳ, κατὰ τὴν αὐτὴν ἰδέαν τοῖς σφυγµοῖς· µικροτέρου δὲ γενοµένου, τοσοῦτον θάττων τε καὶ πυκνοτέρα τῶν προειρηµένων, ὅσον καὶ ὁ θώραξ µικρότερός ἐστιν. πολλῆς δὲ τῆς κατὰ τὴν κρᾶσιν ἐκτροπῆς γινοµένης, καὶ µάλιστα εἰ κατὰ τὴν ὑγρότητα συµπέσῃ τοῦτο, πρὸς τοῖς εἰρηµένοις ἔτι καὶ τὰ σηπεδονώδη νοσήµατα γίνεται, διαφθειροµένων τε καὶ σηποµένων αὐτοῖς τῶν χυµῶν συµπεσεῖται, καὶ αἱ ἐκπνοαὶ µείζους τε καὶ θάττους τῶν εἰσπνοῶν, κᾀν τοῖς σφυγµοῖς ἡ συστολὴ ταχεῖα. ὑγροτέρας δὲ καὶ ψυχροτέρας καρδίας οἱ µὲν σφυγµοὶ µαλακοὶ, τὸ δὲ ἦθος ἄτολµόν τε καὶ δειλὸν, καὶ ὀκνηρόν. εἰσὶ δὲ καὶ ψιλοὶ τριχῶν οἱ τοιοῦτοι τὰ στέρνα, καὶ ἥκιστα µηνιῶσιν, ὥσπερ καὶ εἰς ὀργὴν οὐχ ἕτοιµοι. τὰ δὲ κατὰ θώρακα καὶ τὸ σύµπαν σῶµα τοῖς ἔµπροσθεν ὡσαύτως διοριστέον. ἡ ψυχροτέρα δὲ καὶ ξηροτέρα καρδία τοὺς µὲν σφυγµοὺς σκληροὺς ἐργάζεται καὶ µικρούς· τὴν δὲ ἀναπνοὴν, εἰ µὲν ἀνάλογον τῇ ψυχρότητι µικρὸς ὁ θώραξ γένοιτο, σύµµετρον· εἰ δὲ µείζων, ἀραιὰν καὶ βραδεῖαν. ἀοργητότατοι πάντων οὗτοι· βιασθέντες µέντοι τισὶν ὀργισθῆναι, φυλάττουσι τὴν µῆνιν. εἰσὶ δὲ καὶ ἄτριχοι τὰ στέρνα πάντων µάλιστα. περὶ δὲ σµικρότητος τοῦ θώρακος, ἔτι τε τῆς τοῦ ὅλου σώµατος ψυχρότητος ὁµοίως διοριστέον, ἓν κοινὸν ἐπὶ πᾶσι τοῖς εἰρηµένοις ἐκεῖνο µεµνηµένους, ὡς, ὅσα περὶ ἠθῶν ἢ νῦν, ἢ κατ’ ἄλλον τινὰ γέγραπται λόγον εἰς διάγνωσιν κράσεως, οὐχ ὑπὲρ τῶν ἐκ φιλοσοφίας ἢ χρηστῶν ἢ µοχθηρῶν ἠθῶν ἐγγιγνοµένων, ἀλλ’ ὑπὲρ τῶν ἐµφύτων ἑκάστῳ λέλεκται.
14. ῞Ηπατος θερµοτέρου γνωρίσµατα, φλεβῶν εὐρύτης, ἡ ξανθὴ χολὴ πλείων. ἐν δὲ τῷ χρόνῳ τῆς ἀκµῆς καὶ ἡ µέλαινα, θερµότερον αὐτοῖς τὸ αἷµα, καὶ διὰ τοῦτο καὶ τὸ σύµπαν σῶµα, πλὴν εἰ µὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει, δασύτης τῶν καθ’ ὑποχόνδρια καὶ γαστέρα. ψυχροτέρου δὲ στενότης φλεβῶν, φλέγµα πλεῖον, αἷµα ψυχρότερον, καὶ ἡ σύµπασα τοῦ σώµατος ἕξις ψυχροτέρα, εἰ µή τι πρὸς τῆς καρδίας θερµαίνοιτο, ψιλὰ τριχῶν ὑποχόνδριά τε καὶ γαστήρ. ξηροτέρου δὲ, τὸ µὲν αἷµα παχύτερόν τε καὶ ξηρότερον καὶ ὀλιγώτερον, αἱ φλέβες δὲ σκληρότεραι, καὶ ἡ σύµπασα τοῦ σώµατος ἕξις ξηροτέρα. ὑγροτέρου δὲ, τὸ µὲν αἷµα πλεῖόν τε καὶ ὑγρότερον, αἱ φλέβες δὲ µαλακώτεραι· οὕτως δὲ καὶ τὸ σύµπαν σῶµα, πλὴν εἰ µὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει. θερµοτέρου δὲ ἅµα καὶ ξηροτέρου ἥπατος γνωρίσµατα, λασιώτατον ὑποχόνδριον, αἷµα παχύτερόν τε ἅµα καὶ ξηρότερον, ἡ ξανθὴ χολὴ πλείστη, κατὰ δὲ τὴν ἀκµὴν καὶ ἡ µέλαινα, φλεβῶν εὐρύτης τε καὶ σκληρότης. οὕτως δὲ καὶ τὸ σύµπαν σῶµα. θερµότης µὲν γὰρ ἡ ἐκ καρδίας ὁρµωµένη νικῆσαι δύναται τὴν ἐξ ἥπατος ὁρµωµένην ψυχρότητα, καθάπερ γε καὶ ἡ ψυχρότης τὴν θερµότητα. τὴν ξηρότητα δὲ οὐχ οἷόν τε πρὸς τοὐναντίον ὑπὸ τῆς καρδίας ὑγροτέρας γενοµένης ἀχθῆναι. µεταξὺ δέ ἐστιν ἡ ἀφ’ ἥπατος ὑγρότης τῶν εἰρηµένων. µᾶλλον µὲν γὰρ τῆς ἐν καρδίᾳ νικᾶται ξηρότητος, ἤπερ ἡ ξηρότης ὑπὸ τῆς ὑγρότητος· ἧττον δὲ τῆς θερµότητος, ἔτι δὲ µᾶλλον ἧττον ὑπὸ τῆς ψυχρότητος· εὐνικητοτάτη γὰρ αὕτη τῶν ἐξ ἥπατος ὁρµωµένων ποιοτήτων. εὔδηλον οὖν, ὡς, ἐπειδὰν εἰς ταὐτὸ συνδράµωσιν αἱ τῶν ἀρχῶν ἀµφοτέρων κράσεις, ὅλον ἀκριβῶς τὸ σῶµα κατ’ ἐκείνας διατίθεται. λεχθήσεται δὲ ὀλίγον ὕστερον αὐτοῦ τὰ γνωρίσµατα. τὸ δὲ ὑγρότερον ἅµα καὶ θερµότερον ἧπαρ ἧττον µὲν τοῦ θερµοτέρου καὶ ξηροτέρου τὰ καθ’ ὑποχόνδριον ἐργάζεται λάσια, πλεῖστον δ’ αἷµα, καὶ φλέβας µεγάλας, καὶ τὴν ἕξιν ὑγροτέραν καὶ θερµοτέραν, εἰ µὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει. εἰ δὲ ἐπὶ πλέον ἀµφοτέραις ταῖς ποιότησιν ἐκ τραπείη τοῦ κατὰ φύσιν, ἑτοίµως ἁλίσκεται τοῖς σηπεδονώδεσι καὶ κακοχύµοις νοσήµασιν· ἔτι µᾶλλον, εἰ ἐπὶ πλεῖστον µὲν αὐξηθείη τὸ ὑγρὸν, ἐπ’ ὀλίγον δὲ τὸ θερµόν. εἰ δ’ ἔµπαλιν ἐπ’ ὀλίγον µὲν αὐξη-θείη τὸ ὑγρὸν, ἐπὶ πλεῖστον δὲ τὸ θερµὸν, ἥκιστα κακόχυµοι γίγνονται. τὸ δ’ αὖ ὑγρότερον καὶ ψυχρότερον ἧπαρ ἄτριχον µὲν ἔχει τὸ ὑποχόνδριον, αἷµα δ’ ἐργάζεται φλεγµατικώτερον ἅµα φλεβῶν στενότητι, καὶ τὸ σύµπαν σῶµα παραπλησίως ἔχον, εἰ µὴ πρὸς τῆς καρδίας ἐς τἀναντία µετάγοιτο. τὸ δὲ ψυχρότερον καὶ ξηρότερον ἧπαρ ὀλίγαιµόν τε καὶ στενόφλεβον ἐργάζεται τὸ σῶµα καὶ ψυχρότερον, ὑποχόνδριόν τε ψιλὸν, εἰ µὴ κᾀνταῦθα νικήσειεν ἡ καρδία.
15. Τῆς δὲ τῶν ὄρχεων κράσεως ἡ θερµὴ µὲν ἀφροδισιαστική τέ ἐστι, καὶ ἀῤῥενόγονος, καὶ γόνιµος, καὶ ταχέως δασύνει τὰ γεννητικὰ µόρια, συνεφάπτεται δὲ καὶ τῶν πέριξ, ἡ ψυχρὰ δὲ τἀναντία. καὶ ἡ µὲν ὑγρὰ πολύσπερµός τέ ἐστι καὶ ὑγρόσπερµος, ἡ ξηρὰ δὲ ὀλιγόσπερµός τε καὶ µετρίως παχύσπερµος. ἡ θερµοτέρα δὲ καὶ ξηροτέρα παχυσπερµοτάτη τέ ἐστι καὶ γονιµωτάτη, καὶ τάχιστα πρὸς συνουσίαν ἐπεγείρει τὸ ζῶον εὐθέως ἐξ ἀρχῆς. ἀτὰρ οὖν οἱ τοιοῦτοι καὶ δασύνονται τάχιστα τὰ γεννητικὰ µόρια καὶ σύµπαντα τὰ πέριξ, ἄνω µὲν ἄχρι τῶν κατὰ τὸν ὀµφαλὸν χωρίων, κάτω δὲ µέχρι µέσων µηρῶν. ὁρµητικὴ µὲν οὖν ἡ τοιαύτη κρᾶσις ἱκανῶς ἐπ’ ἀφροδίσια, τάχιστα δὲ ἐµπιπλαµένη καὶ, εἰ βιάσαιτο, βλαπτοµένη. συνελθούσης δὲ ὑγρότητος τῇ θερµότητι, λάσιοι µὲν ἧττον οἱ τοιοῦτοι, πολύσπερµοι δὲ µᾶλλον, οὐ µὴν ὀρέγονταί γε µᾶλλον τῶν ἑτέρων, ἐξαρκοῦσι δ’ ἀβλαβέστερον ἀφροδισίοις πλείοσιν. εἰ δ’ ἱκανῶς ἄµφω συναυξηθείη τό θ’ ὑγρὸν καὶ θερµὸν, οὐδ’ ἀβλαβῶς ἀπέχονται τῶν ἀφροδισίων. εἰ δ’ ὑγρότεροι καὶ ψυχρότεροι τὴν κρᾶσιν οἱ ὄρχεις γένοιντο, ψιλὰ τὰ πέριξ τριχῶν, καὶ βραδέως ἀφροδισιάζειν ἄρχονται, καὶ οὐδ’ ὁρµητικοὶ πρὸς τὴν ἐνέργειάν εἰσιν, ὑδατῶδες δὲ καὶ λεπτὸν αὐτοῖς τὸ σπέρµα καὶ ὀλίγον ἐστὶ, καὶ θηλύγονον, καὶ ἄγονον. ἡ ψυχροτέρα δὲ καὶ ξηροτέρα κρᾶσις ὁµοία µὲν τἄλλα τῇ προειρηµένη κράσει, παχύτερον δ’ αὐτοῖς τὸ σπέρµα, καὶ παντάπασιν ὀλίγον.
16. Αἱ δ’ ὅλου τοῦ σώµατος ἕξεις εἴρηνται µέν που καὶ πρόσθεν, ὡς ὁµοιοῦνται καρδίᾳ καὶ ἥπατι· κρατεῖ δὲ ἡ ὁµοιότης τοῦ σφοδροτέραν ἔχοντος ἡντιναοῦν τῶν πρώτων ποιοτήτων, ἃς δὴ καὶ δραστικὰς ὀνοµάζουσιν. ὅλου δὲ τοῦ σώµατος ἡ ἕξις ἐπ’ ἐκείνων λέγεται µάλιστα τῶν µορίων, ὅσα θεωµένοις ὑποπίπτει πρῶτα. µύες δέ εἰσιν οὗτοι, πᾶσι τοῖς ὀστοῖς περιβεβληµένοι, σύνθετοί τινες σάρκες ἔκ τε τῆς ἁπλῆς τῆς πρώτης σαρκὸς, ἔτι τε τῶν ἰνῶν, αἷς αὗται περιπεφύκασιν. ἡ γὰρ οἰκεία τῶν µυῶν οὐσία ταῦτ’ ἐστιν ἄµφω. τὰ δ’ εἰς αὐτοὺς ἥκοντα τῶν ἀγγείων οἷον ὀχετοί τινές εἰσιν, οὐ συµπληροῦντες αὐτῶν τὴν οὐσίαν, ἀλλ’ ὑπηρετοῦντες εἰς διαµονήν. εἰρήσεται γοῦν καὶ τὰ τῆς τούτων κράσεως γνωρίσµατα κατὰ τὴν εὔκρατον οἴκησιν. ἐξαλλάττουσι γὰρ αἱ δύσκρατοι τὸ δέρµα, καθ’ ἑαυτὰς τυποῦσαι, καὶ διαφθείρουσιν ἔνια τῶν γνωρισµάτων. οὕτως δὲ καὶ εἰ κατὰ τὴν εὔκρατον χώραν ὥρᾳ θέρους ἑαυτὸν ἡλίῳ τις παραβάλλοι γυµνὸν, ἐξαλλάξει τῶν γνωρισµάτων ὅσα κατὰ χρόαν τέ ἐστι καὶ τὴν ἐν µαλακότητι καὶ σκληρότητι σύστασιν. εἰ δ’, ὥσπερ εὔκρατόν ἐστι τὸ χωρίον, οὕτως καὶ αὐτὸς εὐκράτως διαιτῷτο, µήτ’ ἐξοπτώµενος ἐν ἡλίῳ γυµνὸς ἑκάστης ἡµέρας ἐπὶ πλεῖστον, ἀλλὰ µήθ’, ὥσπερ ἔνιοι, δίκην παρθένου σκιατραφούµενος, ἀκριβῆ τὰ τῆς κράσεως ἐνδείξεται γνωρίσµατα. καὶ τοίνυν ὡς ἐπὶ τούτων τοῦ λόγου γενησοµένου, προσέχωµεν ἤδη τὸν νοῦν αὐτῷ. συµµέτρου κράσεως γνωρίσµατα πρὸς ὅλην τοῦ ζώου τὴν ἕξιν ἡ χροιὰ µὲν ἐξ ἐρυθροῦ καὶ λευκοῦ συµµιγής· αἱ τρίχες δὲ ξανθαὶ µετρίως καὶ οὖλαι τὰ πολλά· συµµετρία δὲ σαρκώσεως ἐν ποσότητι καὶ ποιότητι. µέσον γὰρ ἀκριβῶς ἐστι τὸ τοιοῦτον σῶµα πασῶν τῶν ὑπερβολῶν, ὡς ἂν καὶ νοουµένων τε καὶ λεγοµένων πρὸς αὐτό. καὶ γὰρ τὸ παχὺ σῶµα πρὸς τοῦτο λέγεται παχὺ, καὶ τὸ λεπτὸν ὡσαύτως πρὸς τοῦτο, πολύσαρκόν τε καὶ ὀλιγόσαρκον, καὶ πιµελῶδες, καὶ σκληρὸν, καὶ µαλακὸν, καὶ λάσιον, καὶ ψιλόν. οὐδὲν οὖν τούτων ἐστὶ τὸ σύµµετρον, ἀλλ’ οἷος ὁ Πολυκλείτου κανὼν εἰς ἄκρον ἥκει συµµετρίας ἁπάσης, ὡς ψαυόντων µὲν µήτε µαλακὸν φαίνεσθαι, µήτε σκληρὸν, µήτε θερµὸν, µήτε ψυχρὸν, ὁρώντων δὲ µήτε λάσιον, µήτε ψιλὸν, µήτε παχὺ, µήτε ἰσχνὸν, ἤ τινα ἑτέραν ἔχον ἀµετρίαν. Οσα δὲ τοῦ συµµέτρου θερµότερα µέν ἐστιν, οὐ µὴν ὑγρότερά γε, ἢ ξηρότερα κατὰ τὸ σαρκῶδες γένος, καὶ ὑπὲρ τούτου γὰρ ὁ ἐνεστηκὼς λόγος, φαίνεται µὲν δήπου καὶ ἁπτοµένοις θερµότερα τοσοῦτον, ὅσον πέρ ἐστι τῇ κράσει θερµότερα. λασιώτερα δὲ τοσοῦτον ἔσται, ὅσον περ καὶ θερµότερα, καὶ πιµελῆς ἧττον ἔχοντα, τῇ χροιᾷ δὲ ἐξέρυθρα, καὶ µελανότριχα εἶναι. ψυχροτέρας δὲ κράσεως σηµεῖα τὸ ἄτριχον, τὸ πιµελῶδες, τὸ ψυχρὸν ἁπτοµένοις. ἡ χροιὰ δ’ αὐτοῖς ἅµα ταῖς θριξὶ πυῤῥοτέρα. πολλῆς δὲ τῆς ψύξεως οὔσης, πελιδνή πώς ἐστιν, καὶ καλεῖν ἔθος ἐστὶν ἐνίοις τῶν ἰατρῶν τοὺς τοιούτους µολυβδοχρῶτας. ἡ δὲ ξηροτέρα κρᾶσις ἰσχνοτέρα τέ ἐστι καὶ σκληροτέρα τῆς εὐκράτου τοσοῦτον, ὅσον περ ἂν ᾖ ξηροτέρα, τὰ δ’ ἄλλα παραπλήσιος. καὶ ἡ ὑγροτέρα δὲ τὰ µὲν ἄλλα παραπλήσιος, εὐσαρκοτέρα δὲ καὶ µαλακωτέρα.
17. Καὶ µὴν καὶ κατὰ συζυγίαν τῶν πρώτων ποιοτήτων αἱ δυσκρασίαι γινόµεναι σύνθετον ἔχουσι καὶ τὴν τῶν γνωρισµάτων ἰδέαν. ἡ µὲν γὰρ θερµοτέρα καὶ ξηροτέρα, λασιωτέρα, καὶ θερµοτέρα, καὶ σκληροτέρα, καὶ ἀπίµελός ἐστι, καὶ ἰσχνὴ, καὶ µελανόθριξ. εἰ δὲ ἐπὶ πλέον ἥκει θερµότητος, καὶ µελάγχρους. ἡ θερµοτέρα καὶ ὑγροτέρα κρᾶσις µαλακωτέρα τε καὶ εὐσαρκοτέρα, καὶ θερµοτέρα τῆς ἀρίστης κράσεως εἰς τοσοῦτόν ἐστιν, εἰς ὅσον ἀµφοτέραις αὐξηθῇ ταῖς ποιότησιν. ἐπὶ πλεῖστον δὲ αὐξηθεῖσα τοῖς σηπεδονώδεσιν ἑτοίµως ἁλίσκεται νοσήµασιν, ὅτι καὶ κακόχυµος ἑτοίµως γίγνεται. εἰ δ’ ὀλίγῳ µὲν ὑγροτέρα εἴη, παµπόλλῳ δὲ θερµοτέρα, καὶ µαλακώτεροι µὲν ὀλίγῳ τῶν συµµέτρων οἱ τοιοῦτοι, καὶ σαρκωδέστεροι, λασιώτεροι δὲ οὐκ ὀλίγῳ· καὶ µὲν δὴ καὶ ἁπτοµένοις οὐκ ὀλίγῳ θερµότεροι. µέλαιναι δ’ αὐτοῖς αἱ τρίχες, καὶ ἡ σὰρξ ἀπίµελος. εἰ δ’ ὀλίγῳ µὲν εἴη θερµοτέρα, παµπόλλῳ δὲ ὑγροτέρα, µαλακὴ τούτοις ἐστὶν ἡ σὰρξ, καὶ πολλὴ, καὶ τὸ χρῶµα συµµιγὲς ἐξ ἐρυθροῦ καὶ λευκοῦ, καὶ ψαυόντων ὀλίγῳ θερµότεροι. συλλήβδην δ’ εἰπεῖν ἐπὶ τῶν κατὰ συζυγίαν κράσεων, ἀεὶ τῆς ἐπικρατούσης ποιότητος ἐπικρατήσει τὰ γνωρίσµατα. ἡ ψυχροτέρα δὲ καὶ ὑγροτέρα κρᾶσις, ἐπ’ ὀλίγον µὲν ἀµφοῖν ηὐξηµένων, ἄτριχός τέ ἐστι καὶ λευκὴ, καὶ µαλακὴ, καὶ παχεῖα, καὶ πιµελώδης. ἐπὶ πλεῖον δὲ τὰ µὲν ἄλλα κατὰ ἀναλογίαν τῆς τῶν ποιοτήτων αὐξήσεως· ἡ χροιὰ δὲ ἅµα ταῖς θριξὶ πυῤῥὰ, καθάπερ γε καὶ εἰ ἐπὶ πλεῖστον ἀµφοῖν ηὐξηµένων πελιδνή. εἰ δ’ ἄνισος ἡ αὔξησις εἴη τῶν ποιοτήτων, ἐπικρατήσει τὰ τῆς µᾶλλον ηὐξηµένης ἴδια. εἰ δὲ τὸ ψυχρὸν ἅµα τῷ ξηρῷ κατ’ ἴσον αὐξηθείη, φύσει σκληρὸν καὶ ἰσχνὸν ἴσχουσι τὸ σῶµα, καὶ ἄτριχον, ἁπτοµένοις δὲ ψυχρόν. ἡ πιµελὴ δὲ ὅµως αὐτοῖς, καίτοι γε ἰσχνοῖς οὖσι, παρέσπαρται τῇ σαρκί. τὰ δὲ τῶν τριχῶν καὶ τῆς χροιᾶς ἀνάλογον τῷ µέτρῳ τῆς ψυχρότητος. µεταπεσούσης δὲ τῆς θερµῆς καὶ ξηρᾶς κράσεως ἐν τῷ χρόνῳ τῆς παρακµῆς εἰς τὴν ξηράν τε καὶ ψυχρὰν, ἡ ἕξις τῶν τοιούτων ἰσχνὴ καὶ σκληρὰ, µελαγχολικὴ δέ ἐστι καὶ διὰ τοῦτο µέλαινά τε ἅµα καὶ δασεῖα. κρατούσης δὲ τῆς ἑτέρας τῶν ποιοτήτων παρὰ πολὺ, τῆς δ’ ἑτέρας ὀλίγον τι τοῦ συµµέτρου παραλλαττούσης, ἐπικρατήσει µὲν τὰ τῆς ἐπικρατούσης, ἀµυδρὰ δὲ ἔσται τὰ τῆς ἑτέρας γνωρίσµατα. ἐπὶ πᾶσι δὲ τοῖς εἰρηµένοις τε καὶ µέλλουσι λέγεσθαι κοινὸν γνώρισµα κράσεως, εἰ µὲν εὔψυκτον εἴη τὸ µόριον, ἤτοι ψυχρότητος, ἢ ἀραιότητος, εἰ δὲ δύσψυκτον, ἤτοι θερµότητος, ἢ πυκνότητος, εἰ δ’ ὑπὸ τῶν ξηραινόντων βλάπτοιτο, αὐχµηρόν τε, καὶ ξηρὸν, καὶ δυσκίνητον γένοιτο, ξηρότητος, ὥσπερ γε καὶ εἰ βαρύνοιτο πρὸς τῶν ὑγραινόντων, ὑγρότητος. ἐπιβλέπειν δὲ καὶ εἰ ὡσαύτως ἀλλήλοις ἅπαντες οἱ µύες, ἢ οὐχ ὡσαύτως κέκρανται, συνεπισκοπούµενον ἐν ἅπασι πηλικότητα τῶν ὑποβεβληµένων ὀστῶν. ἐνίοτε γοῦν ἰσχνότερον εἶναι δοκεῖ τὸ µέρος, οὐκ ὂν ἰσχνότερον, ὅσον ἐπὶ τοῖς µυσὶ, διὰ δὲ τὴν στενότητα τῶν ὀστῶν τοιοῦτον φανταζόµενον. οὕτως δὲ καὶ παχύτερον ἐνίοις εἶναι δοκεῖ πολλάκις, οὐ διὰ τὴν εὐρύτητα τῶν ὀστῶν, ἀλλὰ διὰ τὸ τῆς σαρκὸς πλῆθος, ἥτις αὐξανοµένη τε καὶ µειουµένη, σκληροτέρα τε καὶ µαλακωτέρα γενοµένη, ξηρότερον ἢ ὑγρότερον ἀποφαίνει τὸ µόριον. ἡ µὲν οὖν ὀλίγη τε καὶ σκληρὰ, τὸ ξηρότερον· ἡ πολλὴ δὲ καὶ ἡ µαλακὴ, τὸ ὑγρότερον. οὕτω δὲ καὶ αἱ µεταξὺ χῶραι τῶν ὁµοιοµερῶν σωµάτων, ἤτοι πλέον ὑγρὸν ἐν αὐταῖς, ἢ ἔλαττον περιέχουσαι, καὶ ἤτοι παχύτερον, ἢ λεπτότερον, ἢ ὑγρότερον, ἢ ξηρότερον ἀποφαίνει τὸ µόριον· ὑγρότερον µὲν, ἔνθα λεπτοτέρα τε καὶ πλείων ἐστὶν ἡ ὑγρότης, ξηρότερον δὲ, ὅπου παχυτέρα τε ἅµα καὶ ἐλάττων. αὐτὰ µὲν γὰρ τὰ στερεὰ τοῦ σώµατος µόρια, τὰ ὄντως στερεὰ καὶ πρῶτα, κατ’ οὐδένα τρόπον οἷόν τέ ἐστιν ὑγρότερα ποιεῖν, ἀλλ’ ἱκανὸν, εἰ κωλύει τις αὐτὰ µὴ διὰ ταχέων ξηραίνεσθαι, τὰς δὲ διαλαµβανούσας αὐτὰ χώρας ἔνεστι πληροῦν ὑγρότητος, ἤτοι τοίας, ἢ τοίας. τοιαύτη δέ ἐστιν ἡ οἰκεία τροφὴ τῶν ὁµοιοµερῶν ἐκ παραθέσεως, οὐ δι’ ἀγγείων ἑλκοµένη. κοινὸς δὲ καὶ οὗτος ὁ λόγος ἁπάντων ἐστὶ τῶν µορίων, καὶ ῥηθήσεται καὶ αὖθις ἐν τῇ τῶν ὑγιεινῶν καὶ νοσωδῶν αἰτίων διδασκαλίᾳ. νυνὶ δὲ τῶν ἐφεξῆς ἐχώµεθα.
18. Γαστρὸς γνωρίσµατα, τῆς µὲν φύσει ξηροτέρας, εἰ ταχέως διψώδεις γίγνοιντο, καὶ ὀλίγον αὐτοῖς ἀρκοίη ποτὸν, καὶ βαρύνοιντο τῷ πλείονι, καὶ κλύδωνας ἴσχοιεν, ἢ ἐπιπολάζοι τὸ περιττεῦον αὐτοῖς, ἐδέσµασί τε χαίροιεν ξηροτέροις· ὑγροτέρας δὲ, εἰ µήτε διψώδεις γίγνοιντο, καὶ τὸ πλεῖον ὑγρὸν ἀλύπως φέροιεν, ἐδέσµασί τε χαίροιεν ὑγροτέροις. ἡ δὲ θερµοτέρα φύσει γαστὴρ πέττει µὲν ἄµεινον, ἢ ὀρέγεται, καὶ πολὺ µᾶλλον ὅσα σκληρὰ φύσει καὶ δυσαλλοίωτα· διαφθείρεται γὰρ ἐν αὐτῇ τὰ εὐαλλοίωτα· χαίρουσα δὲ τοῖς θερµοῖς ἐδέσµασί τε καὶ πόµασιν, οὐδ’ ὑπὸ τῶν ψυχρῶν οὐδὲν βλάπτεται, κατά γε τὴν ἔµµετρον χρῆσιν. ἡ δὲ ψυχροτέρα φύσει γαστὴρ, ὀρεχθῆναι µὲν ἀγαθὴ, πέψαι δὲ οὐκ ἀγαθὴ, καὶ µάλιστα ὅσα δυσαλλοίωτα καὶ ψυχρὰ τῶν ἐδεσµάτων ἐστίν. ὀξύνεται γοῦν ἑτοίµως ἐν αὐτῇ. διὰ τοῦτο καὶ ὀξυρεγµιώδης ἐστὶν ἡ τοιαύτη γαστὴρ, καὶ χαίρει µὲν τοῖς ψυχροῖς, βλάπτεται δὲ ῥᾳδίως ἀµετρότερον χρησαµένη. οὕτως δὲ καὶ τῶν ἔξωθεν αὐτῇ προσπιπτόντων ψυχρῶν οὐ φέρει τὴν πολυχρόνιον ὁµιλίαν, ὥσπερ οὐδ’ ἡ θερµὴ τῶν θερµῶν. αἱ µέντοι διὰ νόσον ἐν τῇ γαστρὶ δυσκρασίαι ταύτῃ διαφέρουσι τῶν ἐµφύτων, ᾗ τῶν ἐναντίων ἐπιθυµοῦσιν, οὐ τῶν ὁµοίων, ὥσπερ αἱ σύµφυτοι. αἱ δὲ κατὰ συζυγίαν ἐν τῇ γαστρὶ δυσκρασίαι διὰ τῆς τῶν ἁπλῶν γνωρισθήσονται συνθέσεως. ἀκριβῶς δὲ χρὴ προσέχειν τὸν νοῦν τοῖς εἰρηµένοις, διακρίνοντας αὐτὰ τῶν ῥηθησοµένων. οὐ µόνον γὰρ ἡ κοιλία διψώδεις τε καὶ ἀδίψους ἐργάζεται, καὶ ψυχροῦ καὶ θερµοῦ πόµατος ὀρεκτικοὺς, ἀλλὰ καὶ τὰ κατὰ τὸν θώρακα σπλάγχνα, καρδία καὶ πνεύµων. ἀλλ’ οἵ γε διὰ τὴν τούτων θερµότητα διψῶντες εἰσπνέουσί τε πλέον, ἐκφυσῶσί τε µακρὸν, αἰσθάνονταί τε κατὰ τὸν θώρακα τοῦ καύµατος, οὐχ ὥσπερ οἱ διὰ τὴν γαστέρα κατὰ τὰ ὑποχόνδρια. καὶ µὲν δὴ πίνοντες οὐκ εὐθέως ἡσυχάζουσι, καὶ τὸ ψυχρὸν πόµα ἵστησιν αὐτῶν µᾶλλον τὴν δίψαν, ἤπερ τὸ πολὺ θερµόν. ἀναψύχει δὲ αὐτοὺς καὶ ὁ ψυχρὸς ἀὴρ εἰσπνεόµενος, οὐδὲν ἐπικουφίζων τοὺς ἐκ γαστρὸς διψώδεις. οὕτως δὲ καὶ οἱ ἐναντίως ἔχοντες ὑπὸ τῆς ψυχρᾶς εἰσπνοῆς αἰσθητῶς ἀνιῶνται.
19. Καὶ µέγιστόν ἐστι τοῦτο γνώρισµα τῆς ἐν πνεύµονι ψυχρότητος. ὥσπερ δὲ εἰσπνέοντες ψυχρὸν αἰσθάνονται σαφῶς ἀνίας τε καὶ ψύξεως, οὕτως τὸ θερµὸν αὐτοῖς ἐστι φίλιον. ἀλλὰ καὶ φλεγµατικὰ περιττώµατα χρεµπτόµενοι ἅµα καὶ µετὰ βηχὸς ἀναπτύουσιν. αἱ ξηρότητες δὲ τοῦ πνεύµονος ἀπέριττοί τέ εἰσι καὶ καθαραὶ τῷ φλέγµατι, καὶ λαµπρὰν ἔχουσι τὴν φωνὴν, καθάπερ αἱ ὑγρότητες τὸ ἐναντίον ἀλαµπῆ µὲν ἐργάζονται καὶ βραγχώδη τὴν φωνὴν, ἐντρέχει δ’ αὐτοῖς περιττώµατα, µεῖζόν τε καὶ ὀξύτερον φθέγξασθαι προελοµένοις. οὐ µὴν αὐτό γε τὸ τῆς φωνῆς µέγεθος ὑπὸ τῆς θερµότητος αὐτῆς, ὥσπερ οὐδ’ ἡ σµικρότης ὑπὸ τῆς ψυχρότητος, γίνεται· ἀλλὰ τὸ µὲν εὐρύτητι τῆς τραχείας ἀρτηρίας, ἐκφυσήσει τε σφοδροτέρᾳ, σµικρότης δὲ τοῖς ἐναντίοις ἀκολουθεῖ. ὥστε οὔτε διὰ παντὸς, οὔτε πρώτως, ἀλλὰ κατὰ συµβεβηκός τε καὶ µόναις ταῖς συµφύτοις κράσεσι, οὐ ταῖς ἐπικτήτοις, ἕπεται τὸ τῆς φωνῆς µέγεθός τε καὶ ἡ σµικρότης.
20. ὅτι µὲν γὰρ τοιάδε τὰ ὄργανα διὰ τὴν κρᾶσιν ἐγένετο, τοῖς τοιούτοις δὲ ἕπεται τοιάδε φωνὴ, ἐκ φωνῆς διὰ τοῦτο ἔνεστι περὶ τῆς συµφύτου κράσεως συλλογίζεσθαι. καὶ γὰρ ἡ λεία φωνὴ λειότητι τῆς ἀρτηρίας ἕπεται, καθάπερ ἡ τραχεῖα τραχύτητι. λειότης µὲν οὖν ἀρτηρίας συµµετρίᾳ κράσεως ἕπε-ται, τραχύτης δὲ ξηρότητι. τραχύτης µὲν γὰρ ἐπὶ ἀνωµαλίᾳ, κατὰ ξηρὸν σῶµα. τὴν δὲ ἀρτηρίαν ἐργάζεται σκληρὰν µὲν ἡ τῶν ὁµοιοµερῶν αὐτῆς µορίων ξηρότης, ἀνώµαλον δὲ ἡ τῆς παρεσπαρµένης τούτοις ὑγρότητος ἔνδεια. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτε ἡ ὀξεῖα φύσει φωνὴ χωρὶς στενότητος φάρυγγος, οὔθ’ ἡ βαρεῖα χωρὶς εὐρύτητος δύναται γίνεσθαι. στενότης µὲν οὖν ἐµφύτου ψυχρότητος ἔκγονός ἐστιν, εὐρύτης δὲ θερµότητος. ἀνάλογον δὲ ταῖς φυσικαῖς διαφοραῖς τῶν φωνῶν αἱ κατὰ πάθος ἐπιτελοῦνται, γνωρίσµατα καὶ αὐταὶ γινόµεναι τῶν ἐργαζοµένων αἰτίων, ὑπὲρ ὧν αὐτάρκως ἐν τοῖς περὶ φωνῆς διώρισται. τὰ δ’ ἄλλα µόρια τοῦ ζώου τὰ ἐντὸς ἀµυδρὰ τῆς κράσεως ἔχει τὰ γνωρίσµατα. πειρατέον δὲ ὅµως αὐτὰ διά τε τῶν ὠφελούντων καὶ βλαπτόντων διαγινώσκειν, ἔτι τε κατὰ τὰς τῶν φυσικῶν δυνάµεων ἐνεργείας. εἴρηται δὲ ἐν τῷ τρίτῳ περὶ τῶν ἐν τοῖς συµπτώµασιν αἰτίων, ὡς ἥτις ἑκάστης δυνάµεως ἀρετῇ τε καὶ κακίᾳ, ἡ προηγουµένη κρᾶσίς ἐστιν. τὰ µὲν οὖν τῶν κράσεων γνωρίσµατα καὶ ἤδη λέλεκται.
21. Τὰ δὲ περὶ τὸ µέγεθος ἤτοι τὴν διάπλασιν, ἢ τὸν ἀριθµὸν, ἢ τὴν θέσιν ἐσφαλµένα, ὅσα µὲν ὑποπίπτει ταῖς αἰσθήσεσιν, γνωρισθῆναι ῥᾴδιον. τῶν δ’ οὐχ ὑποπιπτόντων τὰ µὲν δύσγνωστα, τὰ δὲ ἄγνωστά ἐστιν. τὸ µὲν οὖν τῆς κεφαλῆς µέγεθός τε καὶ σχῆµα, καὶ σὺν αὐτῇ τὸ τοῦ ἐγκεφάλου πρόδηλόν τέ ἐστι καὶ πρόσθεν εἴρηται. κατὰ ταὐτὰ δὲ καὶ τὸ τοῦ θώρακος· οὕτως δὲ καὶ ὅσα κατ’ ὠµοπλάτας, ἢ ὤµους, ἢ βραχίονας, ἢ πήχεις, ἢ ἄκρας χεῖρας, ἢ ἰσχίον, ἢ µηρὸν, ἢ κνήµην, ἢ πόδας, οὐ χαλεπὸν διαγινώσκειν, ἄν τε κατὰ τὴν διάπλασιν ἐσφαλµένον ᾖ τι τῶν τοιούτων, ἄν τε κατὰ τὸ µέγεθος, ἄν τε κατὰ τὸν ἀριθµὸν, ἢ τὴν σύνθεσιν τῶν συντιθέντων αὐτά. πρόδηλοι δὲ καὶ αἱ τῆς ἐνεργείας ἐφ’ ἑκάστου βλάβαι. τὰ δ’ ἐντὸς τοῦ σώµατος οὐ πάντα διαγνωσθῆναι δυνατόν. γαστέρα µὲν γάρ τινος οὕτω σµικράν τε καὶ στρογγύλην, καὶ προπετῆ κατὰ τὸ ὑποχόνδριον ἐθεασάµην, ὡς ἐναργῶς φαίνεσθαι κατὰ περιγραφὴν ἰδίαν ὁρῶσί τε καὶ ἁπτοµένοις. οὕτω δὲ καὶ κύστιν τινὸς ἐθεασάµην ἐγκειµένην τε καὶ σµικρὰν, ὥστ’, εἴ ποτε χρονίσειε περὶ τὴν ἔκκρισιν τῶν οὔρων, ὄγκος ἐφαίνετο περιγεγραµµένος ἐναργῶς. οὐ µὴν τῶν ἄλλων τι τῶν ἐντὸς ἐναργῆ διάγνωσιν παρέσχε µοί ποτε. πειρᾶσθαι µέντοι χρὴ διαγινώσκειν, ὡς οἷόν τέ ἐστιν, ἀρετήν τε καὶ κακίαν αὐτῶν, εἰ καὶ µὴ κατ’ ἐπιστήµην βεβαίαν, ἀλλ’ οὖν κατὰ στοχασµόν τινα τεχνικὸν, οἷον εἰ οὕτως ἔτυχεν ἐπὶ ἥπατος. εἶδον γάρ τινας ἤδη καὶ πολλοὺς στενὰς µὲν φλέβας ἔχοντας, ἄχρουν δὲ τὸ σύµπαν σῶµα, καὶ εἰ βραχὺ πλείω προσηνέγκαντο τροφῆς, καὶ µᾶλλον εἰ φυσώδη, καὶ παχέα, καὶ γλίσχρα, τοὺς µὲν ὥσπερ τινὸς βάρους ἐγκειµένου καὶ κρεµαµένου, κατὰ τὸ δεξιὸν ὑποχόνδριον αἰσθανοµένους ἐν βάθει, τοὺς δὲ µετὰ τάσεως ὀδυνώδους. ἐπὶ τούτων οὖν εἰκός ἐστι καὶ µικρὸν εἶναι τὸ ἧπαρ, καὶ στενὸν ταῖς διεξόδοις. ἕτερον δὲ ἐθεασάµην φλεγµατικὸν µὲν ὅλην τὴν ἕξιν, ἐµοῦντα δὲ ἑκάστης ἡµέρας χολὴν ὠχράν. ἔγνων οὖν χρῆναι καὶ τὰ διαχωρήµατα αὐτοῦ θεάσασθαι, καὶ ὀλιγοστὸν εἶχε χολῆς. ἐτεκµηράµην οὖν τούτῳ τὸν τὸ χολῶδες ὑγρὸν ἐξοχετεύοντα πόρον οὐ µικρὰν ἑαυτοῦ µοῖραν εἰς τὸν πυλωρὸν τῆς γαστρὸς ἀποπέµπειν, ὡς ἐπ’ ἐνίων φαίνεται ζώων. ἐξ ὧν δῆλον, ὡς ἐν τοῖς ἀδήλοις τῇ αἰσθήσει µεγάλα συντελεῖ πρὸς διάγνωσιν ἥ τε τῶν ἐξ ἀνατοµῆς φαινοµένων γνῶσις, ἥ τε τῶν ἐνεργειῶν τε καὶ τῶν χρειῶν εὕρεσις. ὅστις οὖν διαγνωστικὸς εἶναι βούλεται τῶν ὡς εἴρηται νῦν ἐσφαλµένων σωµάτων, ἐν ταῖς ἀνατοµαῖς αὑτὸν γυµναστέον ἐστὶ, κᾀν ταῖς τῶν ἐνεργειῶν τε καὶ χρειῶν εὑρέσεσι. γέγραπται δὲ ὑπὲρ πάντων ἰδία καθ’ ἑτέρας πραγµατείας, ὑπὲρ ὧν ἐπὶ τε λευτῇ τοῦ λόγου παντὸς εἰρήσεται, χάριν τοῦ γινώσκειν τοὺς φιλοµαθεῖς ἕκαστον ὧν ἂν ὀρεχθῶσι µαθεῖν, ἐκ ποίας µάλιστα πραγµατείας ἀναλέγεσθαι χρή. ἀλλὰ περὶ µὲν τούτων ἅλις.
22. ῞Οσα δὲ ἐν τῷ νῦν ἐστι νοσώδη σώµατα, τουτέστιν ὅσα νοσεῖ, διαγινώσκειν χρὴ καὶ ταῦτα, ταῖς µὲν αἰσθήσεσιν ὑποπίπτοντα τῇ µεταβολῇ τῶν κατὰ φύσιν αὐτοῖς ὑπαρχόντων, ἐν µεγέθει, καὶ χροιᾷ, καὶ σχήµατι, καὶ ἀριθµῷ, καὶ θέσει, καὶ τῇ κατὰ σκληρότητα, καὶ µαλακότητα, καὶ θερµότητα, καὶ ψυχρότητα διαφορᾷ· µὴ φαινόµενα δὲ, καθόλου µὲν φάναι, ταῖς βλάβαις τῶν ἐνεργειῶν, ἢ τοῖς ἐκκρινοµένοις, ἢ ταῖς ὀδύναις, ἢ τοῖς ὄγκοις τοῖς παρὰ φύσιν, ἤ τισιν τούτων, ἢ πᾶσι. κατὰ µέρος δὲ, τὰς µὲν κατὰ τὸν ἐγκέφαλον νοσώδεις διαθέσεις ἢ τοῖς τῆς παραφροσύνης εἴδεσιν, ἢ ταῖς τῶν αἰσθήσεων ἢ φαντασιῶν βλάβαις, ἢ ταῖς τῶν προαιρετῶν, ἢ τοῖς ἐκκρινοµένοις δι’ ὑπερώας, καὶ ῥινὸς, καὶ ὤτων, ἢ ταῖς τῶν κατ’ αὐτὸν ὀδυνῶν διαφοραῖς. τὰς δὲ κατὰ τὴν καρδίαν ἔκ τε τῶν τῆς δυσπνοίας εἰδῶν καὶ παλµῶν τῶν κατ’ αὐτὴν, ἔτι τε τῶν κατ’ αὐτὴν σφυγµῶν καὶ τὰς ἀρτηρίας, ὀξυθυµίας τε καὶ ἀθυµίας, καὶ πυρετῶν, καὶ τῶν καταψύξεων, καὶ τῶν ἐν τῷ χρώµατι διαφορῶν, ἀλγηµάτων τε τῶν κατ’ αὐτήν. τὰς δὲ καθ’ ἧπαρ, ἔκ τε τῆς τῶν χυµῶν ἐνδείας τε καὶ πλεονεξίας, ἐκτροπῆς τε τῆς εἰς τὸ παρὰ φύσιν, καὶ ἀχροίας, καὶ προσέτι τοῖς κατὰ τὴν ἀνάδοσιν, ἢ θρέψιν, ἢ τὴν τῶν περιττωµάτων ἔκκρισιν ὑπαλλαττοµένοις, ἀλλὰ καὶ τοῖς βάρεσι τοῖς κατ’ αὐτὸ, καὶ ὄγκοις, καὶ ἀλγήµασιν, οὐ τοῖς ἐγχωρίοις µόνον, ἀλλὰ καὶ κατὰ συµπάθειαν ὅσα γίνεται, κατά τινα δυσπνοίας ἰδέαν καὶ βηχός. οὕτως δὲ καὶ τὰ κατὰ τὴν γαστέρα τοῖς περὶ τὴν πέψιν τε καὶ τὴν ὄρεξιν τῆς ὑγρᾶς ἢ ξηρᾶς προσφορᾶς, ἢ περὶ τὴν τῶν περιττωµάτων ἔκκρισιν ἁµαρτανοµένοις· ὡσαύτως δὲ καὶ τοῖς λυγξὶν, ἐρυγαῖς, ναυτίαις, ἐµέτοις, αὐταῖς τῶν ἐµουµένων ταῖς ἰδέαις. καὶ µέν γε καὶ ὅσα κατὰ θώρακα, δυσπνοίαις, βηξὶν, ὀδύναις ταῖς κατ’ αὐτὸν, τῇ τῶν ἀναβηττοµένων διαφορᾷ. καὶ τὰ κατὰ τὴν τραχεῖαν ἀρτηρίαν νοσήµατα, δύσπνοιά τε καὶ βὴξ, ἥ τε κατὰ τὸν τόπον ὀδύνη, τά τε ἀναπτυόµενα, καὶ αἱ τῆς φωνῆς βλάβαι γνωρίζουσιν. ἀνάλογον δὲ κᾀπὶ τῶν ἄλλων µορίων ἁπάντων ἐξ ὄγκου, καὶ ὀδύνης, καὶ βλάβης ἐνεργειῶν, ἔτι τε τῆς τῶν ἐκκρινοµένων διαφορᾶς αἱ διαγνώσεις ἔσονται. ὄγκους µὲν δὴ τοὺς παρὰ φύσιν ἐν φλεγµοναῖς, καὶ ἐρυσιπέλασι, καὶ σκίῤῥοις, καὶ οἰδήµασιν ἐξεταστέον. ἄλγηµα δὲ, καθ’ ὃν ἂν ἐρείδῃ τόπον, ἤτοι συνεχείας λύσιν, ἢ ἀλλοίωσιν ἀθρόαν ἐνδείκνυται. λύεται µὲν οὖν ἡ συνέχεια τοµῇ, καὶ διαβρώσει, καὶ θλάσει, καὶ τάσει. ἀλλοιοῦται δὲ ἡ οὐσία θερµότητι, καὶ ψυχρότητι, καὶ ξηρότητι, καὶ ὑγρότητι. βλάπτεται δὲ ἡ ἐνέργεια τριχῶς, ἢ ἀῤῥώστως, ἢ πληµµελῶς, ἢ µηδ’ ὅλως γιγνοµένη. ὅσα δ’ ἐκκρίνεται, τὰ µὲν ὡς µόρια τῶν πεπονθότων, τὰ δὲ ὡς περιττώµατα, τὰ δὲ ὡς ἐν αὐτοῖς περιεχόµενα, κατὰ φύσιν ἕκαστον ἔνδειξιν ἰδίαν ποιήσεται. λέλεκται δὲ περὶ τῶν τοιούτων ἁπάντων ἐπὶ πλέον ἐν τῇ τῶν πεπονθότων τόπων πραγµατείᾳ, µηδενὸς αὐτὴν ὑπὸ µέθοδον τῶν ἔµπροσθεν ἀγαγόντος, ἢ τὸ τέλειον ἀποδόντος, ὥσπερ οὐδ’ ἄλλην οὐδεµίαν ὧν ὑπήρξαντο µὲν οἱ παλαιοὶ, οὐ συνετέλεσαν δέ. τῶν µὲν δὴ νοσούντων σωµάτων ἐξ ἐκείνης τῆς πραγµατείας µανθάνειν χρὴ τὰ γνωρίσµατα, τῶν νοσησόντων δὲ καὶ τῶν ὑγιασθησοµένων ἐκ τῆσδε τῆς µεθόδου.