
Полная версия
Сочинения. Том 2
14. ᾿Επεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, προσθῶµεν τῷ λόγῳ τὸ λεῖπον, ὑπὲρ ὧν ὀλίγον ἔµπροσθεν εἴποµεν, ἐξευρίσκοντες τὰ βοηθήµατα. τὰς µὲν γὰρ οἷον γενικὰς αὐτῶν ἰδέας διήλθοµεν, ὡς χρὴ τὰ µὲν ψύχειν, τὰ δὲ θερµαίνειν, τὰ δὲ ὑγραίνειν, τὰ δὲξηραίνειν. οὗτοι γὰρ ἐν τοῖς ὁµοιοµερέσιν οἱ σκοποὶ, καθάπερ ἐν τοῖς κατὰ τὸ πηλίκον, ἤτοι καθαίρειν ἢ ἀνατρέφειν, οὕτω δὲ κᾀν τοῖς κατ’ ἀριθµὸν, ἢ ἐξαιρεῖν ὅλον, ἢ γεννᾷν. ἐν δὲ τοῖς κατὰ διάπλασιν εἰς τὰ κατὰ φύσιν ἐπαναγαγεῖν σχήµατα, καὶ κενοῦν τὰ πεπληρωµένα, καὶ πληροῦν τὰ κεκενωµένα, καὶ τὰς ἐµφράξεις ἐκφράττειν, καὶ τὰς ἀναστοµώσεις συνάγειν, καὶ τὰ µεµυκότα, καὶ πεπυκνωµένα πρὸς τοὐναντίον ἐπιστρέφειν, τὰ µὲν ἀναστοµοῦντα, τὰ δὲ ἀραιοῦντα. οὕτω δὲ κᾀν τῷ κατὰ τὴν σύνθεσιν νοσήµατι πρὸς τὸ κατὰ φύσιν ἐπανάγειν ὁ σκοπὸς, κᾀν τῷ τὴν ἕνωσιν λελύσθαι κόλλησιν ἐργάζεσθαι τῶν κεχωρισµένων. ἀλλ’ ἐν ἅπασι τούτοις ἐξευρίσκειν ὕλας βοηθηµάτων οὐ µικρόν ἐστι µόριον τῆς τέχνης. οἷον εὐθέως ἐπὶ τῶν παραλλαττόντων ἄρθρων, ἐπειδὴ συµβαίνει µὴ µόνον ὀπίσω καὶ πρόσω, καὶ ἔνθα καὶ ἔνθα µεταχωρεῖν τὸ ἐξιστάµενον, ἀλλὰ καὶ πρὸς τὸν ἄνω τόπον ὑπὸ τῆς τῶν µυῶν συντονίας ἀνέλκεσθαι, διττῆς κινήσεώς ἐστι τοῖς ἐµβάλλουσιν ἡ χρεία, πρώτης µὲν τῆς κάτω, δευτέρας δὲ τῆς εἰς τὴν οἰκείαν χώραν ἀποθέσεως. καὶ διὰ τοῦτο χωρὶς ἀντιτάσεως ἀδύνατον γενέσθαι τὴν ἐµβολήν. εἰς δὲ τὴν ἀντίτασιν ὅτι µὲν ἰσχυροτέρων ἀντιλήψεών τε καὶ τάσεών ἐστι χρεία, πρόδηλον ἅπαντι. ποιεῖν δ’ αὐτὰ ἐνίοτε διὰ τῶν ἡµετέρων χειρῶν ἀδυνατοῦντες, ὄργανα πρὸς τοῦτ’ ἐξευρήκαµεν ἐπιτήδεια. τὰ πολλὰ δ’ αὐτῶν καὶ εἰς αὐτὴν τὴν ἀπόθεσιν τῶν ἐξηρθρηκότων συµπράττει. καὶ ταῦτα πάντα τὰ ὄργανα τῶν βοηθηµάτων ὕλαι τινές εἰσιν, ὥσπερ καὶ τὰ ἁρµοζόµενα πάντα, καὶ τὰ φάρµακα, καὶ τὰ ἐδέσµατα, καὶ τὰ πόµατα, καὶ ἁπλῶς ὅσα προσαγόµενα τῷ σώµατι τὰς εἰρηµένας διαθέσεις εἰς τὸ κατὰ φύσιν ἐπανάγει. χρὴ τοίνυν πεπραγµατεῦσθαι καὶ περὶ τῆς τούτων ὕλης τὸν ἰατρὸν, συµβιβάζοντα τοὺς εἰρηµένους ἔµπροσθεν σκοποὺς τῇ χρήσει τῶν ὑλῶν, ἵνα µή ποτε πλανηθῇ ὅµοιόν τι πάθος τοῖς οἰοµένοις, ὅσα µὲν δεῖται ψύχεσθαι, πᾶσιν αὐτοῖς ἁρµόττειν ὕδωρ ψυχρὸν, ὅσα δὲ θερµαίνεσθαι, θερµὸν, οὐκ εἰδόσιν, ὅτι κατὰ συµβεβηκὸς ἐνίοτε καὶ τὸ ψυχρὸν θερµαίνει, καὶ τὸ θερµὸν ψύχει. πλεῖστα δὲ περὶ τῆς ἐν τούτοις ἅπασι µεθόδου κατὰ τὴν περὶ φαρµάκων πραγµατείαν λέγονται. ἐν δὲ τῷ παρόντι λόγῳ τοῦτο προσθῶµεν, ὡς ἅπαν τὸ τοιοῦτον γένος τῆς ὕλης τῶν βοηθηµάτων ἐν προσφεροµένοις, καὶ ποιουµένοις, καὶ κενουµένοις, καὶ τοῖς ἔξωθεν προσπίπτουσι κεῖται, δι’ ὧν ἁπάντων ὁ συνιστάµενος τὴν τέχνην διεξελθὼν καὶ τῆς κατὰ µέρος ὕλης ἁπάσης ἐπιστήµην ἔχων οὐ µόνον τῆς δυνάµεως, ἀλλὰ καὶ τῆς χρήσεως οὕτως ἂν εἴη συµπεπληρωκὼς ἅπαντα τὰ ὑγιεινὰ τῶν αἰτίων, ὡς µηδὲν λείπειν αὐτῷ πρὸς τὴν τῆς θεραπευτικῆς τέχνης σύστασιν, εἰς δύο κεφάλαια τούτων ἁπάντων ἀναγοµένων, εἴς τε τὴν γνῶσιν τῶν σωµάτων, οἷς προσάγεται τὰ βοηθήµατα, καὶ αὐτὴν τὴν τῶν βοηθηµάτων φύσιν.
15. ῾Υπόλοιπον δ’ ἂν εἴη πράττειν αὐτῷ µέλλοντι τὰ κατὰ τὴν τέχνην, ἐξευρῆσθαί τινα διαγνωστικὴν θεωρίαν ἁπασῶν τῶν διαθέσεων, καὶ µάλισθ’ ὅσαι περὶ τὰ κατὰ βάθος µόρια συνίστανται. οὐδὲ γὰρ ἐνταῦθα τοῦ τυχόντος ἐστὶν ἐξευρεῖν ἑκάστου τῶν µορίων, ἢ τῶν ἁπλῶν, ἢ τῶν ὀργανικῶν, τὴν νοσώδη διάθεσιν, ὅταν ἐν τῷ βάθει τύχῃ κείµενον. ἀλλὰ κᾀνταῦθα µεθόδῳ τινὶ χρὴ πειρᾶσθαι τὸ πεπονθὸς ἐξευρίσκειν ἅµα τῇ περὶ αὐτὸ διαθέσει, περὶ ἧς εἴρηται καὶ ἡµῖν ἑτέρωθι διὰ πλειόνων. ἀλλ’ ὥσπερ τῶν ἄλλων ἁπασῶν µεθόδων ἐνταῦθα τὰ κεφάλαια διήλθοµεν, οὕτω καὶ περὶ τούτων εἰπεῖν ἀναγκαῖόν ἐστι, καὶ πρῶτόν γε, διὰ τίνος γένους τῶν παρὰ φύσιν ἐλπίζειν χρὴ τὴν διάγνωσιν αὐτῶν ποιήσασθαι. τρία γάρ ἐστι τὰ σύµπαντα γένη τῶν παρὰ φύσιν, ἓν µὲν, αἱ διαθέσεις αἱ βλάπτουσαι τὴν ἐνέργειαν· ἕτερον δὲ, τὰ τούτων αἴτια·καὶ τρίτον, τὰ συµπτώµατα. τὰ µὲν οὖν αἴτια κυριώτατα µὲν, ὅταν ἐνεργῶσι, ταύτης τῆς προσηγορίας ἀξιοῦται. λέγεται µέντοι γε πολλάκις, εἰ καὶ µηδέπω µηδὲν ἐνεργεῖ, κατ’ αὐτὸ τὸ δύνασθαι µόνον, οἷον καὶ ἡ ἀπεψία νόσων αἰτία λέγεται, κᾂν µηδέπω νοσάζῃ. καλῶ δὲ ἀπεψίαν οὐ µόνον τῆς ἐν γαστρὶ πέψεως τὴν ἀποτυχίαν, ἀλλὰ καὶ ἐν τοῖς ἀγγείοις τε καὶ ἥπατι, καὶ κατὰ τὸν ὄγκον σύµπαντα. τῶν δὲ συµπτωµάτων τὸ γένος εἰς τρεῖς τέµνεται διαφορὰς, τὴν βλάβην τῶν ἐνεργειῶν, τὰ συµβεβηκότα τοῖς σώµασι, τὰς τῶν ἐκκρινοµένων ἀµετρίας. ἁπάντων δὲ τούτων αἰτία τοῦ σώµατός ἐστιν ἡ διάθεσις, ἣν εἴτε νόσον, εἴτε πάθος ὀνοµάζοι τις, οὐ διοίσει. γνωρίζεται δ’ εἰκότως ὑπὸ τῶν συµπτωµάτων, αἰτίας γε λόγον ἔχουσα πρὸς αὐτά. ἔνια µὲν οὖν αὐτῶν ἐξ ἀνάγκης ἕπεται ταῖς διαθέσεσιν, ἔνια δ’ οὐκ ἐξ ἀνάγκης, ἀλλ’ ἤτοι πλειστάκις, ἢ σπανιάκις, ἢ ἀµφιδόξως. ὥσπερ αὖ πάλιν ἕτερα συµπτώµατα, τὰ µὲν ἐξ ἀνάγκης ἕπεται τῇ διαφορᾷ τῆς διαθέσεως, τὰ δ’ ὡς ἐπὶ τὸ πολὺ, τὰ δ’ ἀµφιδόξως, τὰ δὲ σπανίως. ὅσα µὲν οὖν ἐξ ἀνάγκης ἕπεται τῷ νοσήµατι συµπτώµατα, παθογνωµονικὰ προσαγορεύεται, καὶ ταῦθ’ ἡγεῖσθαι χρὴ γνωρίσµατα βέβαια τῶν νοσηµάτων ὑπάρχειν. ὅσα δ’ οὐκ ἐξ ἀνάγκης, ἤτοι τῆς διαφορᾶς ἐστι τοῦ νοσήµατος, ἢ τοῦ ἤθους, ἢ τοῦ µεγέθους ἐνδεικτικά. δείξω δ’ ἐπὶ παραδείγµατος ἑνὸς ἑκάστου τῶν εἰρηµένων τὴν δύναµιν, ἵν’ ἐντεῦθεν ὁρµώµενος ἔχῃς γυµνάζειν σεαυτὸν ὁµοίως ἐν ἅπασι κατὰ τὴν αὐτὴν µέθοδον. ὑποκείσθω φλεγµαίνειν ὁ τὰς πλευρὰς ὑπεζωκὼς ὑµήν. ἐστὶ δὲ δήπου τοῦτο τὸ πάθος ἡ φλεγµονὴ, συµπτώµατα µὲν ἐξ ἀνάγκης ἔχουσα τὸν παρὰ φύσιν ὄγκον, ἔρευθος, ὀδύνην, ὧν οὐχ ὑποπίπτει νῦν τὰ δύο, λείπεται δὲ τὸ ἄλγηµα µόνον, ὃ κατὰ τὰς πλευρὰς ἐρείδει νυγµατῶδες γιγνόµενον. ἀλγεῖ µὲν οὖν ὁ ἄνθρωπος, ὅτι φλεγµονὴ τὸ πάθος. ἡ δὲ ἰδέα τῆς ὀδύνης νυγµατώδης, ὅτι καὶ ἡ οὐσία τοῦ πεπονθότος ἐστὶν ὑµενώδης. κατὰ δὲ τὴν πλευρὰν ἐρείδει, διότι ἐν ταύτῃ κεῖται τὸ πεπονθός. καὶ µὲν δὴ καὶ µέχρι πλείστου διήκει, διότι καὶ αὐτὸς ὁ ὑπεζωκὼς ἐπὶ πλεῖστον ἐκτέταται. πυρετὸς δ’ ἐξ ἀνάγκης ἕπεται διὰ τό τε πάθος καὶ τὴν θέσιν τοῦ πεπονθότος· ὧν ἐὰν ἀπῇ θάτερον, οὐκ ἐξ ἀνάγκης ἀκολουθήσει πυρετός. οὐδὲ γὰρ ἐὰν ὁ δάκτυλος φλεγµαίνῃ, πάντως πυρέττουσιν, ὅτι πόῤῥω τῆς καρδίας. οὐδ’ ὅταν οὖν ὁ ὑπεζωκὼς µὲν πάθῃ, τὸ πάθος δ’ ἤτοι σκίῤῥος, ἢ οἴδηµα τύχῃ. καὶ µὴν καὶ ἡ δύσπνοια τῶν ἐξ ἀνάγκης ἀκολουθησάντων ἔσται τῷ πεπονθότι τόπῳ, διότι µέρος ἐστὶν ἀναπνευστικοῦ τινος ὀργάνου. τὸ µέντοι τῆς δυσπνοίας εἶδος οὐ διὰ τὸ µέρος, ἀλλὰ διὰ τὸ πάθος ἔσται. κωλύει γὰρ ἡ ὀδύνη διεστάλθαι µέχρι πλείστου τὰ τῆς ἀναπνοῆς ὄργανα. προκαταλύει τοιγαροῦν τῆς ἀναπνοῆς τὴν ἐνέργειαν, οὐδέπω τῆς χρείας πεπληρωµένης, ὅθεν ἀναγκάζεται διὰ τάχους ἐπὶ τὴν δευτέραν ἐνέργειαν ἰέναι, µηκέτ’ ἠρεµοῦντα τοσοῦτον, ὅσον ὅτ’ ἐν τῷ κατὰ φύσιν ἦν, καὶ οὕτω γίγνεται τὸ πνεῦµα µικρὸν καὶ πυκνόν. ἀλλὰ καὶ ἡ τῶν σφυγµῶν ἀλλοίωσις ἐξ ἀνάγκης ἀκολουθεῖ τῇ φλεγµονῇ τοῦ ὑπεζωκότος, ἥ τ’ ἀχώριστος τῶν πυρετῶν, καὶ ἡ κατὰ τὴν τοῦ πεπονθότος ἰδέαν. σφύζουσι γὰρ αὐτοῖς αἱ ἀρτηρίαι, διότι µὲν πυρέττουσι µεῖζον, καὶ θᾶττον, καὶ πυκνότερον, ὅτι δὲ νευρῶδες τὸ φλεγµαῖνον, ἅµα τάσει τε καὶ σκληρότητι. ταῦτα µὲν οὖν ἐξ ἀνάγκης ἀκολουθεῖ τὰ συµπτώµατα τῇ φλεγµονῇ τοῦ ὑπεζωκότος. ἐξ ἀνάγκης δὲ κἀκ τῶν ἑποµένων ἕν τι, ἤτοι γε ἐπὶ τὴν πεπονθυῖαν πλευρὰν ἡ κατάκλισις ἧττον ἐπώδυνός ἐστιν, ἢ ἐπὶ τὴν ἀντικειµένην, ἢ ἐπ’ ἀµφοτέρας παραπλησίως. διπλοῦ γὰρ ὄντος τοῦ ὑπεζωκότος, εἰ µὲν οὖν τὸ περὶ τοῖς ὀστοῖς ἔξωθεν αὐτοῦ µέρος ἰσχυρότερον φλεγµαίνοι, ῥᾷον ἐπὶ τὸ ἀντικείµενον κατακλίνονται, θλίβονται γὰρ ἐπὶ τοῦ πεπονθότος· εἰ δὲ τὸ ἕτερον τὸ ἔνδον, ὅπερ ὡς τὰ πολλὰ συµβαίνειν εἴωθεν, ἐπὶ τὸ ἀντικείµενον ὀδυνῶνται µᾶλλον κλινόµενοι· κρέµαται γὰρ αὐτοῖς τὸ φλεγµαῖνον· εἰ δ’ ἐπὶ τὸ πεπονθὸς, ἧττον, οὔτε γὰρ θλίβεται πρὸς τοῖς ὀστοῖς, οὔτε κρέµαται, ἀλλ’ ἀµφοῖν γε τούτοις ἠλευθέρωται, καὶ κατὰ θατέρου τοῦ ἀπαθοῦς ἐστήρικται. παθόντων δὲ ἀµφοτέρων τῶν µερῶν τοῦ ὑπεζωκότος, ὁµοίως ἐπ’ ἀµφοτέραις ταῖς πλευραῖς κλίνονται. καὶ µὲν δὴ καὶ τῷ διήκειν τὸ ἄλγηµα τοῖς µὲν εἰς ὑποχόνδριον, ἐνίοις δ’ εἰς κλεῖν, διά τε τὴν φύσιν τοῦ πεπονθότος γίνεται µορίου, καὶ τὸ τῆς φλεγµονῆς σύµπτωµα τὸ ἐκτείνεσθαι τὴν ὀδύνην. ἐπεὶ γὰρ ἄχρι τε τῶν κλειδῶν ὁ ὑπεζωκὼς ἀνήκει, καὶ κατὰ τοῦ διαφρά γµατος ἅπαντος, τῶν µὲν ἄνω µερῶν αὐτοῦ φλεγµαινόντων, ἡ κλεὶς κατασπᾶσθαι δοκεῖ, τῶν κάτω δ’, εἰς ὑποχόνδριον ἐξήκει τὸ ἄλγηµα. µικρὰν οὖν χρὴ πάνυ κατὰ τὰ µέσα τῶν πλευρῶν γενέσθαι τὴν φλεγµονὴν, ἵν’ εἰς µηδέτερον ἐξίκηται, ὡς ἥ γε µεγάλη πρὸς ἄµφω διϊκνεῖται. καὶ µὴν καὶ τὸ διϊδροῦσθαί τινα καὶ ἀποχεῖσθαι τοῦ φλεγµαίνοντος µορίου λεπτὸν ἰχῶρα διά τε τὸ νόσηµα γενήσεται καὶ τὸ µόριον, ὥσπερ καὶ τοῖς ἐν τῷ στόµατι φλεγµαίνουσιν ἅπασι συµπίπτει καὶ τοῖς ὀφθαλµοῖς. ἐξ ἐπιῤῥοῆς τε γὰρ τῶν ὑγρῶν ἡ φλεγµονὴ, καὶ τὸ µέρος ἀραιὸν, οὐχ ὥσπερ τὸ δέρµα πεπιληµένον τε καὶ πυκνόν. ὅταν µὲν οὖν πολλή τε ἅµα καὶ λεπτὴ κατὰ τὸ φλεγµαῖνον ἡ ὑγρότης ὑπάρχῃ, καὶ τὸ µόριον ἀραιὸν, πλεῖστον ἀποχεῖται πρὸς τὸ ἐκτός· ὅταν δ’ ἔµπαλιν ὀλίγον τε ᾖ καὶ παχὺ τὸ ῥεῦµα, καὶ τὸ σῶµα πυκνὸν ἐλάχιστον. τουτὶ δ’ ἐλάχιστον ἐρεθίζει µὲν εἰς βῆχα, πτύουσι δὲ οὐδέν· ὥσπερ γε κᾀπειδὰν πλεῖστον γίνηται, βήχουσί τε πλεῖστα καὶ ἀναπτύουσιν οὐκ ὀλίγα. καὶ εἴη ἂν τὸ µὲν βήττειν ἀχώριστον τοῦ πάθους, τὸ δὲ πτύειν ἐπὶ τῷ βήττειν οὐκ ἀχώριστον µὲν, ὡς ἐπὶ τὸ πολὺ δὲ γιγνόµενον. εἰ µέντοι γε ἀναπτύοιεν, ἐξ ἀνάγκης µὲν χρωσθήσεται τὸ σίελον, οὐ µὴν ἀεί γε ταὐτῷ χρώµατι, διότι µηδ’ ἐν τῷ φλεγµαίνοντι µέρει τῆς αὐτῆς ἀεὶ φύσεώς ἐστι τὸ περιττόν. ὅταν µὲν οὖν αἱµατῶδες ἢ χολῶδες ὑπάρχῃ, τοιοῦτον δ’ ἐν πλευρίτισι τοὐπίπαν ἐστὶ τὸ τὴν φλεγµονὴν ἐργαζόµενον ῥεῦµα, κέχρωσται τὸ σίελον αὐτοῦ ὀῤῥῷ ὑπὸ τοῦ περιεχοµένου χυµοῦ κατὰ τὸ φλεγµαῖνον· ἐρυθρὸν µὲν, ὅταν αἱµατικὸν ὑπάρχῃ τὸ ῥυὲν εἰς τὸν ὑπεζωκότα· ξανθὸν δ’, ὅτε πικρόχολόν ἐστιν. εἰ µέντοι φλεγµατώδης χυµὸς πρῶτον σφηνωθείς τε καὶ διασαπεὶς αἴτιος καθίσταται τοῦ τὴν φλεγµονὴν ἐργασαµένου ῥεύµατος, τηνικαῦτα ἀποπτύουσιν ἀφρώδη. πτύουσι δὲ καὶ µέλανά ποτε, κατοπτηθέντος τοῦ ῥεύµατος, ἄν θ’ αἱµατικὸν, ἄν τε πικρόχολον ᾖ. συνενδείξεται οὖν τὰ τοιαῦτα πάντα τῇ τε τοῦ πεπονθότος µορίου διαγνώσει καὶ τῇ τοῦ πάθους τὴν διαφορὰν τοῦ ῥεύµατος. ὥστ’ ἐκ τῶν εἰρηµένων εὔδηλον, ὡς καὶ τὴν οὐσίαν ἑκάστου τῶν πεπονθότων µορίων ἀναγκαῖόν ἐστιν ἐπίστασθαι καὶ τὴν πρὸς τὰ παρακείµενα κοινωνίαν εἰς τὴν τῶν νοσηµάτων τε καὶ νοσούντων τόπων εὕρεσιν. ὅτι δ’ οὐδὲν διαφέρει λέγειν, ἢ θέσιν, ἢ σύνθεσιν, ἢ πρὸς τὰ παρακείµενα κοινωνίαν, εὔδηλον εἶναι νοµίζω, κᾂν ἐγὼ µὴ λέγω.
16. Εὔδηλον δ’ ἐκ τῶν εἰρηµένων ἐστὶν, ὡς καὶ τὴν ἐνέργειάν τε καὶ τὴν χρείαν ἑκάστου τῶν µορίων ἀναγκαῖόν ἐστιν ἐπίστασθαι· καὶ πρὸς τούτοις ἔτι τὰς τῶν νοσηµάτων τε καὶ συµπτωµάτων γενέσεις· εἰς δὲ τοῦτο καὶ τὰς ποιούσας αἰτίας τὰ νοσήµατα. πρός τε γὰρ τὴν διάγνωσιν ἑκάστου τῶν πεπονθότων µορίων ἅµα ταῖς διαθέσεσι καὶ πρὸς τὰς τοῦ νοσήµατος αὐτοῦ διαφορὰς ἀναγκαῖα φαίνεται ταῦτα. καὶ τὸ µέγεθος δὲ καὶ τὸ ἦθος ἑκάστου τῶν νοσηµάτων ἐκ τῶν αὐτῶν τούτων λαµβάνεται. τὸ µέγεθος µὲν, ἔκ τε τοῦ κατὰ τὴν διάθεσιν αὐτῶν µεγέθους καὶ τῶν ἑποµένων αὐτῇ συµπτωµάτων. τὸ δὲ ἦθος, ἔκ τε τῆς διαφορᾶς τοῦ νοσήµατος καὶ τῶν ἑποµένων αὐτῇ συµπτωµάτων. εὐθέως γοῦν ἐπὶ τοῦ προκειµένου παραδείγµατος ὀλεθριώτατος µέν ἐστιν ὁ µελαγχολικὸς ἐπικρατῶν χυµὸς, ὅτι τε κακοηθέστατος αὐτός ἐστι, καὶ διαβρωτικώτατος καὶ δύσπεπτος καὶ δυσεκκάθαρτος, ὅτι τε πλείστης ἐστὶ θερµασίας ἐνδεικτικὸς, ὑφ’ ἧς κατοπτηθεὶς ἐγένετο. πάντων δ’ ἐπιεικέστατος ὁ αἱµατικὸς, ὡς ἂν γλυκύτατός τε καὶ εὐπεπτότατος ὤν. οἱ δ’ ἄλλοι δύο χυµοὶ µεταξὺ τῶν εἰρηµένων εἰσὶν, ἁπλότητός τε καὶ κακοηθείας. τῶν συµπτωµάτων δὲ, τὸ µὲν µηδὲν ἀναπτύειν ὀλέθριον, ὅτι τε δεδέσθαι δηλοῦν πρὸς τῆς φλεγµονῆς τὸ ῥεῦµα, καὶ ὅτι διὰ τὸ µένειν ἔνδον ὅλον διαφθαρήσεται. τὸ δ’ ἀναπτύειν ἀπόνως τε καὶ ῥαδίως ἐπιεικέστατον. εἰ δὲ δὴ καὶ τὸ πτυόµενον εἴη πεπεµµένον, ἔτι καὶ µᾶλλον ἐπιεικέστατον. ἀλλὰ καὶ τὰ κατὰ τοὺς σφυγµοὺς συµπτώµατα τὸ ἦθος δηλοῖ τοῦ νοσήµατος. ἤδη δὲ καὶ τἄλλα, ὅσα κατὰ συµπάθειαν ἐπιγίνεται, παραφροσύναι τε, καὶ κώµατα, καὶ ἀνορεξίαι, καὶ οὖρα, καὶ διαχωρήµατα τοῖα καὶ τοῖα γιγνόµενα γυµναστέον οὖν ἡµῖν ἐστιν ἐν ἅπασι τοῖς εἰρηµένοις, εἰ διαγνωστικοὶ βουλόµεθα γενέσθαι νοσήµατός τε καὶ µορίου πεπονθότος, ἤθους τε καὶ µεγέθους, καὶ διαφορᾶς τῆς κατ’ αὐτά. ἐκ τῶν αὐτῶν δὲ τούτων ἡµῖν ὑπάρξει καὶ τὸ προγιγνώσκειν, εἰς ὅ τι τελευτήσει τὸ νόσηµα καὶ ἡ τῶν βοηθηµάτων ἐπιδέξιος χρῆσις. ἡ µὲν γὰρ πρόγνωσις ἀναίτιόν τε τὸν ἰατρὸν ἀποφαίνει τῶν θανάτων, εὐπειθεῖς τε παρέχει τοὺς κάµνοντας, ἐκ πολλῶν τε προδιδάσκει τὸν καιρὸν τῶν βοηθηµάτων. ἡ δὲ τῶν βοηθηµάτων χρῆσις ἐπιδέξιος ὅτι µὲν αὐτὸ τὸ κυριώτατόν ἐστι τῆς τέχνης, ἐφ’ ᾧ σύµπας ὁ λόγος ὥρµηται, πρόδηλον παντί. πῶς δὲ ἐκ τῶν προειρηµένων περιγίγνεται, µετ’ ὀλίγον εἰρήσεται. νυνὶ µὲν γὰρ ἐπιθεῖναι βούλοµαι πρότερον οἷς διεξῄειν τὸ τέλος. ἡ γὰρ τῶν νοσηµάτων ἅµα τοῖς δεδεγµένοις αὐτὰ µορίοις διάγνωσις ἐφ’ ἑνὸς µὲν ἤδη µοι παραδείγµατος εἴρηται· προσθεῖναι δὲ ἕτερόν τι παραπλήσιον οὐδὲν χεῖρον. ἡ γάρ τοι τῶν ἐκκρινοµένων ἰδέα διδάσκει πολλὰ, συνῆπται δ’ αὐτῇ τὸ σῶµα, ἐξ οὗ τὴν ἔκκρισιν ὁρῶµεν γιγνοµένην, ὡς ἐξ ἀµφοῖν συνιόντων ἔνδειξιν µίαν γίγνεσθαι βεβαίαν. ὑµενώδους γὰρ, εἰ οὕτως ἔτυχεν, ἐκκριθέντος σώµατος, ἡ µὲν ἐξ αὐτοῦ τοῦ φανέντος ἔνδειξις ἡλκῶσθαί τι τοιοῦτον ἐνδείκνυται µέρος, ὡς ἐπιπολῆς ὑµενώδη φύσιν ἔχειν, ἀφωρισµένον δὲ αὐτὸ δηλοῦν ἀδυνατεῖ. τὸ µέντοι τῆς ἐκκρίσεως χωρίον ἐπ’ αὐτὸ τὸ πεπονθὸς ποδηγεῖ. κάτω µὲν γὰρ διαχωρῆσαν ἐντέρου δηλοῖ τὴν ἕλκωσιν, ἄνω δὲ ἐµεθὲν γαστρὸς, ἀναβηχθὲν δὲ τῶν ὑπαλειφόντων τὰς τραχείας ἀρτηρίας ὑµένων, οὐρηθὲν δὲ ἤτοι κύστεως, ἢ τοῦ κατὰ τὸ αἰδοῖον πόρον. αὐτά τε οὖν ταῦτα καὶ πρὸς τούτοις ἔτι τὰ κατὰ συµπάθειάν τε καὶ πρωτοπάθειαν κάµνοντα σώµατα διακρίνειν ἀλλήλων προσήκει τῇ τε ἡγεµονίᾳ καὶ ἀκολουθίᾳ, καὶ τῷ µεγέθει τε καὶ τῇ σµικρότητι καὶ προσέτι τῇ τῶν κακούντων ἑκάτερον αἰτίων προσόδῳ. πολλοὶ γοῦν ἐπὶ στοµαχικαῖς διαθέσεσιν ἤτοι τοῦ ἐγκεφάλου εἰς συµπάθειαν ἀχθέντος ἐν µελαγχολικοῖς ἐγένοντο συµπτώµασιν, ἢ τῶν ὀφθαλµῶν ἐν τοῖς τῶν ὑποχεοµένων. ἀλλ’ ἐπὶ τῶν τοιούτων ἐάν τις ἀκριβῶς προσέχῃ τὸν νοῦν, εὑρήσει ταῖς ἀπεψίαις τε καὶ ταῖς τῶν περιττωµάτων ἀθροίσεσιν ἐν στόµατι κοιλίας ἑπόµενα τὰ εἰρηµένα παθήµατα, καὶ συµπαροξυνόµενά τε τοῖς βλάπτουσι τὸ τῆς γαστρὸς στόµα, καὶ συγκαθιστάµενα τοῖς ὠφελοῦσι. ἀλλ’ οὐ πρόκειταί µοι τὰ νῦν ἅπαντα τὸν ὑπὲρ τῶν πεπονθότων µερῶν λόγον διέρχεσθαι, ὥσπερ οὐδ’ ἄλλο τι τῶν κατὰ τὴν τέχνην ὁλόκληρον, ἀλλ’ ἐνδείξασθαι µόνον τὴν µέθοδον αὐτῆς τῆς εὑρέσεως, καὶ ὅπως τῷ τέλει τῆς τέχνης συνῆπται. καὶ ἀναγκαῖόν ἐστιν αὐτὸν καθ’ ἕκαστον γυµνάσασθαι πολυειδῶς ἐν ἁπάσαις, τὰς ὑπὲρ αὐτῶν γεγραµµένας ἡµῖν ἐννοίας ταῖς πραγµατείαις ἀναλεγόµενον. ὅπερ οὖν ἀναγκαῖόν ἐστιν εἰς τὰ παρόντα προσθέντες, ἀπαλλάξοµεν ἐπὶ τὰς εἰρηµένας µεθόδους· κᾀνταῦθα τὸ εἶδος νόµιζε τοῦ πράγµατος ὑπάρχειν· ἐπειδὰν δὲ ταῖς ὕλαις ἐµβιβασθῇ, ὅλην τὴν οὐσίαν, ὅταν ἅπαντα διέλθω τὰ κατὰ µέρος, ὥσπερ νῦν ἐπὶ παραδειγµάτων ὀλίγων ἐποίησα, καὶ τοῦτ’ ἄν σοι τὸ µέρος εἴη τῆς τέχνης ὁλοκλήρως συνεστηκός.
17. ῾Υπόλοιπον δ’ ἐστὶν ὑποδεικνύειν, ὡς καὶ εἰς τὴν ἐπιδέξιον χρῆσιν τῶν βοηθηµάτων ἀναγκαῖον ἐπίστασθαι τὴν οὐσίαν ἀκριβῶς τοῦ θεραπευοµένου µορίου, καὶ τὴν διάπλασιν, καὶ τὴν θέσιν. ἡ µὲν οὖν οὐσία διδάσκει τὰ πρῶτα νοσήµατα τὰ κατὰ δυσκρασίαν, εἰς ὅσον ἐξέστηκε τοῦ κατὰ φύσιν, ἄχρι πόσου τε θερµαντέον ἐστὶν ἕκαστον αὐτῶν, καὶ ψυκτέον, καὶ ξηραντέον, καὶ ὑγραντέον. ἡ δὲ διάπλασις αὐτά τε τὰ καθ’ ἑαυτὴν διδάσκει νοσήµατα, περὶ ὧν ἔµπροσθεν εἴρηται, καὶ συνενδείκνυται τὸ µέγεθος αὐτῶν. εἰς ὅσον γὰρ ἕκαστον ἐξέστηκε τοῦ κατὰ φύσιν, εἰς τοσοῦτον ἥκει µέγεθος. ἅµα δὲ τῷ µεγέθει καὶ τὸ µέχρι πόσου, διὰ τῶν ἐναντίων ἐπανάγειν αὐτὸ χρὴ πρὸς τὸ κατὰ φύσιν. ἐξ αὐτοῦ λαµβάνεται. ταῦτα µὲν οὖν ἀνάλογον τοῖς κατὰ δυσκρασίαν. αἱ δὲ ἐµφράξεις τε καὶ σφηνώσεις τούτου εἰσὶ γένους, ἴδιον δὲ ἐξαίρετον ἐνδείκνυται, τὸν τρόπον τῆς κενώσεως ἐκ τῶν στοµάτων, καὶ διὰ τῶν σχηµάτων, ἃ κέκτηται τὸ θεραπευόµενον ὄργανον. ἐπικοινωνεῖ δὲ τοῦτο τοῖς ὑπὸ τῆς θέσεως ἐνδεικνυµένοις, ὑπὲρ ὧν ἤδη λέγωµεν. ὅσα µὲν οὖν ἐν αὐτοῖς ἀνάλογόν ἐστιν εἴς τε τὴν τοῦ µεγέθους διάγνωσιν εἴς τε τὸ ποσὸν τῆς τῶν βοηθηµάτων χρήσεως, οὐδὲν ἔτι δέοµαι λέγειν. ὅσα δ’ ἐξαίρετα, λεκτέον ἐφεξῆς, ἐπειδὴ καὶ ἡ χρεία µεγίστη πρὸς τὰς θερα πείας αὐτῶν ἐστι µιγνυµένων ταῖς ἀπὸ τῆς διαπλάσεως ἐνδείξεσιν. ἔσται δὲ κᾀνταῦθα ὁ λόγος ἐπὶ παραδειγµάτων ὀλίγων ὑπὲρ τοῦ γνῶναι τὴν µέθοδον. ἔµφραξίς ἐστι µὲν ἕν τι τῶν ὀργανικῶν παθῶν· ἐγγίγνεται δὲ ἐν ἥπατι µάλιστα διὰ τὴν κατασκευὴν αὐτοῦ καὶ τὴν ἐνέργειαν. αἱ γὰρ ἀπὸ τῶν πυλῶν φλέβες εἰς ἅπαντα τοῦ σπλάγχνου τὰ σιµὰ κατασχιζόµεναι συνάπτουσι τοῖς ἐν τοῖς κυρτοῖς ἀδήλοις αἰσθήσει στόµασι. ἀναφέρεται δ’ ἐκ τῆς κοιλίας τροφὴ πᾶσα πρὸς ἕνα τόπον τοῦ ἥπατος, ὃν ἀπ’ αὐτοῦ τοῦδε τοῦ νῦν εἰρηµένου πύλας ὀνοµάζουσιν. οὔτε γὰρ εἰς τὰς πόλεις εἰσελθεῖν τις δύναται, πρὶν διελθεῖν τὰς πύλας, οὔτ’ εἰς ἧπαρ ἀφικέσθαι, πρὶν ἐν τούτῳ γενέσθαι τῷ χωρίῳ. διανέµεται δ’ ἐντεῦθεν εἰς τὰ σιµὰ τοῦ ἥπατος ἅπαντα, κᾄπειτα δι’ ὧν εἰρήκαµεν περάτων εἰς τὸ κυρτὸν µεταλαµβάνεται. οὐδὲν οὖν θαυµαστόν ἐστι, διά τε τὴν τῶν ὁδῶν στενότητα καὶ τὸ πλῆθος τῆς διερχοµένης οὐσίας ἐµφράξεσι συνεχέσιν ἁλίσκεσθαι τὸ σπλάγχνον. ἴασις οὖν αὐτῶν ἔσται, πρὶν µὲν πολλὰς γενέσθαι καὶ πυρέττειν τὸν ἄνθρωπον, ἡ τῶν λεπτυνόντων ἐδεσµάτων τε καὶ φαρµάκων προσφορά. πολλῶν δὲ γενοµένων, οὐκ αὐτὴ µόνον, ἀλλὰ καὶ ἡ κένωσίς ἐστιν, ἥντινα δι’ ὧν χρὴ ποιεῖσθαι χωρίων, ἥ τε διάπλασις ἐνδείξεται τοῦ σπλάγχνου καὶ ἡ θέσις. ἐκ τούτων γοῦν ὁρµώµενοι, τὰ µὲν ἐν τοῖς σιµοῖς τοῦ ἥπατος ἐπ’ ἔντερον προτρέψοµεν, ὅσα δ’ ἐν τοῖς κυρτοῖς ἐστι, δι’ οὔρων ἐκκενώσοµεν. οὕτω δὲ καὶ ὅσα κατὰ τὸν θώρακα καὶ τὸν πνεύµονα περιέχεται, κενοῦσθαι δεόµενα, παρά τε τῆς διαπλάσεως αὐτῆς καὶ τῆς θέσεως ἐδιδάχθηµεν ἐκκαθαίρειν διὰ βηχῶν. ὡσαύτως δὲ καὶ ὅσα κατὰ τὸν ἐγκέφαλον, ἐπὶ τὰς ῥῖνας ἕλκειν. οὐχ ἥκιστα δὲ καὶ ἡ τῶν φλεγµαινόντων µορίων ἴασις ἐκ θέσεώς τε καὶ διαπλάσεως λαµβάνεται. ἔστι µὲν γὰρ καὶ τούτων ὁ πρῶτος σκοπὸς ἡ κένωσις τοῦ χυµοῦ τοῦ κατασκήψαντος εἰς τὸ φλεγµαῖνον. ὅπως δ’ ἐκκενοῦν αὐτὸν χρὴ, τῶν κατεχόντων ὀργανικῶν µορίων ἡ φύσις ἐνδείκνυται. παρ’ αὐτῶν γοῦν διδασκόµενοι, τὰ µὲν εἰς ἰσχίον κατασκήψαντα ῥεύµατα διὰ τῶν κατ’ ἰγνύα τε καὶ σφυρὰ φλεβῶν ἐκκενώσοµεν, ὥσπερ γε καὶ ὅσα κατὰ τὰς µήτρας ἴσχεται. τὰ δὲ κατὰ θώρακα καὶ πνεύµονα διὰ τῆς ἔνδον κατ’ ἀγκῶνα φλεβός. τὰ δὲ κατὰ κεφαλήν τε καὶ τράχηλον ἐκ τῆς ὠµιαίας. ἡ γὰρ τῶν ἐγγυτάτων τε καὶ κοινῶν τῷ πεπονθότι µορίῳ φλεβῶν κένωσις ἀρίστη τε καὶ ῥᾴστη. καὶ τὸ διαφορεῖν δὲ τὸ φλεγµαῖνόν ἐστι µὲν δήπου καὶ αὐτὸ τὴν ἐκ τοῦ νοσήµατος ἔνδειξιν ἔχον. ὑπαλλάττεται δ’ ἐν τῇ κατὰ µέρος τῶν βοηθηµάτων χρήσει τὴν παρὰ τῆς θέσεως τοῦ πεπονθότος µορίου προσλαµβάνον ἔνδειξιν. ὅσα µὲν γὰρ ἐπιπολῆς κεῖται, τοιοῦτον ἐπ’ αὐτῶν εἶναι προσήκει τὸ διαφορῆσον φάρµακον, οἷόνπερ ἐνδείκνυται τὸ τῆς φλεγµονῆς εἶδος. ὅσα δ’ ἐν βάθει, τοσοῦτον δριµυτέρων δεῖται φαρµάκων, ὅσῳ τῶν ἐκτὸς ἀποκεχώρηκεν, ὥστε καὶ σικύας ἐπ’ αὐτῶν ἐνίοτε χρῄζοµεν, εἰ κατὰ συχνοῦ κέοιτο βάθους, ὅπερ ἐναντιώτατόν ἐστι τοῖς ἐπιπολῆς φλεγµαίνουσιν. οὕτω δὲ καὶ εἴ που στύφοντος εἴη φαρµάκου χρεία, σκοπεῖσθαι τοῦ δεοµένου χωρίου τὴν θέσιν. εἰ µὲν γὰρ ἱκανόν ἐστιν ἐξικέσθαι πρὸς αὐτὸ τὸ στύφον, οὐδὲν κωλύει παραλαµβάνειν. εἰ δ’ οὐχ ἱκανὸν, ἐπισκοπεῖσθαι, µή ποτε ἄρα τὴν ἐκ τῶν προκειµένων ὑγρότητα συνελάσωµεν εἰς τὸ πεπονθὸς, ὥστε ἤτοι τὴν ποδηγοῦσαν τῷ στύφοντι φαρµάκῳ µικτέον ἐστὶ δύναµιν, ἢ οὐ χρηστέον αὐτῷ. µέγιστον οὖν οἶδα βλάπτοντας, ὅσοι τοῖς ἐκ πνεύµονος ἀναβήττουσιν αἷµα περιτιθέασιν ἐκ κύκλῳ καθ’ ὅλον τὸν θώρακα φάρµακα στύφοντα. πρὸς γὰρ τῷ µὴ διϊκνεῖσθαι τὴν δύναµιν αὐτῶν εἰς τὸν πνεύµονα συνελαύνουσι καὶ τὸ κατὰ τὸν θώρακα αἷµα πρὸς τὸ σπλάγχνον. ἀρκεῖν ἡγοῦµαι καὶ περὶ τούτων εἴς γε τὴν ἐνεστῶσαν, πραγµατείαν τὰ εἰρηµένα. τοσοῦτον οὖν εἰπὼν ἔτι περὶ αὐτῶν ἀπαλλάξοµαι, ὡς ἡ µὲν µέθοδος αὕτη τὸ εἶδος µόνον ἐστὶ τῆς πραγµατείας· ἡ δὲ καθ’ ἕκαστον µέρος τοῦ σώµατος ἐπιστήµη τε καὶ διέξοδος, ἡ οἷον οὐσία σύµπασα, ἣν ἐν ταῖς ἄλλαις πραγµατείαις διεξήλθοµεν.
18. Περὶ προγνώσεως τοίνυν ἐφεξῆς λέξοµεν, ἐπειδὴ χρήσιµος ἡµῖν εἰς ἄλλα τέ τινα, καὶ οὐχ ἥκιστα πρὸς τὴν θεραπείαν ἐφάνη. τῷ µὲν οὖν πρῶτον βουλοµένῳ συστήσασθαι τέχνην προγνωστικὴν ἀναγκαῖόν ἐστι προεπισκέψασθαι, πότερον, ὥσπερ ἑκάστου ζώου φύσις ἴδιον ἔχει χρόνον ζωῆς, οὕτω καὶ τῶν νοσηµάτων ἕκαστον, ὡς ἀδύνατον εἶναι τέσσαρσιν ἡµέραις λυθῆναι νόσον, ἧς ἡ φυσικὴ προθεσµία δυοῖν ἐστι µηνῶν, ἢ πᾶν νόσηµα καὶ χρονίσαι δυνατόν ἐστι, καὶ λυθῆναι τάχιστα. νυνὶ µέντοι διὰ τὸ πολλοὺς ἤδη γεγονέναι προγνωστικοὺς τῶν ἐσοµένων ἰατροὺς, οὐκέτ’ οὐδὲ τοῖς ἰδιώταις ζητεῖται, πότερον ἐγχωρεῖ γενέσθαι τινὰ τοῦ µέλλοντος ἀποβήσεσθαι προγνωστικὸν, ἢ ἀδύνατόν ἐστι, ἀλλ’ ἑξῆς ἅπαντες ὥσπερ δυνατοῦ τε τοῦ πράγµατος ἔχουσι, πυνθάνονταί τε τὸν ἰατρὸν, ἐν ᾗτινι προθεσµίᾳ λυθήσεται τὸ νόσηµα. πρὸς µέντοι τὴν ἐνεστῶσαν πραγµατείαν οὐδὲν ἂν εἴη χεῖρον ὑποθέσθαι νῦν πρῶτον ἡµᾶς συνίστασθαι τέχνην προγνωστικὴν, καὶ γὰρ τἄλλα πάντα κατὰ τὸν λόγον οὕτω διήλθοµεν. ἓν µὲν δὴ καὶ πρῶτον ἀναγκαῖον, εἴπερ εἴη τις πρόγνωσις, εἶναί τινα βεβαίως ἐσόµενα κατὰ τὸν µέλλοντα χρόνον. ἑξῆς δὲ σκεπτέον, ὅπως ἄν τις εὕροι, τίνα τε καὶ πόσα τὰ τοιαῦτά ἐστιν. οὐ γὰρ πάντα γε τὰ γενησόµενα περὶ τὸν κάµνοντα τὴν γένεσιν ἀναγκαίαν ἔχει. θόρυβος οὖν ἐκ γειτόνων διὰ νυκτὸς, καὶ κύνες ὑλακτοῦντες, ἢ ἀγγελίαι τινὲς ἀηδεῖς ἀγρύπνους ἐργάζονται τοὺς νοσοῦντας, ὧν οὐδὲν οὔτ’ ἀναγκαίαν ἔχει τὴν γένεσιν, οὔτε βεβαίαν τὴν πρόγνωσιν. ἆρ’ οὖν ὅσα κατὰ τὸν τοῦ νοσήµατος ἀποτελεῖται λόγον, ὡρισµένην τε τὴν γένεσιν ἔχει καὶ βεβαίαν τὴν πρόγνωσιν, ἢ οὐδὲ ταῦτα σύµπαντα; δύναται γὰρ ἐξαίφνης ἐπιῤῥυῆναί τι περιττὸν ὑγρὸν ἔνδον τοῦ σώµατος, ἁλλόµενον ἐπί τι µόριον ἀναγκαῖον εἰς τὴν ζωὴν, ὥσπερ αὖ πάλιν ἕτερον ἐκ µέρους κυρίου µεταστῆναι εἰς ἄκυρον. ἀκολουθήσει δ’ ἐξ ἀνάγκης τῷ µὲν εἰς τὸ κύριον ἐνεχθέντι µέρος ἔσχατος κίνδυνος, τῷ µεταστάντι δ’ ἐξαιφνίδιός τε καὶ ἀπροσδόκητος ἡ τοῦ κάµνοντος σωτηρία. τῶν µὲν δὴ τοιούτων καταστάσεων αὐτὸ τοῦτο µόνον ἐστὶ προγνῶναι τὸ βέβαιόν τε καὶ σφαλερόν· οὐ µὴν ἐς ὅ, τι τελευτήσει, δυνατὸν ἀκριβῶς ἐξευρεῖν. ἐφ’ ὧν δὲ οὐκ ἔτι διαῤῥεῖ τὰ περιττώµατα, κατασκήψαντα δὲ εἴς τινα τόπον, ἐκεῖνον κατείληφεν, ἐπὶ τούτων ἐγχωρεῖ προγνῶναι τὸ µέλλον εἰδόσιν ἡµῖν, ὅτι τε δυνάµεις εἰσὶ τῆς φύσεως οὐκ ὀλίγαι, καθ’ ἃς διοικεῖται τὸ ζῶον, ὁποία τέ τις αὐτῶν ἡ διαφορά. καὶ µέν γε καὶ ὅσα καθ’ ὅλον τὸ ζῶον ἐµφέρεται τῷ αἵµατι περιττὰ, χωρὶς πλήθους ἀµέτρου, καὶ ταῦτα προθεσµίαν ἕξει πέψεως ἰδίαν ἕκαστα, ἐὰν µόνον ἑκάστου περιττώµατος εὕρωµεν τὴν φύσιν. οὕτω γὰρ ἐγχωρήσει τι καὶ περὶ τῆς πέψεως αὐτοῦ στοχάσασθαι τεχνικῶς, ἁπάντων γε δηλονότι τῶν περὶ τὸν κάµνοντα πραττοµένων ὀρθῶς. ὅσα γὰρ ἁµαρτάνεται πρός τινος, ἢ τοῦ βραδύναι τὴν λύσιν τοῦ νοσήµατος, ἢ τοῦ φθάσαι τὸν θάνατον αἴτια καθίσταται, καὶ χρὴ µεµνῆσθαι τοῦδε παρ’ ὅλον τὸν λόγον, εἴπερ τινὸς ἄλλου. µόναι γὰρ αἱ προγνώσεις ἀποβήσονται τοῦ ἀρίστου ἰατροῦ, θεραπεύοντος µὲν αὐτοῦ ὀρθῶς, τοῦ κάµνοντος δὲ µηδὲν ἁµαρτάνοντος. τὸ δ’ οἴεσθαι τοιαύτην εἶναι τοῖς ἰατροῖς τὴν πρόγνωσιν, οἵαν οἱ µάντεις ἐπαγγέλλονται, γελοῖον. ἐκεῖνοι µὲν γάρ φασιν ἐνναταῖον, εἰ οὕτως ἔτυχε, σωθήσεσθαι τὸν ἄνθρωπον, οὐκ ἔτι προστιθέντες, ἁπάντων ὀρθῶς γιγνοµένων. οἱ µὲν γὰρ ἅπαντα τὰ τοῖς κάµνουσιν αἰσίως τε καὶ ἀπαισίως ἐπιγενησόµενα προµαντεύονται. ὁ δὲ ἰατρὸς οὐχ οὕτως προερεῖ τὸ µέλλον, ἀλλ’ οἶδεν, εἰ πάντα γίγνοιτο δεόντως, ἑβδοµαῖον, εἰ οὕτως ἔτυχε, λυθήσεσθαι τὸ νόσηµα· προσγενοµένου δέ τινος ἁµαρτήµατος, εἰ µὲν µικρὸν εἴη τοῦτο, δύνασθαι µεταπεσεῖν τὴν λύσιν ἐκ τῆς ἑβδόµης εἰς τὴν ἐννάτην· εἰ δὲ µεῖζον, εἰς τὴν ἑνδεκάτην· εἰ δὲ πολὺ µεῖζον, εἰς τὴν τεσσαρεσκαιδεκάτην· εἰ δὲ πάνυ σφόδρα µέγα, κίνδυνον ἀκολουθήσειν ἀντὶ σωτηρίας ἀσφαλοῦς. προσέχει γὰρ ὁ ἰατρὸς ἀεὶ τοῖς δυσὶ τούτοις ὥσπερ ἀντιπάλοις, τῷ τε νοσήµατι καὶ τῇ φύσει. καὶ πρῶτον µὲν τοῦ σωθήσεσθαι τὸν ἄνθρωπον ἢ ἀπολεῖσθαι τὴν πρόγνωσιν ἐκ τοῦ διαγνῶναι τὸ ἰσχυρότερον· ἔπειτα δὲ καὶ τῆς προ θεσµίας ἐκ τοῦ πόσῳ θάτερον ἰσχυρότερόν ἐστι, ποιεῖται. καὶ οὐ χρὴ θαυµάζειν, εἰ κατασκεψάµενος ἑκατέρου τὴν ῥώµην, ἐξευρήσει τὸ νικῆσον. ὁρῶµεν γὰρ οὐκ ὀλίγους τῶν γυµναστικῶν ἐκ τῶν πρώτων κινήσεων, ἃς κινοῦνται πρὸς ἀλλήλους οἱ παλαισταὶ, προλέγοντας τὸν νικήσοντα πολλάκις γε καὶ πρὸ τῆς νίκης, καὶ ὅτι ταχέως ὑποχείριον ἕξει τὸν ἀνταγωνιστήν. πράττουσι δὲ τοῦτο, ὅταν ὁρῶσιν ἀξιολόγῳ τινὶ τὸν ἕτερον ἰσχυρότερον ὄντα θατέρου. προγνώσεται µὲν οὖν ὁ ἰατρὸς ὑγείαν τε καὶθάνατον οὐκ ἐξ ἄλλων ἀσκηµάτων, ἢ τοῦ γνωρίζειν ἀκριβῶς τὴν ἰσχὺν τοῦ νοσήµατος καὶ τῆς φύσεως. ἐκ δὲ τῶν αὐτῶν καὶ τὴν ἑκατέρου προθεσµίαν εὑρήσει. ταχεῖα γὰρ ἔσται ἡ λύσις τοῦ νοσήµατος, ὅταν ἡ δύναµις εὐρωστῇ, θάνατος δὲ διαταχέων, ἢν αὐτὴ µὲν ἀσθενὴς ᾖ, ἰσχυρότερον δὲ τὸ νόσηµα. τὸ δὲ τῆς ὑπεροχῆς µέγεθος ἐνδείκνυται τῆς προθεσµίας τὸν χρόνον. ἀπὸ τούτων µὲν τῶν σκοπῶν ὁ ἰατρός ἐστι προγνωστικός. ἐξ οἵων δὲ διασκεµµάτων αὐτῷ περίεστι διαγινώσκειν τοὺς σκοποὺς, εἴρηται µὲν ἐν τοῖς περὶ κρίσεων ἐπὶ πλέον, ἐρήσεται δὲ καὶ νῦν ἡ καθόλου µέθοδος, ὥσπερ τῶν ἄλλων ἁπάντων, οὕτω καὶ τοῦδε. ἰσχὺν µὲν τῆς φύσεως ἐκ τῶν οἰκείων ἐνεργειῶν γνωρίσεις, καὶ µάλιστα τῶν κατὰ τοὺς σφυγµοὺς, ἐπειδὴ τῆς ζωτικῆς οὗτοι δυνάµεως ἔργον εἰσί· τὸ δὲ µέγεθος τοῦ νοσήµατος ἐκ τῶν οἰκείων συµπτωµάτων· τὸ δ’, ὅσῳ θάτερον ὑπερέχει θατέρου, ταῖς ἀπεψίαις καὶ πέψεσιν, αὐτὰς δὲ ταύτας ἐκ τῶν ἰδίων περιττωµάτων· τὰς µὲν ἐν τῇ γαστρὶ διὰ τῶν ὑπιόντων κάτω, τὰς δ’ ἐν τοῖς ἀγγείοις διὰ τῶν οὔρων, τὰς δ’ ἐν ὅλῳ τῷ σώµατι διὰ τῶν ἱδρώτων. οὕτω δὲ καὶ τὰς ἄλλας ἁπάσας, ὅσαι κατά τι µέρος ἓν ἢ πλείω συνίστανται. τὰς µὲν κατὰ θώρακα καὶ πνεύµονα διὰ τῶν ἀναβηττοµένων. ὅσαι δὲ κατὰ κύστιν ἢ νεφροὺς, διὰ τῶν τοῖς οὔροις ἐµφεροµένων. ἥπατος δὲ σιµὰ καὶ µεσεντέριον ὅπως ἔχει δυνάµεως, ἐκ τῶν ὑπιόντων κάτω, καὶ τῶν ἐµουµένων τὰ κατὰ τὴν ἄνω γαστέρα καὶ τὸν στόµαχον. ὅσα δὲ δι’ ὑπερώας ἐκκρίνεται, ἢ διὰ ῥινῶν καὶ δι’ ὤτων, ἐγκέφαλον, ὅπως ἔχει ῥώµης, δηλώσει. κοινὸν δ’ ἐπὶ πάντων, ὡς οὐχ οἷόν τε διαλυθῆναι τὸ νόσηµα, πρὶν ἐν τοῖς ἀπιοῦσι περιττώµασιν ὀφθῆναι πέψεως γνωρίσµατα. οὕτω κᾂν ὦτα κακῶς ἔχῃ, κᾂν ὀφθαλµοὶ, κᾂν φάρυγξ, κᾂν µόριόν τι ἑλκωθὲν ᾖ, ἢ συλλήβδην εἰπεῖν ἅπαντες πεπασµοὶ ταχυτῆτα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινὴν σηµαίνουσιν. ὠµὰ δὲ καὶ ἄπεπτα, καὶ εἰς κακὰς ἀποστασίας ἐκτρεπόµενα, ἀκρισίας, ἢ πόνους, ἢ χρόνους, ἢ θανάτους, ἢ τῶν αὐτῶν ὑποστροφάς. ταῦτα περὶ προγνώσεως ἀρκεῖ πρὸς τὸ παρόν. ὁ γάρ τοι πᾶς ὑπὲρ αὐτῶν λόγος ἐν ταῖς οἰκείαις πραγµατείαις γεγένηται κατὰ µέρος µεγίσταις οὔσαις, καὶ σχεδὸν ἅπαντα τὰ θεωρήµατα περιειληφυίαις, τά τε περὶ τῶν σφυγµῶν καὶ κρίσεων καὶ κρισίµων ἡµερῶν. ἐξ ὧν γάρ τις προγινώσκει µάλιστα, διὰ τῶν τριῶν τούτων δεδήλωται. δοκῶ τέλος ἔχειν τὴν θεραπευτικὴν ἅπασαν µέθοδον.