
Полная версия
Сочинения. Том 4
7.3.27. τὸ µὲν οὖν κατὰ τὰς ἀρτηρίας πνεῦµα ζωτικόν ἐστί τε καὶ προσαγορεύεται, τὸ δὲ κατὰ τὸν ἐγκέφαλον ψυχικόν, οὐχ ὡς οὐσία ψυχῆς ὑπάρχον, ἀλλ’ ὡς ὄργανον πρῶτον αὐτῆς οἰκούσης κατὰ τὸν ἐγκέφαλον, ὁποία τις ἂν ᾖ τὴν οὐσίαν.
7.3.28. ὥσπερ δὲ τὸ ζωτικὸν πνεῦµα κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν γεννᾶται τὴν ὕλην ἔχον τῆς γενέσεως ἔκ τε τῆς εἰσπνοῆς καὶ τῆς τῶν χυµῶν ἀναθυµιάσεως, οὕτω τὸ ψυχικὸν ἐκ τοῦ ζωτικοῦ κατεργασθέντος ἐπὶ πλέον ἔχει τὴν γένεσιν· ἐχρῆν γὰρ δήπου µᾶλλον ἁπάντων αὐτὸ µεταβολῆς ἀκριβοῦς τυχεῖν.
7.3.29. εἴπερ οὖν τό τε σπέρµα καὶ τὸ γάλα, καίτοι γ’ ἀπολειπόµενα τῇ δυνάµει τοῦ ψυχικοῦ πνεύµατος, ὅµως ἡ φύσις ἀκριβῶς κατεργάζεσθαι δεοµένη πολυχρόνιον αὐτοῖς ἐµηχανήσατο τὴν ἐν τοῖς πεπτικοῖς ὀργάνοις διατριβὴν καὶ διὰ τοῦτο τῷ µὲν σπέρµατι τὴν πρὸ τῶν ὄρχεων ἕλικα παρεσκεύασε, τῷ δὲ γάλακτι τὸ µῆκος τῶν εἰς τοὺς τιτθοὺς ἰόντων ἀγγείων, εἰκότως καὶ κατὰ τὸν ἐγκέφαλον ἐκ τοῦ ζωτκοῦ πνεύµατος ἐργαζοµένη τὸ ψυχικὸν οἷον λαβύρινθόν τινα ποικίλον ἐδηµιούργησε πλησίον ἐγκεφάλου τὸ δικτυοειδὲς πλέγµα.
7.3.30. Tοῦτό τε οὖν αὐτὸ τῆς κατασκευῆς τῶν µορίων ἐνδειξαµένης ἐδιδάχθηµεν, ὅτι τε τὸ ψυχικὸν πνεῦµα µήτ’ οὐσία ψυχῆς ἐστι µήτε οἶκος αὐτῆς, ἀλλ’ ὄργανον πρῶτον, ἐκ τοῦ κενωθέντος αὐτοῦ κατὰ τὰς τρώσεις αὐτίκα µὲν οἷόνπερ νεκρὸν γίγνεσθαι τὸ ζῷον, ἀθροισθέντος δὲ αὖθις ἀναβιώσκεσθαι· καὶ πάνθ’ ἁπλῶς ὅσαπερ εἴρηταί τε καὶ µέλλει λεχθήσεσθαι, τὰ µὲν ἐκ τῆς τῶν µορίων κατασκευῆς, τὰ δὲ ἐκ τῶν ἑποµένων συµπτωµάτων ἐπὶ ταῖς τοµαῖς ἢ θλίψεσιν ἔχει τὴν εὕρεσιν.
7.3.31. αὐτίκα γέ τοι τῶν κατὰ τὸν ἐγκέφαλον πόρων οἱ µὲν διὰ τῆς καλουµένης χώνης εἰς ὑπερῴαν καθήκουσιν, οἱ δ’ εἰς τὴν ἀρχὴν τῆς ῥινὸς τελευτῶσιν, οἱ δ’ ἐν τοῖς ὀπτικοῖς φαίνονται νεύροις.
7.3.32. καί τις ἄλλος εἷς ἀζυγὴς ἐµβάλλει τῇ πρώτῃ γενέσει τοῦ νωτιαίου, καθ’ ὃ µέρος µάλιστα τῆς παχείας µήνιγγος τρωθείσης ὁ πόρος ὅλος γίγνεται γυµνὸς ἅµα τῷ πέρατι τῆς ὄπισθεν ἐγκεφάλου κοιλίας, ὅπερ οὐχ ἥκιστα τὸν ᾿Ερασίστρατον ἠπάτησεν, ὡς οἰηθῆναι διὰ τὴν τῆς µήνιγγος τρῶσιν ἀκίνητον αὐτίκα γίγνεσθαι τὸ ζῷον· ἑώρα γὰρ ἐπὶ τῶν κατὰ τὸν πρῶτον σπόνδυλον τιτρωσκοµένων βοῶν ἅµα τῷ διαιρεθῆναι τὴν µήνιγγα ἀκίνητον αὐτίκα τὸ ζῷον γινόµενον.
7.3.33. ἀλλ’ οὐ τῷ πάθει τῆς µήνιγγος, ἀλλὰ τῷ γυµνοῦσθαι τὴν ὀπίσω κοιλίαν γίγνεται τοῦτο. δῆλον δ’ ἐστὶν ἐκ τοῦ κατὰ πάντα τἆλλα µέρη τὴν µήνιγγα µηδὲν τοιοῦτον τιτρωσκοµένην ἐργάζεσθαι.
7.3.34. περὶ µὲν οὖν τῆς ὅλης φύσεως ἐγκεφάλου δι’ ἑτέρων λέγεται πραγµατειῶν, τὰ µὲν ἐξ ἀνατοµῆς φαινόµενα κατὰ τὴν τῶν ᾿Aνατοµικῶν ἐγχειρήσεων, ἡ δὲ χρεία τῆς κατασκευῆς ἑκάστου τῶν µελῶν ἐν τῇ Περὶ χρείας µορίων εἴρηται, οὐκ ὀλίγα δὲ κἀν τοῖς Περὶ τῆς ῾Ιπποκράτους ἀνατοµῆς ὑποµνήµασιν· ἐν δὲ τῷ παρόντι τὰ χρήσιµα µόνα πρὸς τὰ προκείµενα διέρχοµαι.
7.3.35. τῶν γάρ τοι νεύρων ἐκπεφυκότων ἐγκεφάλου τε καὶ τῶν περικειµένων αὐτῷ µηνίγγων διὰ µὲν τῆς κατὰ τὸν ἐγκέφαλον ἀποφύσεως ἥ τ’ αἴσθησις ἅπασι τοῖς µέλεσι καὶ ἡ κίνησις χορηγεῖται, ὃ δ’ ἑκατέρας τῶν µηνίγγων ἐστὶν ἀποβλάστηµα, τὴν αὐτὴν χρείαν παρέχει τοῖς νεύροις ἥνπερ ἐγκεφάλῳ παρεῖχον ἐκεῖναι.
7.3.36. διὸ κἂν ἄµφω περιέλῃς οὐδὲν βλάπτεται τὸ µόριον εἰς ὃ τὸ νεῦρον ἀφικνεῖται, καθάπερ οὐδ’ εἰ τὸν ἐγκέφαλον αὐτὸν ἀφέλοιο τὰς ἔξωθεν µήνιγγας· οὐδὲν γὰρ οὐδ’ ἐπὶ ταύταις βλάπτεται τὸ ζῷον ἔν γε τῷ παραυτίκα· χρόνῳ δ’ ὕστερον εἰ κατὰ συµπάθειαν ἕπεται κίνδυνος, οὐδὲν τούτων ἐστὶ πρὸς τὸ ζητούµενον.
7.4.1. Πότερον οὖν, ὥσπερ ἐπὶ τῶν κοιλιῶν τοῦ ἐγκεφάλου κενωθέντος τοῦ πνεύµατος ὅλον τὸ ζῷον ἀναίσθητον ἐγίνετο καὶ διὰ τοῦτ’ ἔφαµεν αὐτὸχρήσιµον ὑπάρχειν εἰς τὰς τῶν µορίων αἰσθήσεις τε καὶ κινήσεις, οὕτως ἡγητέον ἐστὶ καὶ καθ’ ἕκαστον νεῦρον εἶναί τι πνεῦµα; καὶ πότερον ἐγχώριόν γέ τι καὶ σύµφυτον αὐτοῖς εἶναι τοῦτο, [τὸ] πληττόµενον ὑπὸ τοῦ παρὰ τῆς ἀρχῆς ἥκοντος ὥσπερ ἀγγέλου τινός, ἢ σύµφυτον µὲν ἔνεστιν αὐτοῖς οὐδέν, ἐπιρρεῖ δ’ ἐξ ἐγκεφάλου κατ’ ἐκεῖνον τὸν καιρὸν ἐν ᾧ κινῆσαι προαιρούµεθα τὸ µέρος; ἐγὼ µὲν οὐκ ἔχω προχείρως ἀποφήνασθαι, προκείσθω δ’ ἐν κοινῷ σκοπεῖσθαι καὶ ταῦτα µὲν ἄµφω τὰ νῦν εἰρηµένα καὶ πρὸς τοῖσδε τρίτον ἡ κατὰ ποιότητα τῶν συνεχῶν ἀλλοίωσις, ὅπερ αἰνίττεσθαί µοι δοκοῦσιν οἱ κατὰ δύναµιν ἐπιρρεῖν τινα χωρὶς οὐσίας φάσκοντες.
7.4.2. αἱ γὰρ κατ’ ἀλλοίωσιν εἰς τὰ συνεχῆ σώµατα διαδόσεις τῶν ποιοτήτων ἐπιρροαὶ δυνάµεως ὑπ’ αὐτῶν λέγονται, καθάπερ ὅταν ἐπὶ τοῦ περιέχοντος ἀέρος ἐκ τῆς ἡλιακῆς αὐγῆς ὁρµηθεῖσά τις ποιότητος εἰς ἅπαν αὐτοῦ µέρος ἀφικνῆται διάδοσις, αὐτῆς τῆς οὐσίας τοῦ ἡλίου µενούσης κατὰ χώραν· ἐπιδέδεικται γὰρ ἡµῖν τοῦτο κατὰ τὴν Περὶ τῆς ἀποδείξεως πραγµατείαν.
7.4.3. οὔκουν οἷόν τε προχείρως ἀποφήνασθαι πότερον οὕτως ἐξ ἐγκεφάλου δύναµις ἐπιρρεῖ τοῖς µέλεσι διὰ νεύρων, ἢ τῆς τοῦ πνεύµατος οὐσίας παραγινοµένης ἄχρι τῶν αἰσθανοµένων καὶ κινουµένων µορίων, ἢ µέχρι τινὸς ἐµπιπτούσης τοῖς νεύροις ὡς ἀλλοιῶσαι σφοδρῶς αὐτά, κἄπειθ’ οὕτως τῆς ἀλλοιώσεως ἄχρι τῶν κινουµένων µελῶν διαδιδοµένης.
7.4.4. Tοιοῦτον γοῦν τι καὶ κατὰ τὴν ὀπτικὴν αἴσθησιν ἐν τοῖς περὶ τῆς ἀποδείξεως ἐδείχθη γιγνόµενον. ὅτι γὰρ ἐπ’ ἐκείνων τῶν νεύρων αὐγοειδὲς φέρεται πνεῦµα τρήµατα ἐχόντων σαφῆ κατά τε τὴν ἄνωθεν ἀρχὴν καὶ τὴν εἰς τοὺς ὀφθαλµοὺς ἔµφυσιν, ἐν ταῖς τῶν µεγάλων ζῴων ἀνατοµαῖς ἐστι θεάσασθαι.
7.4.5. τὸ µὲν οὖν κάτω καὶ πρὸς τοῖς ὀφθαλµοῖς οἱ πλεῖστοι τῶν ἀνατοµικῶν ἐγνώκασιν, ἡ δ’ ἄνωθεν ἀρχὴ τῶνδε τῶν νεύρων σχεδὸν ἅπασιν αὐτοῖς ἠγνόηται κατὰ τὴν εἰς τὸ πλάγιον ἐπιστροφὴν οὖσα τῶν προσθίων κοιλιῶν.
7.4.6. ἑκατέρας γὰρ αὐτῶν στενὴν καὶ προµήκη τὴν κάτω τελευτὴν ἐχούσης, ἔνθα τῶν τῆς ῥινὸς πόρων ἐστὶν ἡ ῥίζα, τὸ δὲ ἄνω πέρας, ὃ πρὸς τὴν µέσην ἀνήκει κοιλίαν, εὐρυνόµενον, ἐπιστροφή τις ἐντεῦθεν εἰς τὸ πλάγιον γίγνεται ῥέπουσα βραχὺ πρός τε τὸ κάτω καὶ τὴν βάσιν.
7.4.7. οὐ µὴν ἐξικνοῦνταί γ’ ἐπ’ ἐκείνην, ἀλλὰ κατ’ ὀλίγον στενωθεῖσαι παύονται κέρατος δίκην οὐκ ἀκριβῶς εὐθέος ἀλλ’ ἀτρέµα πως ἀποστρεφοµένου.
7.4.8. πρὸς τοῦτ’ οὖν τὸ πέρας τῶν κοιλιῶν ἀνήκει τῶν ὀπτικῶν νεύρων ἡ ἀρχὴ τρῆµα δυσθεώρητον ἔχουσα.
7.4.9. θεάσῃ δὲ αὐτὸ τριῶν τούτων στοχασάµενος, ἑνὸς µὲν τοῦ µέγα τὸ ζῷον εἶναι, δευτέρου δὲ τοῦ παραχρῆµα µετὰ τὸν θάνατον ἀνατέµνεσθαι καὶ τρίτου τοῦ τὸν πέριξ ἀέρα φωτεινὸν εἶναι.
7.4.10. ἐὰν γὰρ ἐπὶ τούτοις οὕτω παρεσκευασµένοις γυµνώσῃς ἐπιτηδείως τὸ πέρας τῆς κοιλίας ἀφελὼν ἅπαντα τὰ κατ’ αὐτῆς ἐπικείµενα σώµατα χωρὶς τοῦ διασπάσαι τε καὶ θλάσαι τὴν ἔκφυσιν τοῦ νεύρου, θεάσῃ τὸ κατὰ τὴν ἀρχὴν αὐτοῦ τρῆµα.
7.4.11. ῞Oτι µὲν οὖν φέρεταί τι πνεῦµα διὰ τῶν πόρων τούτων ἐπὶ τοὺς ὀφθαλµούς, ἥ τε κατασκευή σε διδάσκει καὶ προσέτι τὸ κλεισθέντος µὲν αὐτῶν ἑνὸς εὐρύνεσθαι θατέρου τὴν κόρην, ἀνοιχθέντος δέ, παραχρῆµα πάλιν εἰς τὸ κατὰ φύσιν ἐπανέρχεσθαι µέγεθος.
7.4.12. ὅτι τε γὰρ ὑπό τινος οὐσίας διατεινοµένου τοῦ ῥαγοειδοῦς χιτῶνος ἐν τῷ πληροῦσθαι τὴν ἔνδον αὐτοῦ χώραν ἀναγκαῖόν ἐστιν εὐρύνεσθαι τῷ κατὰ τὴν κόρην τρήµατι καὶ ἄλλως ἀµήχανον, ὅτι τε τὸ τάχος τῆς κενώσεώς τε καὶ πληρώσεως οὐχ ὑγροῦ τινος ἐπιρρέοντος [τε], ἀλλὰ µόνης ἐστὶ πνευµατικῆς ἔργον οὐσίας, οὐ χαλεπὸν συνιδεῖν.
7.4.13. ἐπεὶ δ’ ἐς ταὐτὸ ἀµφότεροι οἱ πόροι παραγίγνονται, καὶ γὰρ καὶ τοῦτ’ ἐναργῶς φαίνεται διὰ τῆς ἀνατοµῆς, εἰκός ἐστι τὴν κοινὴν χώραν ἐξ ἀµφοτέρων τῶν πόρων τὸ πνεῦµα δεχοµένην ἐν τῷ µύσαι τὸν ἕτερον ὀφθαλµὸν ἐπιπέµπειν τῷ λοιπῷ σύµπαν αὐτό.
7.4.14. µέγιστον δὲ µαρτύριον τοῦ λεγοµένου καὶ τὸ τῶν ὑποκεχυµένων, οἷς µὲν ἂν εὐρύνηται τὸ τρῆµα κλεισθέντος θατέρου τῶν ὀφθαλµῶν, ἔτι σώζεσθαι τὴν ὀπτικὴν δύναµιν, οἷς δ’ ἂν µὴ γίγνηται τοῦτο, τελέως ἀπολωλέναι καὶ διὰ τοῦτο, κἂν καλῶς καταχθῇ τὸ ὑπόχυµα, µὴ βλέπειν αὐτούς.
7.4.15. ἄλλοις δέ τισι συνέβη µὴ βλέπειν ὑποχύµατος χωρίς, ἐφ’ ὧν εἰ κλεισθείη θατέρου τὸ βλέφαρον, ἡ κόρη τὸν ἴσον ὁρᾶται κύκλον ἔχουσα τῷ πρόσθεν, ὡς ἂν µηκέτι πνευµατικῆς οὐσίας ἀφικνουµένης εἰς τὸν ὀφθαλµόν, ὑφ’ ἧς διατείνεται πληρούµενος ἔνδοθεν ὁ ῥαγοειδὴς χιτών.
7.4.16. εἰκότως οὖν ἐπὶ τούτων ἐµπεφράχθαι τοὺς πόρους τῶν ὀπτικῶν νεύρων ὑπὸ πολλῶν εὐδοκίµων ἰατρῶν εἴρηται.
7.4.17. καὶ οἶδά γέ τινα τῶν οὕτω παθόντων διηγούµενον ἡµῖν ὡς πρὶν µὲν παθεῖν ἐπὶ τοῖς ὕπνοις ἀνοιχθέντων τῶν βλεφάρων ἑώρα φῶς πολὺ πρὸ τῶν ὀφθαλµῶν, ὅπερ ἀµέλει κἀµοὶ καὶ πολλοῖς ἄλλοις ὑπάρχει, κατὰ βραχὺ δ’ ἔφη µειωθῆναι τό τε φῶς αὐτὸ µέχρι τοῦ µηδ’ ὅλως ἔτι φαίνεσθαι, καὶ τὴν ὀπτικὴν αἴσθησιν ἀµαυρουµένην ὁµοίως εἰς ἀπώλειαν ἀφικέσθαι παντελῆ.
7.4.18. λέουσι δὲ καὶ παρδάλεσι καὶ τῶν ἄλλων ζῴων οἷς αὐγοειδής ἐστιν ἱκανῶς ὁ ὀφθαλµός, ἔνεστί σοι θεάσασθαι νύκτωρ, ὅταν ἐπιστρέψωσι τὴν κόρην ἐπὶ τὴν ῥῖνα, κύκλον αὐγῆς ἐπ’ αὐτῆς φαινόµενον, ὡς ἀναλογίσασθαι τοσοῦτον ἀπὸ τῆς κόρης ἐν τῷ µεταξὺ τὸν ὀπτικὸν ηὐξῆσθαι κῶνον, ἡλίκος ἂν ᾖ κατὰ τὴν ἀναλογίαν τοῦ διαστήµατος ὁ κύκλος αὐτῆς.
7.4.19. τοῖς µὲν γὰρ µείζονα τοῦτον ἔχουσι φύσει καὶ ὁ τῆς αὐγῆς κύκλος µείζων φαίνεται, τοῖς δ’ ἐλάττονα τοσοῦτον ἀνὰ λόγον ἐλάττων, ὅσον κἀκεῖνος.
7.4.20. πότερον οὖν ὥσπερ ἐπὶ τοὺς ὀφθαλµοὺς ἀφικνεῖταί τι πνεῦµα διὰ τῶν ὀπτικῶν νεύρων, οὕτω καὶ κατὰ τἆλλα ἔχει σύµπαντα καί τις ὁδός ἐστι καθ’ ἕκαστον αὐτῶν ἀόρατος ὑπὸ σµικρότητος ἢ τοῦτο ἀδύνατον ἐπὶ τῶν ἐν τοῖς νεύροις λεπτοτάτων ὑπάρχειν ἰνῶν;
7.4.21. δεήσει γὰρ ἡµᾶς ἐπινοῆσαί τι τῷ πόρῳ περικείµενον ἐν κύκλῳ, τὸ τοῦ νεύρου σῶµα, λεπτότερον καὶ τῶν ἀραχνίων, ὥστ’ αὐτό τε διασπασθήσεται τάχιστα καὶ ὁ πόρος ἐµφραχθήσεται µόνον οὐ καθ’ ἑκάστην ῥοπήν. διὰ ταῦτα µὲν ἡγοῦµαι µὴ πᾶσι τοῖς νεύροις ὑπάρχειν πόρους.
7.4.22. ἴσως οὖν ἐρεῖ τις· “εἴπερ ὅλως ἓν νεῦρον οἷόν τ’ ἐστὶ διακοµίζειν τοῖς κάτω µέλεσι τὰς ἀπὸ τῆς ἀρχῆς δυνάµεις ἀκοίλιον ὑπάρχον, ἐγχωρήσει καὶ πάντα.”
7.4.23. τί δήποτ’ οὖν ὅ γε κατὰ τὴν ἔκφυσιν τοῦ νωτιαίου πόρος αἰσθητός ἐστιν οὕτως ὡς ἐν τοῖς ὀπτικοῖς νεύροις; ἢ ὅτι τῷ µὲν συνεχεῖ ἡ µετάδοσις ἀσθενὴς γίγνεται τῶν δυνάµεων καὶ µάλισθ’ ὅταν ἤτοι µεῖζον ἢ σκληρότερον ᾖ τὸ δεχόµενον ἢ σφοδροτέρας ἀλλοιώσεως δεόµενον, εἰ δέ γε λεπτοµεροῦς οὐσίας ἄχρι τινὸς ἔµπτωσις γίγνοιτο µετὰ βίας τε καὶ πληγῆς, αὐξηθήσεται τὰ τῆς ἀλλοιώσεως;
7.4.24. ἐλέχθη γὰρ ὅτι τοῦτο δὴ τὸ καλούµενον ὑπὸ τῶν πολλῶν διάδοσις δυνάµεως ἀλλοιώσεώς ἐστι µετάδοσις, οἵα καὶ κατὰ τὸν ἀέρα γίγνεται πρὸς τῆς ἡλιακῆς αὐγῆς.
7.4.25. οὕτως γοῦν εἰκός ἐστι καὶ τὸ παραγιγνόµενον εἰς ὀφθαλµοὺς πνεῦµα κατὰ µὲν τὴν πρώτην ἔµπτωσιν ἑνοῦσθαί τε τῷ περιέχοντι καὶ συναλλοιοῦν αὐτὸ πρὸς τὴν ἰδιότητα τῆς ἑαυτοῦ φύσεως, οὐ µὴν ἐπὶ πλεῖστόν γ’ ἐκτείνεσθαι.
7.5.1. Μάλιστα δ’ ἂν πεισθείη τις τοῦτο γίγνεσθαι µαθὼν ὅπως εὔλογόν ἐστιν ὁρᾶν ἡµᾶς. ἀρχὴ δὲ καὶ τοῦδε τοῦ λόγου τοιάδε· τὸ βλεπόµενον σῶµα δυοῖν θάτερον· ἢ πέµπον τι πρὸς ἡµᾶς ἀφ’ ἑαυτοῦ σὺν ἐκείνῳ καὶ τὴν ἰδίαν ἐνδείκνυται διάγνωσιν, ἢ εἴπερ αὐτὸ µηδὲν πέµπει, περιµένει τινὰ παρ’ ἡµῶν ἀφικέσθαι δύναµιν αἰσθητικὴν ἐφ’ ἑαυτό.
7.5.2. πότερον οὖν αὐτῶν ἐστιν ἀληθέστερον ὧδ’ ἂν µάλιστα κριθείη· διὰ τοῦ κατὰ τὴν κόρην τρήµατος ὁρῶµεν, ὅπερ εἰ περιέµενε πρὸς ἑαυτὸ παραγενέσθαι τινὰ µοῖραν ἢ δύναµιν ἢ εἴδωλον ἢ ποιότητα τῶν ἐκτὸς ὑποκειµένων σωµάτων, οὐκ ἂν τοῦ βλεποµένου τὸ µέγεθος ἐγνώκειµεν, οἷον ὄρους εἰ τύχοι µεγίστου.
7.5.3. τηλικοῦτον γὰρ εἴδωλον ἐνέπιπτεν <ἂν> ἀπ’ αὐτοῦ τοῖς ὀφθαλµοῖς ἡµῶν ἡλίκον ἐστὶν αὐτό, ὅπερ παντάπασιν ἄλογον, ἅµα τῷ καὶ κατὰ µίαν ῥοπὴν καιροῦ πρὸς ἕκαστον τῶν ὁρώντων, εἰ καὶ µυρίοι τύχοιεν ὄντες, ἀφικνεῖσθαι.
7.5.4. τὸ δὲ ὀπτικὸν οὐχ οἷόν τε τοσαύτην ῥύσιν ἐκτεινόµενον λαµβάνειν ὡς περιχεῖσθαι παντὶ τῷ βλεποµένῳ σώµατι· τοῦτο γὰρ ὅµοιόν ἐστι τῷ τῶν Στωϊκῶν σταλαγµῷ κεραννυµένῳ τῇ πάσῃ θαλάττῃ.
7.5.5. λείπεται οὖν ἔτι τὸν πέριξ ἀέρα τοιοῦτον ὄργανον ἡµῖν γίγνεσθαι καθ’ ὃν ὁρῶµεν χρόνον, ὁποῖον ἐν τῷ σώµατι τὸ νεῦρον ὑπάρχει διὰ παντός.
7.5.6. τοιοῦτον γάρ τι πάσχειν ἔοικεν ὁ περιέχων ἡµᾶς ἀὴρ ὑπὸ τῆς τοῦ πνεύµατος ἐκπτώσεως, ὁποῖόν τι καὶ πρὸ<ς> τῆς ἡλιακῆς αὐγῆς.
7.5.7. ἐκείνη τε γὰρ ψαύουσα τοῦ ἄνω πέρατος αὐτοῦ δ<ιαδ>ίδωσιν εἰς ὅλον τὴν δύναµιν, ἥ τε διὰ τῶν ὀπτικῶν νεύρων ὄψις φεροµένη τὴν µὲν οὐσίαν ἔχει πνευµατικήν, ἐµπίπτουσα δὲ τῷ περιέχοντι καὶ τῇ πρώτῃ προσβολῇ τὴν ἀλλοίωσιν ἐργαζοµένη διαδίδωσιν ἄχρι πλείστου, συνεχοῦς αὑτῷ δηλονότι τοῦ πέριξ σώµατος ὑπάρχοντος, ὡς ἐν ἀκαρεῖ χρόνῳ τὴν ἀλλοίωσιν εἰς ὅλον αὐτὸ διαπέµπειν.
7.5.8. ἐναργῶς γὰρ τοιοῦτον φαίνεται κἀπὶ τῆς κατὰ τὸν ἥλιον ὑπάρχον δυνάµεως. θέντες γοῦν τι στερεὸν σῶµα µεταξὺ τὸν ἐφεξῆς ἀέρα βλέποµεν εὐθέως ἀπολλύντα τὴν αὐγήν, ὡς ἐν τῷ µεταβάλλειν φωτοειδῆ γιγνόµενον, οὐκ ἐν τῷ µεταβεβληκέναι διαµένοντα· µόνιµον γὰρ ἂν ἦν τὸ φῶς ἐν αὐτῷ µέχρι πολλοῦ, κἂν ἤρθη τὸ φωτίζον.
7.5.9. οὕτω δὲ καὶ νεύρου τµηθέντος, ὅσον ἂν ἡ τοµὴ χωρίσῃ τῆς πρὸς τὸν ἐγκέφαλον συνεχείας, ἀναίσθητον εὐθέως γίγνεται.
7.5.10. φαίνεται γοῦν ὅµοιόν τι πάθος ἀµφοτέροις συµβαίνειν, τῷ τε νεύρῳ καὶ τῷ πέριξ ἀέρι, κατὰ µὲν τὴν ἑαυτῶν φύσιν ἔχουσιν ἤδη τινὰ ὁµοιότητα, πρὸς δὲ τὸ µεταβάλλον ὁµοιουµένοις ἀκριβῶς ὡσαύτως τῇ συνεχείᾳ καὶ τοῦ πάσχειν ἀεὶ δεοµένοις, ὥσπερ ὁ πέριξ ἡµῶν ἀήρ, ὁπότε φωτίζεται.
7.5.11. σαφῶς γοῦν κατ’ αὐτὸν ἡ µὲν θερµασία µέχρι πολλοῦ διαµένει, κἂν χωρισθῇ τὸ θερµαῖνον, ὡσαύτως δὲ καὶ ἡ ψῦξις οὐκέτι παρόντος τοῦ ψύχοντος,
7.5.12. ἡ δ’ αὐγὴ παραχρῆµα τῷ φωτίζοντι συναπέρχεται. φαίνεται δὲ καὶ κατὰ τὰς ἀρτηρίας ἡ αὐτὴ φύσις. ὁµοίως γοῦν τοῖς νεύροις καὶ αὗται διατµηθεῖσαί τε καὶ βρόχῳ διαληφθεῖσαι ἄσφυκτοι γίνονται, στερηθεῖσαι οὐχ ὡς ᾿Ερασίστρατος οἴεται τοῦ <πνεύµατος τοῦ> παρὰ τῆς καρδίας ἐπιπεµποµένου – δέδεικται γὰρ ἐν ἄλλοις ὑφ’ ἡµῶν ἀδύνατον τοῦτο, δειχθήσεταί τε καὶ νῦν ἐν τοῖς ἐφεξῆς, ὡς µηδὲν τῷ λόγῳ λείπειν—, ἀλλὰ τῷ τοὺς χιτῶνας αὐτῶν συνεχεῖς ὑπάρχοντας τῷ τῆς καρδίας σώµατι παρ’ ἐκείνου τὴν δύναµιν ἐπιρρέουσαν ἴσχειν ἀεί.
7.5.13. Kοινὸν µὲν οὖν ἁπασῶν ἐστι τῶν αἰσθητικῶν δυνάµεων ἀπ’ ἐγκεφάλου τὴν ἀρχὴν ἐχουσῶν φέρεσθαι διὰ τῶν νεύρων ἄχρι τῶν οἰκείων ὀργάνων· ὁµοειδὲς δὲ καὶ κατὰ τὴν οὐσίαν τὸ νεῦρον ὑπάρχον τῷ ἐγκεφάλῳ, πλὴν ὅσον ἐπιλήθη δυσπαθείας ἕνεκεν, εὐθὺς µὲν αὐτῷ τούτῳ τοσοῦτον ἀπεχώρησε τῆς ἐγκεφάλου φύσεως ὅσον ἐσκληρύνθη πιληθέν, εὐθὺς δὲ καὶ διὰ τοῦτ’ αὐτὸ δεῖται τῆς ἐκείνου διηνεκοῦς ἐπικουρίας, ὡς εἴ γε τοιοῦτον ἔµενεν οἷόν ἐστιν ὁ ἐγκέφαλος, οὐκ ἂν ἐδεῖτο τῆς ἐξ αὐτοῦ βοηθείας.
7.5.14. αἱ γὰρ τῶν οὐσιῶν ἰδιότητες οἰκείας ἑαυταῖς ἔχουσικαὶ τὰς τῶν δυνάµεων ἰδιότητας. εἰς ὅσον οὖν ἕκαστον τῶν αἰσθητικῶν ἰδίως ὀνοµαζοµένων νεύρων ἀποκεχώρηκε τῆς ἐγκεφάλου φύσεως, εἰς τοσοῦτον καὶ τῆς δυνάµεως αὐτοῦ.
7.5.15. καλεῖται δ’ ἰδίως αἰσθητικὰ νεῦρα τὰ τοῖς αἰσθητικοῖς ὀργάνοις ἐπιπεµπόµενα, µαλακώτερα τῶν ἄλλων ὑπάρχοντα τῶν κινούντων τὰ µόρια, προµηθῶς καὶ τοῦτο τῆς φύσεως ἐργασαµένης.
7.5.16. ἐπειδὴ γὰρ ἡ µὲν αἴσθησις οὐκ ἄνευ τοῦ διατεθῆναί πως τὸ νεῦρον, ἡ δὲ κίνησις ἐν τῷ δρᾶν µόνῳ τὴν ἐνέργειαν ἔχει, κατὰ λόγον ἁπαλώτερον µὲν τὸ αἰσθητικόν, σκληρότερον δὲ τὸ κινη<τι>κὸν νεῦρον ἐγένετο. µέτεστι δὲ καὶ τοῖς κινητικοῖς ἅπασιν αἰσθήσεως ἁπτικῆς, ἐπειδὴ παχυµερές ἐστι τὸ ταύτης αἰσθητόν.
7.5.17. ἔµπαλιν δὲ τούτῳ τὸ τῆς ὄψεως νεῦρον οὐ τῷ τετρῆσθαι µόνον αἰσθητῷ τρήµατι τὴν ὑπεροχὴν ἐνδείκνυται τῆς δυνάµεως, ἀλλὰ καὶ τῇ µαλακότητι καὶ τῷ µεγέθει καὶ τῷ λύεσθαι πάλιν ἐν ὀφθαλµοῖς γενόµενον ἐξοµοιοῦσθαί τε κατὰ πάντα ἐγκεφάλῳ.
7.5.18. καὶ αὐτὸ δὲ τὸ νεῦρον ὅλον, ὅσον ἐστὶν ἐγκεφάλου τε καὶ ὀφθαλµοῦ µεταξύ, τὸ µὲν ἔνδον ἑαυτοῦ µαλακώτερον ἔχει, τὸ δ’ ἔξω σκληρότερον, ἀµφοτέρων στοχασαµένου τοῦ δηµιουργοῦ, τῆς τε κατὰ τὴν ὁδοιπορίαν ἀσφαλείας καὶ τοῦ διασώζειν εἰς ὅσον οἷόν τε τὴν ἐγκεφάλου φύσιν.
7.5.19. εἰκότως οὖν ἁπάντων νεύρων, οὐ µόνον τῶν ἐξ ἐγκεφάλου πεφυκότων ἀλλὰ καὶ τῶν ἐκ τοῦ νωτιαίου, µέγιστον ἀπειργάσθη τὸ τῆς ὄψεως.
7.5.20. ἐξαίρετα γὰρ ἐχρῆν αὐτῷ παρὰ τἆλλα ὑπάρχειν πολλά, τετρῆσθαί τε διὰ τοῦ βάθους καὶ µαλακῷ µὲν εἶναι κατὰ ταῦτα, σκληρῷ δὲ τὰ πέριξ, ἀφικνεῖσθαί τε δι’ αὐτοῦ πολλὴν ἐξ ἐγκεφάλου πνευµατικὴν οὐσίαν εἰς τὰς χώρας τῶν ὀφθαλµῶν.
7.5.21. τό τ’ οὖν τρῆµα πάντως ἐχρῆν ὑπό τινος οὐσίας περιέχεσθαι στεγανῆς, ἥτις ἄνευ τοῦ παχυνθῆναι τὸ νεῦρον οὐκ ἂν ἐγένετο, τό τε πάχος αὐτοῦ διττὴν ἔχει<ν> ἰδέαν, µαλακοῦ µὲν ἔνδον, ἔξωθεν δὲ σκληροῦ γενοµένου.
7.5.22. ῞Oτι δὲ καὶ τὸν ὀφθαλµὸν οὐκ ὀλίγης ἐχρῆν οὐσίας ἐγκεφάλου µετειληφέναι, πεισθήσῃ σαφῶς ἀνατεµὼν αὐτόν.
7.5.23. εὑρήσεις γὰρ ὑπὸ τοῖς χιτῶσιν ἔνδον ὑγρὰ σφαιροειδῆ διττά, τὸ µὲν οὕτω µαλακὸν οἵαπέρ ἐστιν ὕαλος ἡ µετρίως λυθεῖσα, τὸ δ’ οὕτω σκληρὸν οἷος ὁ µετρίως παγεὶς κρύσταλλος.
7.5.24. ὀνοµάζεται δ’ ὑπὸ τῶν ἰατρῶν ὑαλοειδὲς µὲν τὸ µαλακώτερον, κρυσταλλοειδὲς δὲ τὸ σκληρότερον ἀπὸ τῆς πρὸς ὕαλόν τε καὶ κρύσταλλον ὁµοιότητος, οἷς οὐ µόνον ταῖς συστάσεσιν, ἀλλὰ καὶ ταῖς χροιαῖς ἔοικεν· ἀκριβῶς γάρ ἐστι καθαρὰ καὶ διαυγῆ καὶ λαµπρά.
7.5.25. πρότερον µὲν οὖν ἐκδέχεται τὸν ἐξ ἐγκεφάλου καθήκοντα πόρον εἰς ἑκάτερον αὐτῶν τὸ ὑαλοειδές, ἐφεξῆς δ’ αὐτῷ τὸ κρυσταλλοειδὲς ἐοικὸς ἀτρέµα πεπλατυσµένῃ σφαίρᾳ.
7.5.26. καὶ τοίνυν ὁ πόρος αὐτὸς ἅµα τῷ περιέχοντι νεύρῳ διεξελθὼν τὸν ἔξωθεν χιτῶνα κατὰ τὸν ὀφθαλµὸν ἄµφω ταῦτα πάσχει κατὰ τὴν πρώτην ἔµπτωσιν, ἣν εἰς τὴν χώραν αὐτοῦ ποιεῖται· ἐκεῖ µὲν τὸ πνεῦµα κεραννύει τοῖς ὑγροῖς ἕνεκα τοῦ γενέσθαι τὴν οὐσίαν αὐτῶν ὅλην αἰσθητικήν, περιλαµβάνει δ’ αὖθις λυθείσῃ τε καὶ πλατυνθείσῃ τῇ κατὰ τὸ νεῦρον οὐσίᾳ τὸ ὑαλοειδὲς ὑγρὸν ἐµφυόµενος κατὰ τὸ πέρας ἑαυτοῦ τῷ µεγίστῳ κύκλῳ τοῦ κρυσταλλοειδοῦς.
7.5.27. ὥστε σοι τὸ σχῆµα δόξει τοῦ πλατυνθέντος νεύρου παραπλήσιον ἀµφιβλήστρῳ γεγονέναι· διὸ καὶ προσηγορεύκασιν ἀµφιβληστροειδῆ χιτῶνα τουτὶ τὸ σῶµα.
7.5.28. καὶ εἰ περιελὼν ὅλον αὐτὸ πειραθείης ὁµοῦ πᾶν ἀθροῖσαι µόριον, ἐγκέφαλός σοι φανεῖται, καὶ εἰ δείξαις γέ τινι µὴ τεθεαµένῳ πόθεν ἠθροίσθη, φήσει µέρος ὑπάρχειν ἐγκεφάλου τὸ δεικνύµενον σῶµα καὶ ἀπιστήσει κατὰ τοὺς ὀφθαλµοὺς αὐτὸ περιέχεσθαι.
7.5.29. τοσαύτῃ µὲν ὑπεροχῇ τῆς κατασκευῆς ὀφθαλµὸς κέχρηται παρὰ τἆλλα τῶν αἰσθήσεων ὄργανα· καὶ θαυµαστὸν οὐδὲν εἰς ὅσον αὐτῷ τὸ πρῶτον αἰσθητὸν ἀκριβέστερόν τ’ ἐστὶ καὶ λεπτοµερέστερον ἢ τοῖς ἄλλοις, εἰς τοσοῦτον καὶ τῆς ἐγκεφάλου φύσεως αὐτὸν ἐπὶ πλέον ἐκείνων µετειληφέναι.
7.5.30. οὔτε γὰρ εὑρήσεις αὐτὴν ἔτι τὴν κατὰ τὸν ἐγκέφαλον οὐσίαν ἐν οὐδενὶ τῶν ἄλλων ὀργάνων οὔτε <τοῦ> κατὰ τὰς κοιλίας, ὡς ἐν αὐτῷ, πνεύµατος ψυχικοῦ τοσοῦτον πλῆθος.
7.5.31. Eἰκότως δ’ ὡς ἔφην οὕτω κατεσκευάσθη δεόµενος ὀργάνῳ χρῆσθαι τῷ πέριξ ἀέρι.
7.5.32. καὶ γίγνεται δὲ τοιοῦτον ὄργανον αὐτῷ πρὸς τὴν τῶν αἰσθητῶν οἰκείαν διάγνωσιν οἷον ἐγκεφάλῳ τὸ νεῦρον, ὥσθ’ ὃν ἔχει λόγον ἐγκέφαλος πρὸς τὸ νεῦρον, τοιοῦτον ὀφθαλµὸς ἔχει πρὸς τὸν ἀέρα.
7.5.33. τὸ δ’ οἰκεῖον αἰσθητὸν ὄψεως, ὅπερ καὶ πρῶτον αὐτῆς αἰσθητὸν ὠνόµασα, τὸ τῶν χρωµάτων ἐστὶ γένος. ἐκείνου µὲν γὰρ πρώτου τε καὶ καθ’ αὑτὴν καὶ µόνη τῶν ἄλλων αἰσθάνεται, καθάπερ ἡ γεῦσις τῶν χυµῶν.
7.5.34. συνδιαγιγνώσκει[ν] δ’ αὐτῷ τὸ κεχρωσµένον σῶµα, καθάπερ ἡ γεῦσις τὸ τοὺς χυµοὺς ἔχον ἀλλ’ ἡ µὲν γεῦσις ὁµοίως ταῖς ἄλλαις αἰσθήσεσιν ἐπὶ τὸ τοῦ ζῴου σῶµα περιµένει παραγενέσθαι τὸ αἰσθητόν, ἡ δ’ ὄψις ἐκτείνεται διὰ µέσου τοῦ ἀέρος ἐπὶ τὸ κεχρωσµένον.
7.5.35. ὅθεν αὐτῇ µόνῃ συνδιαγιγνώσκειν ὑπάρχει τῇ χροιᾷ τοῦ βλεποµένου τό τε µέγεθος αὐτοῦ καὶ τὸ σχῆµα µηδὲ τούτου δυναµένης αἰσθάνεσθαι αἰσθήσεως ἄλλης, ὅτι µὴ κατὰ συµβεβηκὸς ἐνίοτε τῆς ἁφῆς.
7.5.36. ἐξείργασται γοῦν τῶν τοιούτων ὁ λόγος ἐν τῷ πέµπτῳ Περὶ ἀποδείξεως.
7.5.37. τῇ δ’ οὖν ὄψει πρὸς τοῖς ἄλλοις ὑπάρχει καὶ θέσιν καὶ διάστηµα συνδιαγιγνώσκειν τοῦ κεχρωσµένου σώµατος οὐδενὸς τῶν ἄλλων αἰσθέσθαι δυναµένου.
7.5.38. ὅσοι δ’ ἐπιχειροῦσι καὶ ὀσφρήσει καὶ ἀκοῇ τῆς θέσεως τοῦ τὸν ἀτµὸν ἀποπέµποντος σώµατος ἢ τοῦ πλήξαντος τὸν ἀέρα µεταδιδόναι τῆς διαγνώσεως ὅπως ἁµαρτάνουσιν οὐ νῦν καιρὸς ἐρεῖν.
7.5.39. εἴρηται γὰρ ἐπὶ πλεῖστον ὑπὲρ ἁπάντων τῶν κατὰ τὰς δύο αἰσθήσεις φαινοµένων ἐν τῷ πέµπτῳ Περὶ τῆς ἀποδείξεως, ὥσπερ γ’ ἔφαµεν· ἐν ᾗ πραγµατείᾳ γυµνασάµενός τις ἑτοιµότερον ἀκολουθήσει τοῖς νῦν λεγοµένοις. ἐπιδέδεικται γὰρ ἐν ἐκείνοις ἅπαντα µαρτυροῦντα τῷ τὸ βλεπόµενον σῶµα καθ’ ὃν ἂν ὑπάρχῃ τόπον ὁρᾶσθαι.
7.5.40. φαίνεται δὲ τοῦτ’ ἐναργῶς καὶ δι’ αὐτῆς τῆς αἰσθήσεως· ὅθεν οὐδ’ οἱ γεωµετρικοὶ µετ’ ἀποδείξεως ἀλλ’ αὐτόθεν ὡς ἐναργὲς αὐτὸ τιθέασι, καίτοι τοῦ γε κατ’ εὐθείας ὁρᾶν ἡµᾶς γραµµὰς ἢ τοῦ τὴν ὄψιν, ἐπειδὰν ἀκριβῶς τινι λείῳ καὶ στίλβοντι προσπέσῃ, κατὰ τὴν ἴσην ἀνακλᾶσθαι γωνίαν ᾗ προσέπεσεν ἀποδείξεις φέρονταί τινες.
7.5.41. εἴπερ οὖν ἡ ὄψις µόνη τῶν ἄλλων αἰσθήσεων αἰσθάνεται τοῦ κινοῦντος αὐτὴν αἰσθητοῦ διὰ µέσου τοῦ ἀέρος, οὐχ ὡς βακτηρίας τινός, ἀλλ’ ὡς ὁµοειδοῦς τε καὶ συµφυοῦς ἑαυτῇ µορίου καὶ µόνῃ τοῦτ’ ἐξαίρετον αὐτῇ δέδοται µετὰ τοῦ καὶ δι’ ἀνακλάσεως ὁρᾶν, εἰκότως ἐδεήθη πνεύµατος ἄνωθεν ἐπιρρέοντος αὐγοειδοῦς, ὃ προσπῖπτον τῷ πέριξ ἀέρι καὶ οἷον ἐπιπλῆττον αὐτὸν ἑαυτῷ συνεξοµοιώσει.
7.5.42. δεόντως οὖν ἐροῦµεν αὐγοειδὲς µὲν εἶναι τὸ τῆς ὄψεως ὄργανον, ἀεροειδὲς δὲ τὸ τῆς ἀκοῆς, ἀτµοειδὲς δὲ τὸ τῆς ὀδµῆς καὶ τὸ µὲν τῆς γεύσεως ὑγρόν, τὸ δὲ τῆς ἁφῆς γεῶδες.
7.5.43. οὐδὲ γὰρ οἷόν τ’ ἦν ἑτέρως ἔχειν αὐτὰ τῆς ἐκ τῶν ὁµοίων ἀλλοιώσεως χρῄζοντα καὶ τοῦτ’ ἄρ’ ἦν ὃ βούλεται δηλοῦν ὁ ᾿Εµπεδοκλῆς ἐν οἷς φησι “γαίῃ µὲν γὰρ γαῖαν ὀπώπαµεν, ὕδατι δ’ ὕδωρ, αἰθέρι δ’ αἰθέρα δίᾳ, ἀτὰρ πυρὶ πῦρ ἀΐδηλον”.
7.5.44. αἰσθανόµεθα γὰρ ὄντως τῷ µὲν γεωδεστέρῳ τῶν αἰσθητηρίων, ὅπερ ἐστὶν ἡ ἁφή, τῆς γεώδους φύσεως ἐν τοῖς αἰσθητοῖς, τῷ δ’ αὐγοειδεστάτῳ, <τῷ> τῆς ὄψεως, τῆς αὐγοειδοῦς, καθάπερ γε καὶ τῷ κατὰ τὴν ἀκοὴν ἀεροειδεῖ γιγνοµένῳ τῶν ἰδίων ἀέρος παθηµάτων ἡ διάγνωσις ἀποτελεῖται. καὶ µὲν δὴ καὶ τῷ κατὰ τὴν γεῦσιν ὑγρῷ καὶ σπογγοειδεῖ τὴν φύσιν ὄντι τῶν χυµῶν ἡµῖν αἴσθησις γίγνεται.
7.5.45. λοιπὸν δ’ ἐστὶ τὸ τῆς ὀσφρήσεως ὄργανον, οὐκ ἐν τοῖς κατὰ τὴν ῥῖνα πόροις, ὡς οἱ πολλοὶ νοµίζουσιν, ἀλλ’ ἐν τοῖς πέρασι τῶν προσθίων ἐγκεφάλου κοιλιῶν, εἰς ἅπερ ἀνήκουσιν οἱ κατὰ τὴν ῥῖνα πόροι· κατὰ τοῦτο γάρ τοι τὸ µόριον ἀτµοειδεστάτας εἶναι συµβέβηκε τὰς κοιλίας αὐτοῦ.
7.5.46. γέγραπται δὲ τῷ βουλοµένῳ καὶ περὶ τοῦδε βιβλίον ἓν ἡµέτερον, ᾧ καὶ τὸ ἐπίγραµµά ἐστι περὶ τοῦ τῆς ὀσφρήσεως ὀργάνου.
7.6.1. πέµπτον γὰρ δὴ τοῦτ’ ἔστιν αἰσθητήριον, οὐκ ὄντων πέντε στοιχείων, ἐπειδὴ τὸ τῶν ὀσµῶν γένος ἐν τῷ µεταξὺ τὴν φύσιν ἐστὶν ἀέρος τε καὶ ὕδατος, ὡς καὶ Πλάτων εἶπεν ἐν Τιµαίῳ κατὰ τήνδε τὴν ῥῆσιν· “µεταβάλλοντος γὰρ ὕδατος εἰς ἀέρα ἀέρος τε εἰς ὕδωρ ἐν τῷ µεταξὺ γεγόνασιν ὀδµαὶ σύµπασαι.”
7.6.2. λέγει δὲ καὶ περὶ τοῦ τῆς ὄψεως ὀργάνου ὅτι πυρός ἐστι τοῦ καθαρωτάτου γένους, ὅπερ αὐτὸς αὐγήν τε καὶ φῶς ὀνοµάζει, διαφέρον ἄνθρακός τε καὶ φλογός.
7.6.3. φησὶ γοῦν· “µετὰ δὲ ταῦτα δεῖ νοεῖν ὅτι πυρός τε γένη πολλὰ γέγονεν, οἷον φλὸξ τό τ’ ἀπὸ τῆς φλογὸς ἀπιόν, ὃ καίει µὲν οὔ, φῶς δὲ τοῖς ὄµµασι παρέχει, τό τε φλογὸς ἀποσβεσθείσης ἐν τοῖς διαπύροις καταλειπόµενον αὐτοῦ.”
7.6.4. τούτων οὖν τῶν τριῶν γενῶν τὸ µὴ καῖον µέν, ὡς αὐτὸς ἔφη, φῶς δὲ τοῖς ὄµµασι παρέχον, ἐν τῷ τῆς ὄψεως ὀργάνῳ πλεῖστόν ἐστιν, ὃ καὶ τοῦτο πάλιν αὐτὸς ἐδήλωσεν ἐν ταὐτῷ βιβλίῳ τῷ Τιµαίῳ κατὰ τήνδε τὴν ῥῆσιν·
7.6.5. “τῶν δ’ ὀργάνων πρῶτον µὲν φωσφόρα συνετεκτήναντο ὄµµατα τοιᾷδε ἐνδήσαντες αἰτίᾳ·τοῦ πυρὸς ὅσον µὲν τὸ καίειν οὐκ ἔσχε, τὸ δὲ παρέχειν φῶς ἥµερον, οἰκεῖον ἑκάστης ἡµέρας σῶµα ἐµηχανήσαντο γίγνεσθαι.
7.6.6. τὸ γὰρ ἐντὸς ἡµῶν ἀδελφὸν ὂν τούτου πῦρ εἰλικρινὲς ἐποίησαν διὰ τῶν ὀµµάτων ῥεῖν, λεῖον καὶ πυκνὸν ὅλον µέν, µάλιστα δὲ τὸ µέσον συµπιλήσαντες τῶν ὀµµάτων, ὥστε τὸ µὲν ἄλλο ὅσον παχύτερον στέγειν πᾶν, τὸ τοιοῦτον δὲ µόνον αὐτὸ καθαρὸν διηθεῖν.”
7.6.7. ὁποῖον µὲν οὖν τι τὸ τῆς ὄψεώς ἐστιν ὄργανον ἐν τούτοις ἐδήλωσεν· ὅπως δὲ ὁρῶµεν ἐν τοῖς ἐφεξῆς. συνάπτων γοῦν τοῖς προειρηµένοις φησίν·
7.6.8. “ὅταν µὲν οὖν µεθηµερινὸν ᾖ φῶς περὶ τὸ τῆς ὄψεως ῥεῦµα, τότ’ ἐκπῖπτον ὅµοιον πρὸς ὅµοιον ξυµπαγὲς γενόµενον σῶµα οἰκειωθὲν ξυνέστη κατὰ τὴν <τῶν> ὀµµάτων εὐθυωρίαν ὅπῃπερ ἀντερείδει τὸ προσπῖπτον ἔνδοθεν πρὸς ὃ τὸ ἔξω συνέπεσεν.
7.6.9. ὁµοιοπαθὲς δὴ δι’ ὁµοιότητα πᾶν γενόµενον, ὅτου τε ἂν αὐτό ποτε ἐφάπτηται καὶ ὃ ἂν ἄλλο ἐκείνου, τούτων τὰς κινήσεις διαδιδὸν εἰς ἅπαν τὸ σῶµα µέχρι τῆς ψυχῆς αἴσθησιν παρέσχετο ταύτην ᾗ δὴ ὁρᾶν φαµεν.”
7.6.10. Aὗται µὲν αἱ τοῦ Πλάτωνος ῥήσεις αὐγοειδὲς τὸ τῆς ὄψεως ὄργανον εἶναι λέγοντος αἴσθησίν τε γίγνεσθαι δι’ αὐτοῦ τῶν κατὰ τὴν αὐγὴν παθηµάτων, ὥσπερ τῶν κατὰ τὸν ἀέρα διὰ τῆς ἀκοῆς· τῷ γὰρ ὁµοίῳ τὸ ὅµοιον εἰς τὴν τῶν παθηµάτων ἀφικνεῖται κοινωνίαν.
7.6.11. δύο δὲ σηµαινούσης ἁπάσης τῆς τοιαύτης λέξεως, οἵαν καὶ ὁ ᾿Εµπεδοκλῆς ἐποιήσατο λέγων “γαίῃ µὲν γὰρ γαῖαν ὀπώπαµεν, ὕδατι δ’ ὕδωρ”, ἓν µὲν ὅτι δι’ ὀργάνου τοιοῦδε, δεύτερον δὲ ὅτι διὰ δυνάµεως τοιᾶσδε, τὸ µὲν ὡς δι’ ὀργάνου συγχωρητέον ἀληθὲς εἶναι, τὸ δ’ ὡς διὰ δυνάµεως οὐκέτι.
7.6.12. τὸ γάρ τοι πρῶτον αἰσθητικόν, ὅ τιπερ ἂν ᾖ, κοινὸν ἁπασῶν ἐστι τῶν κατὰ µέρος αἰσθήσεων, ὡς καὶ τοῦτο Πλάτων ἐν ἄλλοις τέ τισι καὶ µέντοι καὶ Θεαιτήτῳ διδάσκει κατ’ ἐκεῖνο τὸ µέρος τοῦ συγγράµµατος ἔνθα φησί·
7.6.13. “δεινὸν γάρ που, ὦ παῖ, εἰ πολλαί τινες ἐν ἡµῖν ὥσπερ ἐν δουρείοις ἵπποις αἰσθήσεις ἐγκάθηνται, ἀλλὰ µὴ εἰς µίαν τινὰ ἰδέαν εἴτε ψυχὴν εἴθ’ ὅ τι δεῖ καλεῖν πάντα ταῦτα συντείνει, ᾗ διὰ τούτων οἷον ὀργάνων αἰσθανόµεθα ὅσα αἰσθητά.”
7.6.14. καὶ κατασκευάζων γε διὰ πλειόνων ἑξῆς ὁ Πλάτων τὸν λόγον ὧδέ φησι· “θερµὰ καὶ σκληρὰ καὶ κοῦφα καὶ γλυκέα δι’ ὧν αἰσθάνῃ, ἆρ’ οὐ τοῦ σώµατος ἕκαστα τίθης ἢ ἄλλου τινός;
7.6.15. οὐδενὸς ἄλλου. ἢ καὶ ἐθελήσεις ὁµολογεῖν ἃ δι’ ἑτέρας δυνάµεως αἰσθάνῃ, ἀδύνατον εἶναι δι’ ἄλλης ταῦτ’ αἰσθέσθαι, οἷον ἃ δι’ ἀκοῆς, δι’ ὄψεως, ἢ ἃ δι’ ὄψεως, δι’ ἀκοῆς;
7.6.16. πῶς γὰρ οὐκ ἐθελήσω; εἴ τι[*] ἄρα περὶ ἀµφοτέρων διανοῇ, οὐκ ἂν διά γε τοῦ ἑτέρου ὀργάνου οὐδ’ αὖ διὰ τοῦ ἑτέρου περὶ ἀµφοτέρων αἰσθάνοιο ἄν. οὐ γὰρ οὖν.
7.6.17. περὶ δὴ φωνῆς καὶ τῆς χρόας πρῶτον µὲν αὐτὸ τοῦτο περὶ ἀµφοτέρων διανοῇ, ὅτι ἀµφοτέρω ἐστόν; ἔγωγε. οὐκοῦν καὶ ὅτι ἑκατέρου µὲν ἑκάτερον ἕτερον, ἑαυτῷ δὲ ταὐτόν; τί µήν;